Humanitext Reader

吕西亚斯 · 关于圣橄榄树桩案的辩护 §22-32

证人的缺失与公民奉献记录

第 3 段,共 4 段 · 希腊语

内容简介

被告指出原告尼科马霍斯在指控事件发生时未带来官吏或证人这一反常举动,并强调自己作为模范公民积极履行公共服务(leitourgiai),毫无动机去冒如此巨大的风险,以此申明自己的无罪。

§22καίτοι εἰ ὅτε φῄς μʼ ἰδεῖν τὴν μορίαν ἀφανίζοντα τοὺς ἐννέα ἄρχοντας ἐπήγαγες ἢ ἄλλους τινὰς τῶν ἐξ Ἀρείου πάγου, οὐκ ἂν ἑτέρων ἔδει σοι μαρτύρων· οὕτω γὰρ ἄν σοι συνῄδεσαν ἀληθῆ λέγοντι, οἵπερ καὶ διαγιγνώσκειν ἔμελλον περὶ τοῦ πράγματος.
然而,如果你在你声称看见我移走圣橄榄树树桩的时候,带来了九位执政官或阿雷奥帕古斯的其他成员,你就不需要其他的证人了;因为那些将要对此案进行判决的人,自己就会证实你说的是真话。
§23δεινότατα οὖν πάσχω· ὃς εἰ μὲν παρέσχετο μάρτυρας, τούτοις ἂν ἠξίου πιστεύειν, ἐπειδὴ δὲ οὐκ εἰσὶν αὐτῷ ἐμοὶ καὶ ταύτην ζημίαν οἴεται χρῆναι γενέσθαι.
因此,我正遭受着极其不公的对待;这个人如果提供了证人,他会要求你们相信他们,但既然他没有证人,他竟然认为这也应当成为我的不利。
καὶ τούτου μὲν οὐ θαυμάζω· οὐ γὰρ δήπου συκοφαντῶν ἅμα τοιούτων τε λόγων ἀπορήσει καὶ μαρτύρων· ὑμᾶς δʼ οὐκ ἀξιῶ τὴν αὐτὴν τούτῳ γνώμην ἔχειν.
对此我并不感到奇怪;因为作为一个告密者,他当然绝不会缺少这样的言辞和证人;但我恳请你们不要持有与他相同的看法。
§24ἐπίστασθε γὰρ ἐν τῷ πεδίῳ πολλὰς μορίας οὔσας καὶ πυρκαϊὰς ἐν τοῖς ἄλλοις τοῖς ἐμοῖς χωρίοις, ἅς, εἴπερ ἐπεθύμουν, πολὺ ἦν ἀσφαλέστερον καὶ ἀφανίσαι καὶ ἐκκόψαι καὶ ἐπεργάσασθαι, ὅσῳπερ ἧττον τὸ ἀδίκημα πολλῶν οὐσῶν ἔμελλε δῆλον ἔσεσθαι.
因为你们知道,在平原上有许多圣橄榄树,在我的其他土地上也有许多烧毁的树桩,如果我真的想这么做,移走、砍伐并耕作那些土地要安全得多,因为在数量众多的情况下,这种违法行为显然更不易被发现。
§25νῦν δʼ οὕτως αὐτὰς περὶ πολλοῦ ποιοῦμαι ὥσπερ καὶ τὴν πατρίδα καὶ τὴν ἄλλην οὐσίαν, ἡγούμενος περὶ ἀμφοτέρων τούτων εἶναί μοι τὸν κίνδυνον.
但事实上,我高度珍视它们,就像珍视我的祖国和其他财产一样,因为我认为我所面临的危险与这两者都休戚相关。
αὐτοὺς τοίνυν ὑμᾶς τούτων μάρτυρας παρέξομαι, ἐπιμελουμένους μὲν ἑκάστου μηνός, ἐπιγνώμονας δὲ πέμποντας καθʼ ἕκαστον ἐνιαυτόν· ὧν οὐδεὶς πώποτʼ ἐζημίωσέ μʼ ὡς ἐργαζόμενον τὰ περὶ τὰς μορίας χωρία.
因此,我将提供你们自己作为这些事情的证人,你们每个月进行监管,并且每年派遣视察员;其中没有任何人曾因我耕作圣橄榄树周围的土地而处罚过我。
§26καίτοι οὐ δήπου τὰς μὲν μικρὰς ζημίας οὕτω περὶ πολλοῦ ποιοῦμαι, τοὺς δὲ περὶ τοῦ σώματος κινδύνους οὕτω περὶ οὐδενὸς ἡγοῦμαι· καὶ τὰς μὲν πολλὰς ἐλάας, εἰς ἃς ἐξῆν μᾶλλον ἐξαμαρτάνειν, οὕτω θεραπεύων φαίνομαι, τὴν δὲ μορίαν, ἣν οὐχ οἷόν τʼ ἦν λαθεῖν ἐξορύξαντα, ὡς ἀφανίζων νυνὶ κρίνομαι.
然而,我当然不可能如此看重微小的处罚,却把关乎性命的危险视同儿戏;而且,对于那些更容易犯法、数量众多的橄榄树,显然我是在这样精心照料,但对于那株一旦挖掘就绝不可能瞒过众人的圣橄榄树,我现在却被指控将其移走而接受审判。
§27πότερον δέ μοι κρεῖττον ἦν, ὦ βουλή, δημοκρατίας οὔσης παρανομεῖν ἢ ἐπὶ τῶν τριάκοντα;
议事会的各位,对我来说,是在民主制下违法更方便,还是在三十人僭主统治下?
