§34ἀξιοῖ δὲ οὐχ ὡς ἠδικηκὼς ἡσυχίαν ἔχων πολιτεύεσθαι, ἀλλʼ ὥσπερ αὐτὸς ἐξευρὼν τοὺς τὴν πόλιν ἀδικήσαντας, οὕτω διανοεῖται, καὶ παρασκευάζεται ὅπως ἑτέρων μεῖζον δυνήσεται, ὥσπερ οὐ διὰ πρᾳότητα καὶ ἀσχολίαν τὴν ὑμετέραν οὐ δεδωκὼς ὑμῖν δίκην, εἰς οὓς νῦν ἁμαρτάνων οὐ λανθάνει, ἀλλʼ ἅμα ἐξελεγχθήσεταί τε καὶ δώσει δίκην.
然而,他并不认为自己作为一个作恶者应该安分守己地参与政治,相反,他表现得好像是自己揪出了那些危害城邦的人一样,并为此做准备,企图获得比别人更大的权力,仿佛他之前没有受到惩罚并不是因为你们的宽大和忙碌——尽管如今他针对这些人犯罪并不能隐瞒,反而会当场被揭穿并受到惩罚。
§35ἰσχυριεῖται δὲ καὶ τούτῳ τῷ λόγῳ.
他还会坚持这一论调。
ἀναγκαίως γὰρ ἔχει ὑμᾶς διδάσκειν ἃ οὗτος ἀπολογήσεται, ἵνʼ ἀκούσαντες παρʼ ἀμφοτέρων ἄμεινον διαγνῶτε.
因为有必要向你们说明此人将如何辩护,以便你们在听取双方意见后能做出更好的判断。
φησὶ γὰρ ἀγαθὰ μεγάλα ποιῆσαι τὴν πόλιν μηνύσας καὶ ἀπαλλάξας δέους καὶ ταραχῆς τῆς τότε.
他声称自己通过告密并使城邦摆脱当时恐怖和混乱而立下了大功。
τίς δὲ τῶν μεγάλων κακῶν αἴτιος ἐγένετο;
但是,那些重大灾难的起因究竟是谁?
§36οὐκ αὐτὸς οὗτος, ποιήσας ἃ ἐποίησεν;
难道不正是他自己,因为做了他所做的事吗?
εἶτα τῶν μὲν ἀγαθῶν δεῖ τούτῳ χάριν εἰδέναι, ὅτι ἐμήνυσε, μισθὸν ὑμῶν αὐτῷ διδόντων τὴν ἄδειαν, τῆς δὲ ταραχῆς καὶ τῶν κακῶν ὑμεῖς αἴτιοί ἐστε, ὅτι ἐζητεῖτε τοὺς ἠσεβηκότας;
既然如此,难道在恩惠方面,就因为他告了密(况且你们还给了他免责作为报酬),就必须向此人表示感谢;而在混乱和灾难方面,就因为你们搜寻了那些犯下不敬罪的人,责任就在你们吗?
οὐ δήπουθεν, ἀλλʼ αὐτὸ τούτου τοὐναντίον ἐτάραξε μὲν οὗτος τὴν πόλιν, κατεστήσατε δʼ ὑμεῖς.
绝非如此,相反,是此人扰乱了城邦,而你们平定了混乱。
§37πυνθάνομαι δʼ αὐτὸν μέλλειν ἀπολογήσεσθαι ὡς αἱ συνθῆκαι καὶ αὐτῷ εἰσι, καθάπερ καὶ τοῖς ἄλλοις Ἀθηναίοις.
我还听说,他打算辩称条约同样适用于他,就像适用于其他雅典人一样。
καὶ τοῦτο πρόσχημα ποιούμενος οἴεται πολλοὺς ὑμῶν, δεδιότας μὴ λύσητε τὰς συνθήκας, αὐτοῦ ἀποψηφιεῖσθαι.
他以此为借口,以为你们中的许多人会因为害怕破坏条约而投票宣告他无罪。
§38ὡς οὖν οὐδὲν προσήκει Ἀνδοκίδῃ τῶν συνθηκῶν, περὶ τούτου λέξω, οὔτε μὰ τὸν Δία τῶν πρὸς Λακεδαιμονίους, ἃς ὑμεῖς συνέθεσθε, οὔτε ὧν πρὸς τοὺς ἐν ἄστει οἱ ἐκ Πειραιῶς.
