Humanitext Reader

吕西亚斯 · 控诉阿尔西比亚德斯之一 §1-9

弹劾阿尔西比亚德斯逃避军役与非法充任骑兵

第 1 段,共 5 段 · 希腊语

内容简介

控告者弹劾阿尔西比亚德斯的逃避军役和擅离职守罪,指出他身为重装步兵却在未经审查的情况下非法充当骑兵,并请求判其有罪。

§1ἡγοῦμαι μέν, ὦ ἄνδρες δικασταί, οὐδεμίαν ὑμᾶς ποθεῖν ἀκοῦσαι πρόφασιν παρὰ τῶν βουλομένων Ἀλκιβιάδου κατηγορεῖν· τοιοῦτον γὰρ πολίτην ἑαυτὸν ἐξ ἀρχῆς παρέσχεν, ὥστε καὶ εἰ μή τις ἰδίᾳ ἀδικούμενος ὑπʼ αὐτοῦ τυγχάνει, οὐδὲν ἧττον προσήκει ἐκ τῶν ἄλλων ἐπιτηδευμάτων ἐχθρὸν αὐτὸν ἡγεῖσθαι.
众位陪审员,我认为你们绝不想从那些意图指控阿尔西比亚德斯的人那里听到任何辩解;因为他从一开始就表现出这样一种公民形象,以至于即使有人没有受到他的个人侵害,也同样应该根据他的其他行径将他视为敌人。
§2οὐ γὰρ μικρὰ τὰ ἁμαρτήματα οὐδὲ συγγνώμης ἄξια, οὐδʼ ἐλπίδα παρέχοντα ὡς ἔσται τοῦ λοιποῦ βελτίων, ἀλλʼ οὕτω πεπραγμένα καὶ εἰς τοσοῦτον κακίας ἀφιγμένα, ὥστʼ ἐπʼ ἐνίοις ὧν οὗτος φιλοτιμεῖται καὶ τοὺς ἐχθροὺς αἰσχύνεσθαι.
因为他的罪行既非轻微,也不值得原谅,更不让人抱有他今后会改过自新的希望,而是如此行事,堕落到了如此邪恶的地步,以至于连他的敌人都为他所引以为傲的一些事情感到羞耻。
ἐγὼ μέντοι, ὦ ἄνδρες δικασταί, καὶ πρότερον πρὸς τοὺς πατέρας ἡμῖν διαφορᾶς ὑπαρχούσης, καὶ πάλαι τοῦτον πονηρὸν ἡγούμενος, καὶ νῦν ὑπʼ αὐτοῦ πεπονθὼς κακῶς, πειράσομαι ὑπὲρ πάντων τῶν πεπραγμένων μεθʼ ὑμῶν αὐτὸν τιμωρήσασθαι.
然而,众位陪审员,由于我们父辈之间早有恩怨,而我也早就认为他是个恶棍,如今又受到他的伤害,我将尝试在你们的协助下,就他的一切所作所为对他进行惩罚。
§3περὶ μὲν οὖν τῶν ἄλλων Ἀρχεστρατίδης ἱκανῶς κατηγόρησε· καὶ γὰρ τοὺς νόμους ἐπέδειξε καὶ μάρτυρας πάντων παρέσχετο· ὅσα δʼ οὗτος παραλέλοιπεν, ἐγὼ καθʼ ἕκαστον ὑμᾶς διδάξω.
因此,关于其他方面,阿耳刻斯特拉提德斯已经作了充分的指控;因为他出示了法律,并就所有事情提供了证人;但凡是他遗漏的地方,我将一一向你们说明。
§4εἰκὸς τοίνυν ἐστίν, ὦ ἄνδρες δικασταί, ἐξ οὗ τὴν εἰρήνην ἐποιησάμεθα, πρῶτον περὶ τούτων νυνὶ δικάζοντας μὴ μόνον δικαστὰς ἀλλὰ καὶ νομοθέτας αὐτοὺς γενέσθαι, εὖ εἰδότας ὅτι, ὅπως ἂν ὑμεῖς νυνὶ περὶ αὐτῶν γνῶτε, οὕτω καὶ τὸν ἄλλον χρόνον ἡ πόλις αὐτοῖς χρήσεται.
因此,众位陪审员,自我们缔结和平以来,现在是首次对这些案件进行审判,理所当然地,你们不仅要成为陪审员,而且还要成为立法者本身,因为你们十分清楚,你们现在对这些事情所作出的判决,今后城邦也将以同样的方式对待他们。
δοκεῖ δέ μοι καὶ πολίτου χρηστοῦ καὶ δικαστοῦ δικαίου ἔργον εἶναι ταύτῃ τοὺς νόμους διαλαμβάνειν, ὅπῃ εἰς τὸν λοιπὸν χρόνον μέλλει συνοίσειν τῇ πόλει.
而在我看来,一个优秀公民和公正陪审员的职责,就在于以这种方式来阐释法律,即以最有利于城邦未来利益的方式。
