Humanitext Reader

吕西亚斯 · 关于圣橄榄树桩案的辩护 §1-11

指控的变更与依据土地沿革的反驳

第 1 段,共 4 段 · 希腊语

内容简介

起诉人起初指控移走橄榄树,失败后,现在又声称发言人移走了一个神圣的橄榄树桩。发言人通过追踪土地的所有权历史并详细说明战争时期的破坏来予以反击,准备证明在他取得和出租该地产时,根本不存在这样的树桩。

§1πρότερον μέν, ὦ βουλή, ἐνόμιζον ἐξεῖναι τῷ βουλομένῳ, ἡσυχίαν ἄγοντι, μήτε δίκας ἔχειν μήτε πράγματα· νυνὶ δὲ οὕτως ἀπροσδοκήτως αἰτίαις καὶ πονηροῖς συκοφάνταις περιπέπτωκα, ὥστʼ εἴ πως οἷόν τε, δοκεῖ μοι δεῖν καὶ τοὺς μὴ γεγονότας ἤδη δεδιέναι περὶ τῶν μελλόντων ἔσεσθαι· διὰ γὰρ τοὺς τοιούτους οἱ κίνδυνοι κοινοὶ γίγνονται καὶ τοῖς μηδὲν ἀδικοῦσι καὶ τοῖς πολλὰ ἡμαρτηκόσιν.
议事会的各位,以前我认为,凡是愿意过安宁生活的人,既不必打官司,也不必惹上麻烦;但如今我却如此出乎意料地遭遇了指控和恶毒的告密者,以至于如果可能的话,在我看来,甚至连那些尚未出生的人,现在也应该对未来将要发生的事感到恐惧;因为由于这样的人,危险对于毫无过错的人和犯了许多罪过的人来说,都变成了共同的。
§2οὕτω δʼ ἄπορος ὁ ἀγών μοι καθέστηκεν, ὥστε ἀπεγράφην τὸ μὲν πρῶτον ἐλάαν ἐκ τῆς γῆς ἀφανίζειν, καὶ πρὸς τοὺς ἐωνημένους τοὺς καρποὺς τῶν μορίων πυνθανόμενοι προσῇσαν· ἐπειδὴ δʼ ἐκ τούτου τοῦ τρόπου ἀδικοῦντά με οὐδὲν εὑρεῖν ἐδυνήθησαν, νυνί με σηκόν φασιν ἀφανίζειν, ἡγούμενοι ἐμοὶ μὲν ταύτην τὴν αἰτίαν ἀπορωτάτην εἶναι ἀπελέγξαι, αὐτοῖς δὲ ἐξεῖναι μᾶλλον ὅ τι ἂν βούλωνται λέγειν.
这场诉讼对我来说变得如此困难,以至于起初我被指控从土地上移走了一棵橄榄树,他们还前去向那些购买了神圣橄榄果实的人进行盘问;但当他们通过这种方法无法发现我犯有任何过错时,现在又声称我移走了一个树桩,他们认为这一指控对我来说最难反驳,而对他们自己来说,则更容易为所欲为地信口开河。
§3καὶ δεῖ με, περὶ ὧν οὗτος ἐπιβεβουλευκὼς ἥκει, ἅμʼ ὑμῖν τοῖς διαγνωσομένοις περὶ τοῦ πράγματος ἀκούσαντα καὶ περὶ τῆς πατρίδος καὶ περὶ τῆς οὐσίας ἀγωνίσασθαι.
而我必须针对这个人企图图谋我的事情,与将要对这起案件做出裁决的你们同时听取,并为我的祖国和我的财产而奋斗。
ὅμως δὲ πειράσομαι ἐξ ἀρχῆς ὑμᾶς διδάξαι.
尽管如此,我将尽力从头向你们说明。
§4ἦν μὲν γὰρ τοῦτο Πεισάνδρου τὸ χωρίον, δημευθέντων δὲ τῶν ὄντων ἐκείνου Ἀπολλόδωρος ὁ Μεγαρεὺς δωρειὰν παρὰ τοῦ δήμου λαβὼν τὸν μὲν ἄλλον χρόνον ἐγεώργει, ὀλίγῳ δὲ πρὸ τῶν τριάκοντα Ἀντικλῆς παρʼ αὐτοῦ πριάμενος ἐξεμίσθωσεν· ἐγὼ δὲ παρʼ Ἀντικλέους εἰρήνης οὔσης ὠνοῦμαι.
这块土地原是沛桑德鲁斯的,但在他的财产被没收后,麦加拉人阿波罗多洛斯从人民那里获得赏赐,在之后的时间里进行了耕作。 在三十人僭主统治前不足,安提克勒斯从他那里买下并出租了它;而我则在和平时期从安提克勒斯那里买下了它。
§5ἡγοῦμαι τοίνυν, ὦ βουλή, ἐμὸν ἔργον ἀποδεῖξαι ὡς ἐπειδὴ τὸ χωρίον ἐκτησάμην, οὔτʼ ἐλάα οὔτε σηκὸς ἐνῆν ἐν αὐτῷ.
因此,议事会的各位,我认为我的任务是证明,当我取得这块土地时,其中既没有橄榄树,也没有树桩。
νομίζω γὰρ τοῦ μὲν προτέρου χρόνου, οὐδʼ εἰ πάλαι ἐνῆσαν μορίαι, οὐκ ἂν δικαίως ζημιοῦσθαι· εἰ γὰρ μὴ διʼ ἡμᾶς εἰσιν ἠφανισμέναι, οὐδὲν προσήκει περὶ τῶν ἀλλοτρίων ἁμαρτημάτων ὡς ἀδικοῦντας κινδυνεύειν.
因为我认为,对于以前的时期,即使很久以前那里曾有神圣的橄榄树,我也不应公正地受到惩罚;因为如果它们不是因我们的缘故而消失的,那么我们绝不应该因为他人的过错而像犯罪者一样承担风险。
