§10καὶ ἕτεροι μὲν οὐδεπώποτε ὁπλιτεύσαντες, ἱππεύοντες δὲ τὸν ἄλλον χρόνον καὶ πολλὰ κακὰ τοὺς πολεμίους πεποιηκότες, οὐκ ἐτόλμησαν ἐπὶ τοὺς ἵππους ἀναβῆναι, δεδιότες ὑμᾶς καὶ τὸν νόμον·
また他の者たちは、一度も重装歩兵として従軍したことがなく、それ以外の時期には騎兵として従軍し、敵に多くの打撃を与えてきたにもかかわらず、あなた方と法律を恐れて、馬に乗る暴挙には出ませんでした。
οὕτω γὰρ ἦσαν παρεσκευασμένοι, οὐχ ὡς ἀπολουμένης τῆς πόλεως, ἀλλʼ ὡς σωθησομένης καὶ μεγάλης ἐσομένης καὶ τιμωρησομένης τοὺς ἀδικοῦντας·
なぜなら、彼らは国家が滅びるのではなく、救われ、強大になり、不正を働く者たちに報復することになると覚悟していたからです。
Ἀλκιβιάδης δʼ ἐτόλμησεν ἀναβῆναι, βῆναι, οὔτε εὔνους ὢν τῷ πλήθει οὔτε πρότερον ἱππεύσας οὔτε νῦν ἐπιστάμενος οὔτε ὑφʼ ὑμῶν δοκιμασθείς, ὡς οὐκ ἐξεσόμενον τῇ πόλει δίκην παρὰ τῶν ἀδικούντων λαμβάνειν.
しかしアルキビアデスは、民衆に対して好意的でもなく、以前に騎兵であったこともなく、今その技術があるわけでもなく、あなた方による審査も受けていないのに、まるで国家が不正を働く者たちから罰を取ることができなくなるかのように、あえて馬に乗ることを敢行したのです。
§11ἐνθυμηθῆναι δὲ χρὴ ὅτι, εἰ ἐξέσται ὅ τι ἄν τις βούληται ποιεῖν, οὐδὲν ὄφελος νόμους κεῖσθαι ἢ ὑμᾶς συλλέγεσθαι ἢ στρατηγοὺς αἱρεῖσθαι.
もし誰もが自分の望むことを何でもできるのだとしたら、法律を制定することも、あなた方が集まることも、将軍たちを選出することも、何の役にも立たないということを銘記すべきです。
θαυμάζω δέ, ὦ ἄνδρες δικασταί, εἴ τις ἀξιοῖ, ἐὰν μέν τις προσιόντων τῶν πολεμίων τῆς πρώτης τάξεως τεταγμένος τῆς δευτέρας γένηται, τούτου μὲν δειλίαν καταψηφίζεσθαι, ἐὰν δέ τις ἐν τοῖς ὁπλίταις τεταγμένος ἐν τοῖς ἱππεῦσιν ἀναφανῇ, §12τούτῳ συγγνώμην ἔχειν.
しかし、裁判員諸官よ、私は不思議に思うのです。 もし敵が接近してきた時に、第一列に配備されていた者が第二列へと退いたならば、その者には臆病の有罪判決を下すのが当然であると主張しながら、重装歩兵の中に配備されていた者が騎兵の中に現れた場合には、その者を容赦するのが当然であると誰かが要求するのだとすれば。
καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἡγοῦμαι δικάζειν ὑμᾶς οὐ μόνον τῶν ἐξαμαρτανόντων ἕνεκα, ἀλλʼ ἵνα καὶ τοὺς ἄλλους τῶν ἀκοσμούντων σωφρονεστέρους ποιῆτε.
そして実に、裁判員諸官よ、あなた方が裁判を行うのは、ただ罪を犯した者たちのためだけではなく、他の規律を乱す者たちをも自制させるためであると私は考えます。
ἐὰν μὲν τοίνυν τοὺς ἀγνῶτας κολάζητε, οὐδεὶς ἔσται τῶν ἄλλων βελτίων·
それゆえ、もしあなた方が無名の者たちだけを罰するならば、他の者たちがより良くなることはないでしょう。
οὐδεὶς γὰρ εἴσεται τὰ ὑφʼ ὑμῶν καταψηφισθέντα·
なぜなら、あなた方が下した有罪判決を誰も知ることはないからです。
ἐὰν δὲ τοὺς ἐπιφανεστάτους τῶν ἐξαμαρτανόντων τιμωρῆσθε, πάντες πεύσονται, ὥστε τούτῳ παραδείγματι χρώμενοι βελτίους ἔσονται οἱ πολῖται.
