Humanitext Reader

吕西亚斯 · 关于圣橄榄树桩案的辩护 §12-21

缺乏作案动机与起诉中的矛盾

第 2 段,共 4 段 · 希腊语

内容简介

被告合理地论证了他没有任何动机(利益或实用必要性)去移走神圣的橄榄树桩,也绝不可能冒着白天的风险并在奴隶、承租人及邻居皆知情的情况下行事。接着,他指出起诉人尼科马霍斯声称目睹了罪行却在当时毫无作为的矛盾,以此揭露指控的虚假性。

§12ἐγὼ τοίνυν, ὦ βουλή, ἐν μὲν τῷ τέως χρόνῳ, ὅσοι με φάσκοιεν δεινὸν εἶναι καὶ ἀκριβῆ καὶ οὐδὲν ἂν εἰκῇ καὶ ἀλογίστως ποιῆσαι, ἠγανάκτουν ἄν, ἡγούμενος μᾶλλον λέγεσθαι ἢ ὥς μοι προσῆκε·
议事会的各位,因此,在过去,每当有人说我是个精明、严谨、绝不会草率和无理智行事的人时,我总是感到恼火,认为这超出了对我应有的评价。
νῦν δὲ πάντας ἂν ὑμᾶς βουλοίμην περὶ ἐμοῦ ταύτην τὴν γνώμην ἔχειν, ἵνα ἡγῆσθέ με σκοπεῖν ἄν, εἴπερ τοιούτοις ἔργοις ἐπεχείρουν, καὶ ὅ τι κέρδος ἐγίγνετο τῷ ἀφανίσαντι καὶ ἥτις ζημία περιποιήσαντι, καὶ τί ἂν λαθὼν διεπραξάμην καὶ τί ἂν φανερὸς γενόμενος ὑφʼ ὑμῶν ἔπασχον.
但如今,我倒希望你们所有人对我都有这样的看法,好让你们相信,如果我真的企图做出这样的事,我肯定会考虑:移走树桩的人能获得什么利益,而保留它的人又会遭受什么损失;如果瞒过众人,我能得到什么,如果败露,我又会遭到你们怎样的惩罚。
§13πάντες γὰρ ἄνθρωποι τὰ τοιαῦτα οὐχ ὕβρεως ἀλλὰ κέρδους ἕνεκα ποιοῦσι, καὶ ὑμᾶς εἰκὸς οὕτω σκοπεῖν, καὶ τοὺς ἀντιδίκους ἐκ τούτων τὰς κατηγορίας ποιεῖσθαι, ἀποφαίνοντας ἥτις ὠφέλεια τοῖς ἀδικήσασιν ἐγίγνετο.
因为所有的人做这类事情都不是出于狂妄,而是为了利益,你们这样看待也是理所当然的,而对手也理应根据这些来进行指控,指明违法者能从中获得什么好处。
§14οὗτος μέντοι οὐκ ἂν ἔχοι ἀποδεῖξαι οὔθʼ ὡς ὑπὸ πενίας ἠναγκάσθην τοιούτοις ἔργοις ἐπιχειρεῖν, οὔθʼ ὡς τὸ χωρίον μοι διεφθείρετο τοῦ σηκοῦ ὄντος, οὔθʼ ὡς ἀμπέλοις ἐμποδὼν ἦν, οὔθʼ ὡς οἰκίας ἐγγύς, οὔθʼ ὡς ἐγὼ ἄπειρος τῶν παρʼ ὑμῖν κινδύνων.
然而,这个人既无法证明我是由于贫困而被迫企图做出这种事,也无法证明因为树桩的存在我的土地遭到了破坏,也无法证明它妨碍了葡萄树,或是在房屋附近,更无法证明我不了解在你们这里所要面临的危险。
§15ἐγὼ δʼ εἴ τι τοιοῦτον ἔπραττον, πολλὰς ἂν καὶ μεγάλας ἐμαυτῷ ζημίας γενομένας ἀποφήναιμι· ὃς πρῶτον μὲν μεθʼ ἡμέραν ἐξέκοπτον τὸν σηκόν, ὥσπερ οὐ πάντας λαθεῖν δέον, ἀλλὰ πάντας Ἀθηναίους εἰδέναι.
另一方面,如果我真的做了这样的事,我可以指出我自己会遭受许多巨大的损失;因为首先,我是在白天砍伐那个树桩,就好像不仅不需要瞒着所有人,反而需要让所有雅典人都知道似的。
καὶ εἰ μὲν αἰσχρὸν ἦν μόνον τὸ πρᾶγμα, ἴσως ἄν τις τῶν παριόντων ἠμέλησε· νῦν δʼ οὐ περὶ αἰσχύνης ἀλλὰ τῆς μεγίστης ζημίας ἐκινδύνευον.
而且,如果这件事情仅仅是可耻的,也许过路的人还会不予理会;但如今我面临的危险不仅是耻辱,而是最重大的惩罚。
§16πῶς δʼ οὐκ ἂν ἦ ἀθλιώτατος ἀνθρώπων ἁπάντων, εἰ τοὺς ἐμαυτοῦ θεράποντας μηκέτι δούλους ἔμελλον ἕξειν ἀλλὰ δεσπότας τὸν λοιπὸν βίον, τοιοῦτον ἔργον συνειδότας;
此外,如果我让自己的仆人知道这件事情,从而使他们在我的余生中不再是奴隶,而是成为我的主人,那我岂不成了全人类中最悲惨的人?
ὥστε εἰ καὶ τὰ μέγιστα εἰς ἐμὲ ἐξημάρτανον, οὐκ ἂν οἷόν τε ἦν δίκην με παρʼ αὐτῶν λαμβάνειν· εὖ γὰρ ἂν ᾔδη ὅτι ἐπʼ ἐκείνοις ἦν καὶ ἐμὲ τιμωρήσασθαι καὶ αὐτοῖς μηνύσασιν ἐλευθέροις γενέσθαι.