§5τολμῶσι γάρ τινες λέγειν ὡς οὐδεὶς ἔνοχός ἐστι λιποταξίου οὐδὲ δειλίας· μάχην γὰρ οὐδεμίαν γεγονέναι, τὸν δὲ νόμον κελεύειν, ἐάν τις λίπῃ τὴν τάξιν εἰς τοὐπίσω δειλίας ἕνεκα, μαχομένων τῶν ἄλλων, περὶ τούτου τοὺς στρατιώτας δικάζειν.
因为有人竟敢声称,没有人犯有擅离职守罪或胆怯罪;因为他们说没有发生任何战斗,而法律规定,如果有人在他人战斗时因胆怯而向后脱离队伍,士兵们应就此人进行审判。
ὁ δὲ νόμος οὐ περὶ τούτων κελεύει μόνον, ἀλλὰ καὶ ὁπόσοι ἂν μὴ παρῶσιν ἐν τῇ πεζῇ στρατιᾷ.
但是,法律不仅对这些情况作出了规定,也对所有未在步兵中服役的人作出了规定。
ἀνάγνωθί μοι τὸν νόμον.
请为我宣读法律。
§6Νόμος ἀκούετε, ὦ ἄνδρες δικασταί, ὅτι περὶ ἀμφοτέρων κεῖται, καὶ ὅσοι ἂν μάχης οὔσης εἰς τοὐπίσω ἀναχωρήσωσι, καὶ ὅσοι ἂν ἐν τῇ πεζῇ στρατιᾷ μὴ παρῶσι.
法律众位陪审员,你们听到了,法律对这两种情况都作出了规定,既包括在发生战斗时向后退缩的人,也包括未在步兵中服役的人。
σκέψασθε δὲ τίνες εἰσὶν οὓς δεῖ παρεῖναι.
请考虑一下,哪些人是应当服役的。
οὐχ οἵτινες ἂν τὴν ἡλικίαν ταύτην ἔχωσιν;
难道不是那些达到这个年龄的人吗?
οὐχ οὓς ἂν οἱ στρατηγοὶ καταλέξωσιν;
难道不是那些被将军们征召的人吗?
ἡγοῦμαι δʼ, §7ὦ ἄνδρες δικασταί, ὅλῳ τῷ νόμῳ μόνον αὐτὸν τῶν πολιτῶν ἔνοχον εἶναι· ἀστρατείας μὲν γὰρ δικαίως ἂν αὐτὸν ἁλῶναι, ὅτι καταλεγεὶς ὁπλίτης οὐκ ἐξῆθε μεθʼ ὑμῶν, λιποταξίου δέ, ὅτι ἐν τῷ στρατοπέδῳ μόνος οὐ παρέσχε μετὰ τῶν ἄλλων ἑαυτὸν τάξαι, δειλίας δέ, ὅτι δεῖν αὐτὸν μετὰ τῶν ὁπλιτῶν κινδυνεύειν ἱππεύειν εἵλετο.
而我认为,众位陪审员,在所有公民中,唯独他一人违反了整部法律;因为他就规避军役而言理应被定罪,因为他被征召为重装步兵却未与你们一同出征;就擅离职守而言,因为在营地中只有他一人没有与其他人一起列队;就胆怯而言,因为他本应与重装步兵一同冒险,却选择去当骑兵。
§8καίτοι φασὶν αὐτὸν ταύτην τὴν ἀπολογίαν ποιήσεσθαι, ὡς ἐπειδήπερ ἵππευεν, οὐδὲν ἠδίκει τὴν πόλιν.
然而,他们说他会进行这样的辩护,即既然他当了骑兵,他就没有对城邦做出不义之事。
ἐγὼ δʼ ἡγοῦμαι διὰ τοῦθʼ ὑμᾶς δικαίως ἂν αὐτῷ ὀργίζεσθαι, ὅτι τοῦ νόμου κελεύοντος, ἐάν τις ἀδοκίμαστος ἱππεύῃ, ἄτιμον εἶναι, ἐτόλμησεν ἀδοκίμαστος ἱππεύειν.
但我认为,你们正因为这个原因才理而当然地应该对他发怒,因为法律规定,如果有人在未经审查的情况下充当骑兵,将被剥夺公民权,而他竟然胆敢在未经审查的情况下充当骑兵。
καί μοι ἀνάγνωθι τὸν νόμον.
请为我宣读法律。
§9Νόμος οὗτος τοίνυν εἰς τοῦτʼ ἦλθε πονηρίας, καὶ οὕτως ὑμῶν κατεφρόνησε καὶ τοὺς πολεμίους ἔδεισε καὶ ἱππεύειν ἐπεθύμησε καὶ τῶν νόμων οὐκ ἐφρόντισεν, ὥστε οὐδὲν αὐτῷ τούτων τῶν κινδύνων ἐμέλησεν, ἀλλʼ ἐβουλήθη καὶ ἄτιμος εἶναι καὶ τὰ χρήματʼ αὐτοῦ δημευθῆναι καὶ πάσαις ταῖς κειμέναις ζημίαις ἔνοχος γενέσθαι μᾶλλον ἢ μετὰ τῶν πολιτῶν εἶναι καὶ ὁπλίτης γενέσθαι.
法律因此,他堕落到了如此邪恶的地步,如此轻视你们,惧怕敌人,渴望当骑兵,而不顾法律,以至于他根本不在乎这些危险,反而宁愿被剥夺公民权,财产被没收,并承担所有既定的惩罚,也不愿与公民们在一起并成为一名重装步兵。

