§22ὃς διὰ τοῦτον καὶ τὰ τούτου ἁμαρτήματα ἀπέθανεν, ἵνα μὴ μηνυτὴς γένοιτο.
此人因为他以及他的罪行而被杀,以便不至于成为告密者。
καίτοι πῶς οὐ θεῶν τις τὴν τούτου γνώμην διέφθειρεν, ὃς ῥᾷον ἡγήσατο δεσμοῦ τιμήσασθαι ἢ ἀργυρίου ἐπʼ ἐλπίδι τῇ αὐτῇ;
然而,怎能说不是神明中的某一位摧毁了此人的心智呢? 因为他在抱有同样希望的情况下,竟然认为提议以监禁而非金钱作为自己的刑罚是更容易的。
§23ἐκ δʼ οὖν τούτου τοῦ τιμήματος ἐδέδετο ἐγγὺς ἐνιαυτόν, καὶ ἐμήνυσε δεδεμένος κατὰ τῶν αὑτοῦ συγγενῶν καὶ φίλων, ἀδείας δοθείσης αὐτῷ, εἰ δόξειε τἀληθῆ μηνῦσαι.
因此,由于这一自提的刑罚,他被关押了将近一年,并在被捆绑的状态下,在“如果被认定告发了真话就给予免责”的条件下,告发了自己的亲属和朋友。
καὶ τίνα αὐτὸν δοκεῖτε ψυχὴν ἔχειν, ὁπότε τὰ μὲν ἔσχατα καὶ τὰ αἴσχιστα ἐποίει μηνύων κατὰ τῶν ἑαυτοῦ φίλων, ἡ δὲ σωτηρία ἀφανὴς αὐτῷ;
当他通过告发自己的朋友而做出最极端和最可耻的事情,而他自己的得救却渺茫无望时,你们认为他怀着怎样的心境?
§24μετὰ δὲ ταῦτα, ἐπειδὴ ἀπεκτονὼς ἦν οὓς αὐτὸς ἔφη περὶ πλείστου ποιεῖσθαι, ἔδοξε τἀληθῆ μηνῦσαι καὶ ἐλύθη, καὶ προσεψηφίσασθε ὑμεῖς αὐτὸν εἴργεσθαι τῆς ἀγορᾶς καὶ τῶν ἱερῶν, ὥστε μηδʼ ἀδικούμενον ὑπὸ τῶν ἐχθρῶν δύνασθαι δίκην λαβεῖν.
在此之后,当他害死了那些他自己声称最为珍视的人时,他被认定告发了真话并被释放;而你们追加投票决定将他排除在广场和神殿之外,以至于即使他受到敌人的侵害,也无法通过诉讼获得公道。
§25οὐδεὶς γάρ πω, ἐξ ὅσου Ἀθῆναι ἀείμνηστοί εἰσιν, ἐπὶ τοιαύτῃ αἰτίᾳ ἠτιμώθη.
因为自雅典被铭记以来,还没有人因这样的原因而被剥夺公民权。
δικαίως· οὐδὲ γὰρ ἔργα τοιαῦτα οὐδείς πω εἰργάσατο.
这是理所当然的;因为过去也从未有人做出过如此恶行。
καὶ τούτων πότερα τοὺς θεοὺς χρὴ ἢ τὸ αὐτόματον αἰτιᾶσθαι;
而对于这些事情,我们应当归咎于神明,还是归咎于偶然?
§26μετὰ δὲ ταῦτα ἔπλευσεν ὡς τὸν Κιτιῶν βασιλέα, καὶ προδιδοὺς ληφθεὶς ὑπʼ αὐτοῦ ἐδέθη, καὶ οὐ μόνον τὸν θάνατον ἐφοβεῖτο ἀλλὰ καὶ τὰ καθʼ ἡμέραν αἰκίσματα, οἰόμενος τὰ ἀκρωτήρια ζῶντος ἀποτμηθήσεσθαι.
在此之后,他航行去见基提翁的国王,因背叛被其捕获并被关押,他不仅害怕死亡,还害怕每日的拷打,以为自己会在活着的时候被切断手脚。
§27ἀποδρὰς δὲ ἐκ τούτου τοῦ κινδύνου κατέπλευσεν εἰς τὴν ἑαυτοῦ πόλιν ἐπὶ τῶν τετρακοσίων· τοσαύτην γὰρ ὁ θεὸς λήθην ἔδωκεν, ὥστε εἰς τοὺς ἠδικημένους αὐτοὺς ἐπεθύμησεν ἀφικέσθαι.
他从这一危险中逃脱后,在四百人政府时期航行回到了自己的城邦;因为神明给了他如此巨大的遗忘,以至于他竟然渴望回到那些受害者自己面前。
ἀφικόμενος δὲ ἐδέθη καὶ ᾐκίσθη, ἀπώλετο δὲ οὐχί, ἀλλʼ ἐλύθη.
而到达之后,他被关押并遭受严刑,虽然没有丧命,但被释放了。
§28ἔνθεν δὲ ἔπλευσεν ὡς Εὐαγόραν τὸν Κύπρου βασιλεύοντα, καὶ ἀδικήσας εἵρχθη.
从那里,他航行去见统治塞浦路斯的埃瓦戈拉斯,因作恶而被囚禁。
ἀποδρὰς δὲ καὶ τοῦτον ἔφευγε μὲν τοὺς ἐνθάδε θεούς, ἔφευγε δὲ τὴν ἑαυτοῦ πόλιν, ἔφευγε δὲ εἰς οὓς τὸ πρῶτον ἀφίκοιτο τόπους.