以至于即使他们对我犯下极大的过错,我也不可能惩罚他们;因为我很清楚,主动权在他们手里,他们既可以惩罚我,也可以通过告发我而使他们自己获得自由。
§17ἔτι τοίνυν, εἰ τῶν οἰκετῶν παρέστη μοι μηδὲν φροντίζειν, πῶς ἂν ἐτόλμησα τοσούτων μεμισθωμένων καὶ ἁπάντων συνειδότων ἀφανίσαι τὸν σηκὸν βραχέος μὲν κέρδους ἕνεκα, προθεσμίας δὲ οὐδεμιᾶς οὔσης τῷ κινδύνῳ τοῖς εἰργασμένοις ἅπασι τὸ χωρίον ὁμοίως προσῆκον εἶναι σῶν τὸν σηκόν ἵνʼ, εἴ τις αὐτοὺς ᾐτιᾶτο, εἶχον ἀνενεγκεῖν ὅτῳ παρέδοσαν;
再者,即使我产生了解雇奴隶们的念头,在有这么多人承租过、且所有人都知情的情况下,为了微薄的利益,我怎敢冒着没有追诉时效限制的危险去移走树桩呢? 而对于所有耕作过这块土地的人来说,保持树桩完好无损同样是符合他们利益的,以便在有人指控他们时,他们能够指出曾把它交给了谁。
νῦν δὲ καὶ ἐμὲ ἀπολύσαντες φαίνονται, καὶ σφᾶς αὐτούς, εἴπερ ψεύδονται, μετόχους τῆς αἰτίας καθιστάντες.
但如今,他们不仅澄清了我,而且如果他们是在撒谎的话,显然也使他们自己成为了罪责的共犯。
§18εἰ τοίνυν καὶ ταῦτα παρεσκευασάμην, πῶς ἂν οἷός τʼ ἦ πάντας πεῖσαι τοὺς παριόντας, ἢ τοὺς γείτονας, οἳ οὐ μόνον ἀλλήλων ταῦτʼ ἴσασιν ἃ πᾶσιν ὁρᾶν ἔξεστιν, ἀλλὰ καὶ περὶ ὧν ἀποκρυπτόμεθα μηδένα εἰδέναι, καὶ περὶ ἐκείνων πυνθάνονται;
那么,即使我已经做好了这些准备,我又怎能说服所有的行人和邻居呢? 他们不仅互相了解那些所有人都能看见的事,甚至连我们极力隐瞒、不想让任何人知道的事也要去探听。
ἐμοὶ τοίνυν τούτων οἱ μὲν φίλοι οἱ δὲ διάφοροι περὶ τῶν ἐμῶν τυγχάνουσιν ὄντες·
而在这些人中,有些人是我的朋友,有些人在财产问题上则是我的对手。
§19οὓς ἐχρῆν τοῦτον παρασχέσθαι μάρτυρας, καὶ μὴ μόνον οὕτως τολμηρὰς κατηγορίας ποιεῖσθαι· ὅς φησιν ὡς ἐγὼ μὲν παρειστήκη, οἱ δʼ οἰκέται ἐξέτεμνον τὰ πρέμνα, ἀναθέμενος δὲ ὁ βοηλάτης ὤχετο ἀπάγων τὰ ξύλα.
这个人理应把这些人作为证人提供出来,而不是仅做出这样大胆的指控;他声称当时我站在一旁,而仆人们正在砍伐树根,牛车夫装上木材便拉走了。
§20καίτοι, ὦ Νικόμαχε, χρῆν σε τότε καὶ παρακαλεῖν τοὺς παρόντας μάρτυρας, καὶ φανερὸν ποιεῖν τὸ πρᾶγμα· καὶ ἐμοὶ μὲν οὐδεμίαν ἂν ἀπολογίαν ὑπέλιπες, αὐτὸς δέ, εἰ μέν σοι ἐχθρὸς ἦ, ἐν τούτῳ τῷ τρόπῳ ἦσθα ἄν με τετιμωρημένος, εἰ δὲ τῆς πόλεως ἕνεκα ἔραττες, οὕτως ἐξελέγξας οὐκ ἂν ἐδόκεις εἶναι συκοφάντης, εἰ δὲ κερδαίνειν ἐβούλου, §21τότʼ ἂν πλεῖστον ἔλαβες· φανεροῦ γὰρ ὄντος τοῦ πράγματος οὐδεμίαν ἄλλην ἡγούμην ἂν εἶναί μοι σωτηρίαν ἢ σὲ πεῖσαι.
然而,尼科马霍斯,你当时应当召唤在场的人作为证人,并将事情公开;这样你就不会给我留任何申辩的机会,而你自己,如果你是我的敌人,就可以用这种方式惩罚我,如果你是为了城邦而行动,通过这样证实你就不会被看作是告密者,如果你想发财,那时你就能拿到最大一笔钱了;因为在事情败露的情况下,我认为除了说服你之外,我没有别的生路。
τούτων τοίνυν οὐδὲν ποιήσας διὰ τοὺς σοὺς λόγους ἀξιοῖς με ἀπολέσθαι, καὶ κατηγορεῖς ὡς ὑπὸ τῆς ἐμῆς δυνάμεως καὶ τῶν ἐμῶν χρημάτων οὐδεὶς ἐθέλει σοι μαρτυρεῖν.
然而,你没有做这其中的任何一件事,却企图凭你的空口白话来毁灭我,并控诉说由于我的势力和财产,没有人愿意为你作证。