καὶ οὐ λέγω ὡς τότε δυνάμενος ἢ ὡς νῦν διαβεβλημένος, ἀλλʼ ὡς τῷ βουλομένῳ τότε μᾶλλον ἐξὸν ἀδικεῖν ἢ νυνί.
我并不是说我当时很有势力,或者现在受到了诽谤,而是说当时对于想作恶的人来说,比现在更容易。
ἐγὼ τοίνυν οὐδʼ ἐν ἐκείνῳ τῷ χρόνῳ οὔτε τοιοῦτον οὔτε ἄλλο οὐδὲν κακὸν ποιήσας φανήσομαι.
然而,即便是在那个时期,我也将被证实没有做过任何此类事情或任何其他坏事。
§28πῶς δʼ ἄν, εἰ μὴ πάντων ἀνθρώπων ἐμαυτῷ κακονούστατος ἦ, ὑμῶν οὕτως ἐπιμελουμένων ἐκ τούτου τὴν μορίαν ἀφανίζειν ἐπεχείρησα τοῦ χωρίου, ἐν ᾧ δένδρον μὲν οὐδὲ ἕν ἐστι, μιᾶς δὲ ἐλάας σηκός, ὡς οὗτός φησιν, ἦν, κυκλόθεν δὲ ὁδὸς περιέχει, ἀμφοτέρωθεν δὲ γείτονες περιοικοῦσιν, ἄερκτον δὲ καὶ πανταχόθεν κάτοπτόν ἐστιν;
如果我不是全人类中最仇视自己的人,在你们如此严密监管的情况下,我怎会企图从这块土地上移走圣橄榄树呢? 那块土地上连一棵树都没有,按照这个人的说法,之前只有一株圣橄榄树的树桩,四周被道路环绕,两旁都有邻居居住,而且没有围墙,从四面八方都可以看得一清二楚。
ὥστε τίς ἂν ἀπετόλμησε, τούτων οὕτως ἐχόντων, ἐπιχειρῆσαι τοιούτῳ πράγματι; δεινὸν δέ μοι δοκεῖ εἶναι ὑμᾶς μέν,
因此,在这种情况下,谁敢冒险去做出这样的事情?
§29οἷς ὑπὸ τῆς πόλεως τὸν ἅπαντα χρόνον προστέτακται τῶν μορίων ἐλαῶν ἐπιμελεῖσθαι, μήθʼ ὡς ἐπεργαζόμενον πώποτε ζημιῶσαί με μήθʼ ὡς ἀφανίσαντα εἰς κίνδυνον καταστῆσαι, τοῦτον δʼ ὃς οὔτε γεωργῶν ἐγγὺς τυγχάνει οὔτʼ ἐπιμελητὴς ᾑρημένος οὔθʼ ἡλικίαν ἔχων εἰδέναι περὶ τῶν τοιούτων, ἀπογράψαι με ἐκ γῆς μορίαν ἀφανίζειν.
但在我看来,令人感到匪夷所思的是,你们,被城邦终身委派负责监管圣橄榄树,既从未因我耕作它们而处罚过我,也从未因我移走它们而使我陷入危险,而这个既不在附近耕作、又未被选为监管员、也未达到能了解这些事务的年龄的人,却举报我从土地上移走了一株圣橄榄树。
§30ἐγὼ τοίνυν δέομαι ὑμῶν μὴ τοὺς τοιούτους λόγους πιστοτέρους ἡγήσασθαι τῶν ἔργων, μηδὲ περὶ ὧν αὐτοὶ σύνιστε, τοιαῦτʼ ἀνασχέσθαι τῶν ἐμῶν ἐχθρῶν λεγόντων, ἐνθυμουμένους καὶ ἐκ τῶν εἰρημένων καὶ ἐκ τῆς ἄλλης πολιτείας.
因此,我恳求你们不要认为这样的言辞比实际行动更值得信任,也不要容忍我的敌人在你们自己明知的事情上说出这样的话,而是要结合我所说的话以及我其余的公民生活来进行考量。
§31ἐγὼ γὰρ τὰ ἐμοὶ προστεταγμένα ἅπαντα προθυμότερον πεποίηκα ἢ ὡς ὑπὸ τῆς πόλεως ἠναγκαζόμην, καὶ τριηραρχῶν καὶ εἰσφορὰς εἰσφέρων καὶ χορηγῶν καὶ τἆλλα λῃτουργῶν οὐδενὸς ἧττον πολυτελῶς τῶν πολιτῶν.
因为我比城邦所强制要求的更加热心地履行了所有分派给我的任务,无论是担任三列桨战船船长、缴纳战争税、赞助合唱团,还是履行其他公共服务,我的花费绝不亚于任何其他公民。
§32καίτοι ταῦτα μὲν μετρίως ποιῶν ἀλλὰ μὴ προθύμως οὔτʼ ἂν περὶ φυγῆς οὔτʼ ἂν περὶ τῆς ἄλλης οὐσίας ἠγωνιζόμην, πλείω δʼ ἂν ἐκεκτήμην, οὐδὲν ἀδικῶν οὐδʼ ἐπικίνδυνον ἐμαυτῷ καταστήσας τὸν βίον· ταῦτα δὲ πράξας, ἃ οὗτός μου κατηγορεῖ, ἐκέρδαινον μὲν οὐδέν, ἐμαυτὸν δʼ εἰς κίνδυνον καθίστην.
然而,如果我只是敷衍而不是热心地履行这些义务,我就不会为了免遭流放或被没收财产而在此辩护,而且我本可以拥有更多财产,同时既不犯任何错误,也不会让自己过上危险重重的生活;相反,如果做了这个人指控我所做的事,我将毫无所获,反而将自己置于险境。

