§33καίτοι πάντες ἂν ὁμολογήσαιτε δικαιότερον εἶναι τοῖς μεγάλοις χρῆσθαι τεκμηρίοις περὶ τῶν μεγάλων, καὶ πιστότερα ἡγεῖσθαι περὶ ὧν ἅπασα ἡ πόλις μαρτυρεῖ, μᾶλλον ἢ περὶ ὧν μόνος οὗτος κατηγορεῖ.
然而,你们所有人都会同意,在重大的事情上使用重大的证据是更公正的,而且比起仅凭这个人独自指控的事,信任整个城邦所见证的事要更为可靠。
§34ἔτι τοίνυν, ὦ βουλή, ἐκ τῶν ἄλλων σκέψασθε.
此外,议事会的各位,请从其他事实来考量。
μάρτυρας γὰρ ἔχων αὐτῷ προσῆλθον, λέγων ὅτι μοι πάντες ἔτι εἰσὶν οἱ θεράποντες, οὓς ἐκεκτήμην ἐπειδὴ παρέλαβον τὸ χωρίον, καὶ ἕτοιμός εἰμι, εἴ τινα βούλοιτο, παραδοῦναι βασανίζειν, ἡγούμενος οὕτως ἂν τὸν ἔλεγχον ἰσχυρότερον γενέσθαι τῶν τούτου λόγων καὶ τῶν ἔργων τῶν ἐμῶν.
我带着证人去找他,对他说,当我接收这块土地时所拥有的奴隶现在全都还在我这里,如果他愿意,我随时准备把其中任何人交出来接受审讯,因为我认为这样进行检验会比他的言辞和我的行为更有说服力。
οὗτος δʼ οὐκ ἤθελεν, §35οὐδὲν φάσκων πιστὸν εἶναι τοῖς θεράπουσιν.
但他并不愿意,声称奴隶的话毫无可信度。
ἐμοὶ δὲ δοκεῖ θαυμαστὸν εἶναι, εἰ περὶ αὑτῶν μὲν οἱ βασανιζόμενοι κατηγοροῦσιν, εὖ εἰδότες ὅτι ἀποθανοῦνται, περὶ δὲ τῶν δεσποτῶν, οἷς πεφύκασι κακονούστατοι, μᾶλλον ἂν ἕλοιντο ἀνέχεσθαι βασανιζόμενοι ἢ κατειπόντες ἀπηλλάχθαι τῶν παρόντων κακῶν.
但在我看来,令人惊异的是,如果受拷问的人在明知自己会死的情况下还会指控自己,却对他们天生最仇视的主人,宁愿选择忍受拷问,也不愿通过说出真相来摆脱眼前的痛苦。
§36καὶ μὲν δή, ὦ βουλή, φανερὸν οἶμαι εἶναι πᾶσιν ὅτι, εἰ Νικομάχου ἐξαιτοῦντος τοὺς ἀνθρώπους μὴ παρεδίδουν, ἐδόκουν ἂν ἐμαυτῷ συνειδέναι· ἐπειδὴ τοίνυν ἐμοῦ παραδιδόντος οὗτος παραλαβεῖν οὐκ ἤθελε, δίκαιον καὶ περὶ τούτου τὴν αὐτὴν γνώμην σχεῖν, ἄλλως τε καὶ τοῦ κινδύνου οὐκ ἴσου ἀμφοτέροις ὄντος.
而且,议事会的各位,我想所有人都能看得很清楚,如果当尼科马科斯要求交出这些人时我不肯交出,我就会被认为心里有鬼;既然在我主动交出时,他却不愿接受,那么在这一问题上也理应对他抱有同样(有罪)的看法,尤其是因为双方所面临的危险并不均等。
§37περὶ ἐμοῦ μὲν γὰρ εἰ ἔλεγον ἃ οὗτος ἐβούλετο, οὐδʼ ἂν ἀπολογήσασθαί μοι ἐξεγένετο· τούτῳ δʼ εἰ μὴ ὡμολόγουν, οὐδεμιᾷ ζημίᾳ ἔνοχος ἦν.
因为对于我来说,如果他们说了这个人所期望的话,我就连辩护的机会都没有了;而对于他来说,如果奴隶们不承认,他也不会承担任何惩罚。
ὥστε πολὺ μᾶλλον τοῦτον παραλαμβάνειν ἐχρῆν ἢ ἐμὲ παραδοῦναι προσῆκεν.
因此,他接受奴隶的必要性,远比我交出奴隶的合理性要大得多。
ἐγὼ τοίνυν εἰς τοῦτο προθυμίας ἀφικόμην, ἡγούμενος μετʼ ἐμοῦ εἶναι καὶ ἐκ βασάνων καὶ ἐκ μαρτύρων καὶ ἐκ τεκμηρίων ὑμᾶς περὶ τοῦ πράγματος τἀληθῆ πυθέσθαι.
我之所以表现得如此积极,是因为我认为,让你们通过拷问、证人和客观证据来了解事情的真相,对我而言是有利的。
§38ἐνθυμεῖσθαι δὲ χρή, ὦ βουλή, ποτέροις χρὴ πιστεύειν μᾶλλον, οἷς πολλοὶ μεμαρτυρήκασιν ἢ ᾧ μηδεὶς τετόλμηκε, καὶ πότερον εἰκὸς μᾶλλον τοῦτον ἀκινδύνως ψεύδεσθαι ἢ μετὰ τοσούτου κινδύνου τοιοῦτον ἐμὲ ἔργον ἐργάσασθαι, καὶ πότερον οἴεσθε αὐτὸν ὑπὲρ τῆς πόλεως βοηθεῖν ἢ συκοφαντοῦντα αἰτιάσασθαι.