しかし、罪を犯した者たちのうち最も著名な者たちを処罰するならば、すべての者がそれを知ることになり、市民たちはこの人物を先例とすることで、より良くなるでしょう。
§13ἐὰν τοίνυν τούτου καταψηφίσησθε, οὐ μόνον οἱ ἐν τῇ πόλει εἴσονται, ἀλλὰ καὶ οἱ σύμμαχοι αἰσθήσονται καὶ οἱ πολέμιοι πεύσονται, καὶ ἡγήσονται πολὺ πλείονος ἀξίαν εἶναι τὴν πόλιν, ἐὰν ὁρῶσιν ἐπὶ τοῖς τοιούτοις τῶν ἁμαρτημάτων μάλισθʼ ὑμᾶς ὀργιζομένους καὶ μηδεμιᾶς συγγνώμης τοὺς ἀκοσμοῦντας ἐν τῷ πολέμῳ τυγχάνοντας.
それゆえ、もしあなた方がこの者に有罪判決を下すならば、市内の人々が知るだけでなく、同盟国も気づき、敵もそれを知ることになります。 そして、このような罪悪に対してあなた方が最も激しく怒り、戦争において規律を乱す者たちがいかなる寛恕も得られないのを見るならば、彼らはこの国家をはるかに価値あるものとみなすようになるでしょう。
§14ἐνθυμεῖσθε δʼ, ὦ ἄνδρες δικασταί, ὅτι τῶν στρατιωτῶν οἱ μὲν κάμνοντες ἐτύγχανον, οἱ δὲ ἐνδεεῖς ὄντες τῶν ἐπιτηδείων, καὶ ἡδέως ἂν οἱ μὲν ταῖς πόλεσι καταμείναντες ἐθεραπεύοντο, οἱ δὲ οἴκαδʼ ἀπελθόντες τῶν οἰκείων ἐπεμέλοντο, οἱ δὲ ψιλοὶ ἐστρατεύοντο, οἱ δʼ ἐν τοῖς §15ἱππεῦσιν ἐκινδύνευον·
裁判員諸官よ、兵士たちの中には病を患っている者もいれば、必需品を欠いている者もいたことを思い起こしてください。 そして彼らとしては、病の者は都市に留まって治療を受け、欠乏している者は帰宅して家政を顧みたいと思い、軽装兵は従軍し、他方で騎兵たちは危険を冒していたのです。
ἀλλʼ ὅμως οὐκ ἐτολμᾶτε ἀπολιπεῖν τὰς τάξεις οὐδὲ τἀρεστὰ ὑμῖν αὐτοῖς αἱρεῖσθαι ἀλλὰ πολὺ μᾶλλον ἐφοβεῖσθε τοὺς τῆς πόλεως νόμους ἢ τὸν πρὸς τοὺς πολεμίους κίνδυνον.
しかしそれでも、あなた方は戦列を離脱することも、自分勝手な望みを選択することもしようとはせず、敵に対する危険よりも、国家の法律をはるかに恐れていました。
ὧν χρὴ μεμνημένους ὑμᾶς νυνὶ τὴν ψῆφον φέρειν, καὶ πᾶσι φανερὸν ποιεῖν ὅτι Ἀθηναίων οἱ μὴ βουλόμενοι τοῖς πολεμίοις μάχεσθαι ὑφʼ ὑμῶν κακῶς πείσονται.