词汇与语法注释

  1. §1ἀδικούμενος... τυγχάνει — 现在分词 `ἀδικούμενος` 与动词 `τυγχάνει` 连用,构成补充性分词(supplementary participle)句型,表示“恰巧受到侵害”或强调当下的实际状态。
  2. §2ἐπʼ ἐνίοις ὧν — 关系代词的格同化(assimilation)现象。该处本应为 `ἐπʼ ἐνίοις τούτων ἃ οὗτος φιλοτιμεῖται`(在他引以为傲的那些事情中的一些),但先行词 `τούτων` 被省略,关系代词 `ἃ` 受到主句介词 `ἐπί`(此处支配属格)或被省略的属格先行词的影响,同化为了属格 `ὧν`。
  3. §7ἀστρατείας... ἁλῶναι — 意为“因……罪被定罪”的被动意义不定式 `ἁλῶναι`(动词 `ἁλίσκομαι` 的不定过去时不定式)支配表示罪名的属格(genitive of charge)的用法,此处分别支配了 `ἀστρατείας`(逃避军役)、`λιποταξίου`(擅离职守)和 `δειλίας`(胆怯)。
  4. §7ὅτι δεῖν αὐτὸν — 这是一种破格(anacoluthon)或受间接引语影响的吸引现象。在引导原因的连词 `ὅτι` 之后,按常规应当接限定动词(此处本应为 `ἔδει` “应当”),但由于受到主句主导动词 `ἡγοῦμαι`(支配“宾格加不定式”结构)的影响,无人称动词 `δεῖ` 被吸引成了不定式 `δεῖν`,其逻辑主语也变为了宾格 `αὐτόν`。

引用这一段

吕西亚斯, 控诉阿尔西比亚德斯之一 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg014.humanitext-grc2:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。