词汇与语法注释

  1. 12ὅσοι με φάσκοιεν... ἠγανάκτουν ἄν — 从句中的希求语气(φάσκοιεν,表示过去的普遍条件)与主句中的未完成过去式加 ἄν(ἠγανάκτουν ἄν)相结合,表示过去反复发生的事态,或是被告对假设性过去情况的习惯性反应。
  2. 12σκοπεῖν ἄν — 尽管位于由 ἵνα 引导的目的从句中,但带 ἄν 的不定式(σκοπεῖν ἄν)依赖于由 βουλοίμην 引导的对格不定式结构。它代表了过去相反事实条件句的归结(相当于 ἂν ἐσκόπουν,“我本会考虑”)。
  3. 16τοιούτον ἔργον συνειδότας — 完成时分词 συνειδότας(源自 σύνοιδα,“知情、共谋”)既可以用作修饰前面名词 θεράποντας(“仆人们”)的属性用法,也可以用作表示伴随情况或原因的副词性用法,说明主人不得不受制于他们的原因。
  4. 17προσῆκον εἶναι — 非人称动词 προσήκει 的中性对格分词 προσῆκον 伴随不定式 εἶναι,在间接引语中作为非人称结构,表示过去的客观义务(“尽管……是理所应当的”)。
  5. 20χρῆν — 非人称动词的未完成过去式(相当于 ἐχρῆν),在此处不带助词 ἄν 使用,用以表示过去未履行的义务(“你当时本应当做,但却没有做”),这在表示必要性、义务或可能性的动词非现实语气中是标准用法。

引用这一段

吕西亚斯, 关于圣橄榄树桩案的辩护 §12-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg007.humanitext-grc2:12-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。