词汇与语法注释

  1. §22οὐκ ἂν ἑτέρων ἔδει σοι μαρτύρων — 过去虚拟条件句的主句(ἄν + 直说语气未完成过去时),对应前文的条件从句 εἰ ... ἐπήγαγες。表示“你本不需要其他证人(但实际上你需要)”。
  2. §23ὃς εἰ μὲν παρέσχετο ... ἐμοί ... ζημίαν ... γενέσθαι — 关系代词 ὃς(主格,先行词为前文的尼科马霍斯)作为主语,支配对比结构(εἰ μὲν ... ἐ批驳 δέ)后半部分的动词 οἴεται,而 οἴεται 进一步支配对格与不定式结构(ἐμοί ... χρῆναι γενέσθαι)。整句结构为“这个人在一方面……,在另一方面却认为……”。
  3. §25ὧν οὐδεὶς πώποτʼ ἐζημίωσέ μʼ ὡς ἐργαζόμενον τὰ περὶ τὰς μορίας χωρία — 关系代词 ὧν 的先行词并非紧邻的“你们自己”,而是分词所暗示的名词(即每年派遣的“视察员” ἐπιγνώμονας)。ὡς + 分词 ἐργαζόμενον 表示主观原因或指控内容(“以耕作……为由”)。
  4. §29δεινὸν δέ μοι δοκεῖ εἶναι ὑμᾶς μέν ... τοῦτον δʼ ... ἀπογράψαι με — 对格与不定式从句(ὑμᾶς μέν ... [μήτε ζημιῶσαι μήτε καταστῆσαι] 与 τοῦτον δʼ ... ἀπογράψαι)并列,作为无人称表达 δεινὸν ... εἶναι(“……在我看来似乎是令人震惊的”)的真正主语。
  5. §32καίτοι ταῦτα μὲν μετρίως ποιῶν — 分词 ποιῶν 是条件分词,代表条件从句(“如果我……履行的话”),对应后续过去虚拟主句(未完成过去时加 ἄν:ἂν ... ἠγωνιζόμην, ἂν ἐκεκτήμην)。

引用这一段

吕西亚斯, 关于圣橄榄树桩案的辩护 §22-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg007.humanitext-grc2:22-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。