议事会的各位,你们必须考虑哪一方更值得信任,是那些有许多人为其作证的人,还是那个没有任何人敢为其作证的人;而且是这个人毫无危险地撒谎更有可能,还是我冒着如此巨大的危险做出这样的事情更有可能;以及你们认为他是为了城邦而挺身而出,还是作为告密者来进行指控。
§39ἐγὼ μὲν γὰρ ὑμᾶς ἡγοῦμαι νομίζειν ὅτι Νικόμαχος ὑπὸ τῶν ἐχθρῶν πεισθεὶς τῶν ἐμῶν τοῦτον τὸν ἀγῶνα ἀγωνίζεται, οὐχ ὡς ἀδικοῦντα ἐλπίζων ἀποδείξειν, ἀλλʼ ὡς ἀργύριον παρʼ ἐμοῦ λήψεσθαι προσδοκῶν.
因为我确实认为你们相信,尼科马科斯是在我的敌人们的说唆使下打这场官司的,他并不是指望能证明我犯了罪,而是指望能从我这里得到一笔钱。
ὅσῳ γὰρ οἱ τοιοῦτοί εἰσιν ἐπαιτιώτατοι καὶ ἀπορώτατοι τῶν κινδύνων, τοσούτῳ πάντες αὐτοὺς φεύγουσι μάλιστα.
因为这种诉讼的危险越是麻烦、越是难以摆脱,人们就越是极力避开它们。
§40ἐγὼ δέ, ὦ βουλή, οὐκ ἠξίουν, ἀλλʼ ἐπειδήπερ με ᾐτιάσατο, παρέσχον ἐμαυτὸν ὅ τι βούλεσθε χρῆσθαι, καὶ τούτου ἕνεκα τοῦ κινδύνου οὐδενὶ ἐγὼ τῶν ἐχθρῶν διηλλάγην, οἳ ἐμὲ ἥδιον κακῶς λέγουσιν ἢ σφᾶς αὐτοὺς ἐπαινοῦσι.
但我,议事会的各位,并不认为应该这样做,既然他指控了我,我就将自己交由你们任意处置,而且我没有为了避免这个危险而与我的任何敌人私了,他们宁可说我的坏话也不愿称赞他们自己。
καὶ φανερῶς μὲν οὐδεὶς πώποτε ἐμὲ αὐτὸς ἐπεχείρησε ποιῆσαι κακὸν οὐδέν, τοιούτους δὲ ἐπιπέμπουσί μοι, οἷς ὑμεῖς οὐκ ἂν δικαίως πιστεύοιτε. πάντων γὰρ ἀθλιώτατος ἂν γενοίμην,
他们从来不敢公开对我做任何坏事,却唆使这样的人来对付我,你们是不应该公正地信任这些人的。
§41εἰ φυγὰς ἀδίκως καταστήσομαι, ἄπαις μὲν ὢν καὶ μόνος, ἐρήμου δὲ τοῦ οἴκου γενομένου, μητρὸς δὲ πάντων ἐνδεοῦς οὔσης, πατρίδος δὲ τοιαύτης ἐπʼ αἰσχίσταις στερηθεὶς αἰτίαις, πολλὰς μὲν ναυμαχίας ὑπὲρ αὐτῆς νεναυμαχηκώς, πολλὰς δὲ μάχας μεμαχημένος, κόσμιον δʼ ἐμαυτὸν καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλιγαρχίᾳ παρασχών.
因为我将成为所有人中最悲惨的人,如果我被不公地判处流放,无子且孤独,家道败落,母亲一无所有,在最可耻的指控下失去了如此伟大的祖国——而我曾为之参加过许多次海战,打过许多次陆战,并在民主制和寡头制下都表现得循规蹈矩。
§42ἀλλὰ γάρ, ὦ βουλή, ταῦτα μὲν ἐνθάδε οὐκ οἶδʼ ὅ τι δεῖ λέγειν· ἀπέδειξα δʼ ὑμῖν ὡς οὐκ ἐνῆν σηκὸς ἐν τῷ χωρίῳ, καὶ μάρτυρας παρεσχόμην καὶ τεκμήρια.
然而,议事会的各位,我不知道为什么有必要在这里说这些;我已经向你们证明了那块土地上根本没有树桩,并提供了证人和证据。
ἃ χρὴ μεμνημένους διαγιγνώσκειν περὶ τοῦ πράγματος, καὶ ἀξιοῦν παρὰ τούτου πυθέσθαι ὅτου ἕνεκα, ἐξὸν ἐπʼ αὐτοφώρῳ ἐλέγξαι, τοσούτῳ χρόνῳ ὕστερον εἰς τοσοῦτόν με κατέστησεν ἀγῶνα, §43καὶ μάρτυρα οὐδένα παρασχόμενος ἐκ τῶν λόγων ζητεῖ πιστὸς γενέσθαι, ἐξὸν αὐτοῖς ἔργοις ἀδικοῦντα ἀποδεῖξαι, καὶ ἐμοῦ ἅπαντας διδόντος τοὺς θεράποντας, οὕς φησι παραγενέσθαι, παραλαβεῖν οὐκ ἤθελεν.
你们应当记住这些,并对案件做出判决,同时要求从这个人那里得知,既然当初可以当场揭穿,为什么在过了这么长时间之后才把我拖入如此重大的诉讼之中,而且在没有提供任何证人的情况下,企图仅凭言辞来获取信任,而本来他是可以通过事实来证明我犯罪的,况且当我愿意交出他声称在场的所有奴隶时,他却不愿接受他们。