§6πάντες γὰρ ἐπίστασθε ὅτι ὁ πόλεμος καὶ ἄλλων πολλῶν αἴτιος κακῶν γεγένηται, καὶ τὰ μὲν πόρρω ὑπὸ Λακεδαιμονίων ἐτέμνετο, τὰ δʼ ἐγγὺς ὑπὸ τῶν φίλων διηρπάζετο· ὥστε πῶς ἂν δικαίως ὑπὲρ τῶν τότε τῇ πόλει γεγενημένων συμφορῶν ἐγὼ νυνὶ δίκην διδοίην;
因为你们大家都知道,那场战争是许多其他灾祸的起因,远处的土地被拉刻代蒙人摧毁,而近处的则被盟友们劫掠;因此,对于当时城邦所遭受的灾难,我现在怎能公正地接受惩罚呢?
§7ἄλλως τε καὶ τοῦτο τὸ χωρίον ἐν τῷ πολέμῳ δημευθὲν ἄπρατον ἦν πλεῖν ἢ τρία ἔτη.
尤其是这块土地,在战争期间被没收后,有三年多没有售出。
οὐ θαυμαστὸν δʼ εἰ τότε τὰς μορίας ἐξέκοπτον, ἐν ᾧ οὐδὲ τὰ ἡμέτερʼ αὐτῶν φυλάττειν ἐδυνάμεθα.
而在那个时候,当我们甚至无法保护我们自己的财产时,如果他们砍伐了神圣的橄榄树,这并不令人惊讶。
ἐπίστασθε δέ, ὦ βουλή, ὅσοι μάλιστα τῶν τοιούτων ἐπιμελεῖσθε, πολλὰ ἐν ἐκείνῳ τῷ χρόνῳ δασέα ὄντα ἰδίαις καὶ μορίαις ἐλάαις, ὧν νῦν τὰ πολλὰ ἐκκέκοπται καὶ ἡ γῆ ψιλὴ γεγένηται· καὶ τῶν αὐτῶν καὶ ἐν τῇ εἰρήνῃ καὶ ἐν τῷ πολέμῳ κεκτημένων οὐκ ἀξιοῦτε παρʼ αὐτῶν, ἑτέρων ἐκκοψάντων, δίκην λαμβάνειν.
议事会的各位,尤其是你们当中最关心此类事务的人,你们知道在那个时期,有许多地方长满了私人和神圣的橄榄树,而现在其中大部分已被砍伐,土地已经变得光秃秃了;甚至对于那些在和平和战争时期都拥有它们的人,当别人砍伐它们时,你们也并不认为应该向他们追究责任。
§8καίτοι εἰ τοὺς διὰ παντὸς τοῦ χρόνου γεωργοῦντας τῆς αἰτίας ἀφίετε, ἦ που χρὴ τούς γʼ ἐν τῇ εἰρήνῃ πριαμένους ἀφʼ ὑμῶν ἀζημίους γενέσθαι.
然而,如果你们免除了那些在整个期间都在耕作的人的指控,那么在和平时期从你们那里购买的人,无疑应当免受惩罚。
§9ἀλλὰ γάρ, ὦ βουλή, περὶ μὲν τῶν πρότερον γεγενημένων πολλὰ ἔχων εἰπεῖν ἱκανὰ νομίζω τὰ εἰρημένα· ἐπειδὴ δʼ ἐγὼ παρέλαβον τὸ χωρίον, πρὶν ἡμέρας πέντε γενέσθαι, ἀπεμίσθωσα Καλλιστράτῳ, ἐπὶ Πυθοδώρου ἄρχοντος· §10ὃς δύο ἔτη ἐγεώργησεν, οὔτε ἰδίαν ἐλάαν οὔτε μορίαν οὔτε σηκὸν παραλαβών.
但是,议事会的各位,虽然对于以前发生的事情我有很多话可说,但我认为已经说的这些已经足够了;当我接管这块土地后,没过五天,我就在毕索多罗斯担任执政官的那一年,把它租给了卡利斯特拉托斯;他耕作了两年,既没有接收过私人的橄榄树,也没有接收过神圣的橄榄树,更没有接收过树桩。
τρίτῳ δὲ ἔτει Δημήτριος οὑτοσὶ εἰργάσατο ἐνιαυτόν· τῷ δὲ τετάρτῳ Ἀλκίᾳ Ἀντισθένους ἀπελευθέρῳ ἐμίσθωσα, ὃς τέθνηκε· κᾆτα τρία ἔτη ὁμοίως καὶ Πρωτέας ἐμισθώσατο.
第三年,这位德米特里乌斯耕作了一年;第四年,我把它租给了安提斯泰尼的获释奴隶阿尔基亚斯,他现在已经去世了;随后普罗特阿斯也同样租了三年。
καί μοι δεῦρʼ ἴτε, μάρτυρες. §11Μάρτυρες ἐπειδὴ τοίνυν ὁ χρόνος οὗτος ἐξήκει, αὐτὸς γεωργῶ.
证人们,请为我到前面来。 既然这段时间已经届满,我自己便亲自耕作。
φησὶ δὲ ὁ κατήγορος ἐπὶ Σουνιάδου ἄρχοντος σηκὸν ὑπʼ ἐμοῦ ἐκκεκόφθαι.
而起诉人则声称,在苏尼亚德斯担任执政官的那一年,我砍伐了一个树桩。
ὑμῖν δὲ μεμαρτυρήκασιν οἱ πρότερον ἐργαζόμενοι καὶ πολλὰ ἔτη παρʼ ἐμοῦ μεμισθωμένοι μὴ εἶναι σηκὸν ἐν τῷ χωρίῳ.
但先前在此耕作、并向我租地多年的那些人,已经向你们证实,这块土地里根本没有树桩。
καίτοι πῶς ἄν τις φανερώτερον ἐξελέγξειε ψευδόμενον τὸν κατήγορον;
然而,还有谁能更清楚地证实起诉人在撒谎呢?
οὐ γὰρ οἷόν τε, ἃ πρότερον μὴ ἦν, ταῦτα τὸν ὕστερον ἐργαζόμενον ἀφανίζειν.
因为后来的耕作者是不可能消除先前并不存在的东西的。