あなた方は今、投票を行うにあたってこれらのことを思い起こし、敵と戦うことを望まないアテナイの者たちは、あなた方によって過酷な目に遭わされるということを、すべての人に明らかにしなければなりません。
§16ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, περὶ μὲν τοῦ νόμου καὶ αὐτοῦ τοῦ πράγματος οὐχ ἕξειν αὐτοὺς ὅ τι λέξουσιν·
裁判員諸官よ、彼らは法律や事実そのものについては、何も語ることができないであろうと私は考えます。
ἀναβαίνοντες δʼ ὑμᾶς ἐξαιτήσονται καὶ ἀντιβολήσουσιν, οὐκ ἀξιοῦντες τοῦ Ἀλκιβιάδου ὑέος τοσαύτην δειλίαν καταγνῶναι, ὡς ἐκεῖνον πολλῶν ἀγαθῶν ἀλλʼ οὐχὶ πολλῶν κακῶν αἴτιον γεγενημένον·
しかし、彼らは登壇してあなた方に助命を請い、懇願するでしょう。 アルキビアデスの息子にこれほどの臆病の罪を宣告するのは不当である、あの父親は多くの善をもたらしたのであって、多くの悪をもたらしたのではないと主張して。
ὃν εἰ τηλικοῦτον ὄντα ἀπεκτείνατε, ὅτε πρῶτον εἰς ὑμᾶς ἐλάβετε ἐξαμαρτάνοντα, οὐκ ἂν ἐγένοντο συμφοραὶ τοσαῦται τῇ πόλει.
しかし、あの父親がこれほどの者となった際、最初にあなた方に対して過ちを犯した時に死刑に処していたならば、国家にこれほど多くの不幸がもたらされることはなかったでしょう。
§17δεινὸν δέ μοι δοκεῖ, ὦ ἄνδρες δικασταί, εἶναι, εἰ αὐτοῦ μὲν ἐκείνου θάνατον κατέγνωτε, τοῦ δὲ ὑοῦ ἀδικοῦντος διʼ ἐκεῖνον ἀποψηφιεῖσθε, ὃς αὐτὸς μὲν οὐκ ἐτόλμα μεθʼ ὑμῶν μάχεσθαι, ὁ δὲ πατὴρ αὐτοῦ μετὰ τῶν πολεμίων ἠξίου στρατεύεσθαι.
裁判員諸官よ、あの父親自身に対しては死刑を宣告しながら、彼が原因で不当な行いをしているその息子を、彼を理由に無罪放免にするのだとすれば、それは恐るべきことだと私には思われます。 この息子自身はあなた方とともに戦う勇気を持たなかった一方、彼の父親は敵とともに従軍することを求めたのです。
καὶ ὅτε μὲν παῖς ὢν οὔπω δῆλος ἦν ὁποῖός τις ἔσται, διὰ τὰ τοῦ πατρὸς ἁμαρτήματα ὀλίγου τοῖς ἕνδεκα παρεδόθη·
また、この息子が子供であり、将来どのような人物になるかまだ明らかでなかったときには、父親の罪のために、もう少しで十一役人に引き渡されるところでした。
ἐπειδὴ δὲ πρὸς τοῖς ἐκείνῳ πεπραγμένοις ἐπίστασθε καὶ τὴν τούτου πονηρίαν, διὰ τὸν πατέρα ἐλεεῖν αὐτὸν ἀξιώσετε;
それなのに、あの父親の仕業に加えて、この息子の邪悪さをも承知している今になって、父親を理由に彼を憐れむべきだと要求するのでしょうか。
§18οὐκ οὖν δεινόν, ὦ ἄνδρες δικασταί, τούτους μὲν οὕτως εὐτυχεῖς εἶναι ὥστʼ, ἐπειδὰν ἐξαμαρτάνοντες ληφθῶσι, διὰ τὸ αὑτῶν γένος σῴζεσθαι, ἡμᾶς δέ, εἰ ἐδυστυχήσαμεν διὰ τοὺς οὕτως ἀτακτοῦντας, μηδένα ἂν δύνασθαι παρὰ τῶν πολεμίων ἐξαιτήσασθαι μηδὲ διὰ τὰς τῶν προγόνων ἀρετάς;
裁判員諸官よ、彼らはこれほど幸運であって、過ちを犯して捕らえられたときには自分たちの家柄によって救われる一方で、もし我々がこのような規律を乱す者たちのせいで不幸に陥ったとしても、先祖の徳によるのであれ何によるのであれ、敵から誰一人として助け出すことができないのだとしたら、それは実に不条理なことではないでしょうか。