他从这个人那里也逃脱后,便逃避这里的神明,逃避自己的城邦,逃避到他最初到达的那些地方。
καίτοι τίς χάρις τῷ βίω, κακοπαθεῖν μὲν πολλάκις, ἀναπαύσασθαι δὲ μηδέποτε;
然而,如果一生频繁遭受苦难而从未得到安息,这样的生活有什么乐趣呢?
§29καταπλεύσας δὲ ἐκεῖθεν δεῦρο εἰς δημοκρατίαν τοῖς μὲν πρυτάνεσιν ἔδωκε χρήματα, ἵνα αὐτὸν προσαγάγοιεν ἐνθάδε, ὑμεῖς δʼ αὐτὸν ἐξηλάσατε ἐκ τῆς πόλεως, τοῖς θεοῖς βεβαιοῦντες τοὺς νόμους οὓς ἐψηφίσασθε.
他从那里航行回到这里的民主政体下,给普里塔尼斯(评议会主席团)送了钱,以便让他们把他带到这里来,但你们把他驱逐出城,从而为神明维护了你们所通过的法律。
§30καὶ τὸν ἄνδρα οὐ δῆμος, οὐκ ὀλιγαρχία, οὐ τύραννος, οὐ πόλις ἐθέλει δέξασθαι διὰ τέλους, ἀλλὰ πάντα τὸν χρόνον, ἐξ ὅσου ἠσέβησεν, ἀλώμενος διάγει, πιστεύων ἀεὶ μᾶλλον τοῖς ἀγνῶσι τῶν γνωρίμων διὰ τὸ ἠδικηκέναι οὓς γιγνώσκει.
无论民主政体、寡头政体、僭主还是任何城邦,都不愿意接纳此人至终,自犯下不敬罪以来,他整日流浪度日,由于伤害了自己所认识的人,他总是信任陌生人胜过熟人。
τὸ δὲ τελευταῖον νῦν ἀφικόμενος εἰς τὴν πόλιν δὶς ἐν τῷ αὐτῷ ἐνδέδεικται.
而最后,他如今来到城内,在同一项指控下已被两次起诉。
§31καὶ τὸ μὲν σῶμα ἀεὶ ἐν δεσμοῖς ἔχει, ἡ δὲ οὐσία αὐτοῦ ἐλάττων ἐκ τῶν κινδύνων γίγνεται.
他的身体总是处于束缚之中,他的财产也因种种危险而减少。
καίτοι ὅταν τις τὸν αὑτοῦ βίον τοῖς ἐχθροῖς καὶ τοῖς συκοφάνταις διανέμῃ, τοῦτʼ ἔστι τὸ ζῆν βίον ἀβίωτον.
然而,当一个人不得不把自己的财产分给仇敌和告密者时,这确实是在过着一种生不如死的生活。
ἃ τούτῳ ὁ θεὸς οὐκ ἐπὶ σωτηρία ἐπινοεῖν δίδωσιν, ἀλλὰ τιμωρούμενος τῶν γεγενημένων ἀσεβημάτων.
神明让他谋划这些事情,并不是为了他的安全,而是为了惩罚他所犯下的不敬之罪。
§32τὸ δὲ τελευταῖον νυνὶ παραδέδωκεν αὑτὸν ὑμῖν χρῆσθαι ὅ τι ἂν βούλησθε, οὐ τῷ μὴ ἀδικεῖν πιστεύων, ἀλλʼ ὑπὸ δαιμονίου τινὸς ἀγόμενος ἀνάγκης.
而如今最后,他已将自己交由你们任意处置,这并不是因为他深信自己没有作恶,而是因为他被某种神圣的必然性所驱使。
οὔκουν χρὴ μὰ τὸν Δία οὔτε πρεσβύτερον ὄντα οὔτε νεώτερον, ὁρῶντας Ἀνδοκίδην ἐκ τῶν κινδύνων σῳζόμενον, συνειδότας αὐτῷ ἔργα ἀνόσια εἰργασμένῳ, ἀθεωτέρους γίγνεσθαι, ἐνθυμουμένους ὅτι ἥμισυς ὁ βίος βιῶναι κρείττων ἀλύπως ἐστὶν ἢ διπλάσιος λυπουμένῳ, ὥσπερ οὗτος.
因此,凭着宙斯起誓,无论年长者还是年少者,在看到安多基德斯从危险中获救并深知他犯下了不洁之行时,都不应当变得不敬神明,而要记住:无忧无虑地度过半生,也比像此人一样在痛苦中度过双倍的人生要好。
§33εἰς τοσοῦτον δὲ ἀναισχυντίας ἀφῖκται, ὥστε καὶ παρασκευάζεται τὰ πολιτικὰ πράττειν καὶ ἤδη δημηγορεῖ καὶ ἐπιτιμᾷ καὶ ἀποδοκιμάζει τῶν ἀρχόντων τισί.
他已无耻到了这种地步,以至于甚至准备参与政治事务,并且已经开始发表政见、指责并否定某些官员的任职资格。
καὶ συμβουλεύει τὴν βουλὴν εἰσιὼν περὶ θυσιῶν καὶ προσόδων καὶ εὐχῶν καὶ μαντειῶν.
他还进入议会,就祭祀、岁入、祈祷和神谕提出建议。
καίτοι τούτῳ πειθόμενοι ποίοις θεοῖς ἡγήσεσθε κεχαρισμένα ποιεῖν;
然而,听信此人,你们认为是在做让哪些神明喜悦的事呢?
μὴ γὰρ οἴεσθε, ὦ ἄνδρες δικασταί, εἰ ὑμεῖς βούλεσθε τὰ τούτῳ πεποιημένα ἐπιλαθέσθαι, καὶ τοὺς θεοὺς ἐπιλήσεσθαι.
审判员诸位,不要以为如果你们想要忘记此人所做的事,神明也会忘记。