词汇与语法注释

  1. §1ἡσυχίαν ἄγοντι — 与格现在分词,与前面作为不定式结构逻辑主语的 τῷ βουλομένῳ(与格)保持一致。
  2. §1τοὺς μὴ γεγονότας — 完成时分词 γεγονότας 带有否定词 μὴ,表达一种普遍假设,意为“那些尚未出生的人”。
  3. §2ἀπεγράφην — 动词 ἀπογράφω(起诉、指控)的第一人称单数被动语态过去时(Aorist)直说。后面接补充不定式 ἀφανίζειν(移走、使消失)。
  4. §3ἀκούσαντα — 宾格过去时(Aorist)分词,与无人称动词 δεῖ 的逻辑主语宾格代词 με 保持一致。
  5. §5οὐκ ἂν δικαίως ζημιοῦσθαι — 依赖于 νομίζω 的宾格与不定式结构的一部分。带有助词 ἂν 的现在时不定式 ζημιοῦσθαι 代替了过去虚拟语气(与过去事实相反的条件句结果主句,对应于条件从句 εἰ πάλαι ἐνῆσαν)。
  6. §7ἑτέρων ἐκκοψάντων — 属格绝对(genitive absolute)结构。过去时分词短语表示条件(“如果是别人砍伐的话”)。

引用这一段

吕西亚斯, 关于圣橄榄树桩案的辩护 §1-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg007.humanitext-grc2:1-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。