因此,为了说明这些条约与安多基德斯毫无关系,我将对此进行说明:凭着宙斯起誓,既不是你们与拉栖代梦人(斯巴达人)缔结的条约,也不是来自比雷埃夫斯的人与城内的人缔结的条约。
οὐδενὶ γὰρ ἡμῶν τοσούτων ὄντων τὰ αὐτὰ ἁμαρτήματα οὐδʼ ὅμοια ἦν τοῖς Ἀνδοκίδου, ὥστε καὶ τοῦτον ἡμῶν ἀπολαῦσαι.
因为在我们这么多的人中,没有一个人的罪行与安多基德斯的罪行相同或相似,以至于他也能分享我们条约的利益。
§39ἀλλʼ οὐ μὲν δὴ ἕνεκά γε τούτου διαφερόμενοι, ἐπειδὴ καὶ τούτῳ μετέδομεν τῶν συνθηκῶν, τότε διηλλάγημεν.
况且,我们当时产生分歧绝不是为了他,我们当时达成和解也绝不是为了让他也能分享条约的利益。
οὐ γὰρ ἕνεκα ἑνὸς ἀνδρὸς ἀλλʼ ἕνεκα ἡμῶν τῶν ἐξ ἄστεως καὶ ἐκ Πειραιῶς αἱ συνθῆκαι ἐγένοντο καὶ οἱ ὅρκοι, ἐπεί τοι δεινὸν ἂν εἴη, εἰ περὶ Ἀνδοκίδου ἀποδημοῦντος αὐτοὶ ἐνδεεῖς ὄντες ἐπεμελήθημεν, ὅπως ἐξαλειφθείη αὐτῷ τὰ ἁμαρτήματα.
因为条约和誓言不是为了一人,而是为了我们城内的人和来自比雷埃夫斯的人而订立的;否则,要是安多基德斯身在国外、我们自己身处困境之时,我们却去操心如何抹去他的罪行,那可真是太荒谬了。
§40ἀλλὰ Λακεδαιμονίοι γὰρ ἐν ταῖς πρὸς αὐτοὺς συνθήκαις ἐπεμελήθησαν Ἀνδοκίδου, ὅτι ἔπαθον ἀγαθόν τι ὑπʼ αὐτοῦ·
难道拉栖代梦人在与他们订立的条约中,是因为得到了安多基德斯的什么好处而操心他的事吗?
ἀλλʼ ὑμεῖς ἐπεμελήθητέ γε αὐτοῦ;
还是说,你们操心了他的事?
ἀντὶ ποίας εὐεργεσίας;
这是为了报答什么样的恩德?
ὅτι πολλάκις διʼ ὑμᾶς ὑπὲρ τῆς πόλεως ἐκινδύνευσεν;
是因为他经常为了你们、为了城邦而冒生命危险吗?
§41οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτῳ ἀληθὴς αὕτη ἡ ἀπολογία, μηδʼ ὑμεῖς ἐξαπατᾶσθε.
雅典的诸位,这一辩护对他来说是不真实的,你们不要被蒙骗。
οὐ γὰρ τοῦτο λύειν ἐστὶ τὰ συγκείμενα, εἰ Ἀνδοκίδης ἕνεκα τῶν ἰδίων ἁμαρτημάτων δίδωσι δίκην, ἀλλʼ ἐάν τις ἕνεκα τῶν δημοσίων συμφορῶν ἰδία τινὰ τιμωρῆται.
因为如果安多基德斯因其个人罪行而受到惩罚,这并不是在破坏既定的协议,只有当有人因公共灾难而私下惩罚某个人时,才算破坏协议。
§42ἴσως οὖν καὶ Κηφισίου ἀντικατηγορήσει, καὶ ἕξει ὅ τι λέγῃ·
因此,也许他也会反过来控告凯菲西奥斯,并且也会有话可说;因为必须说出真话。
τὰ γὰρ ἀληθῆ χρὴ λέγειν.
但你们无法用同一张选票同时惩罚被告和原告。
ἀλλʼ ὑμεῖς οὐκ ἂν δύναισθε τῇ αὐτῇ ψήφῳ τόν τε ἀπολογούμενον καὶ τὸν κατηγοροῦντα κολάσαι.
然而现在是对此人做出公正裁决的时候,而对于凯菲西奥斯以及此人现在将要提到的我们中的每一个人,另外的审判机会将会到来。
ἀλλὰ νῦν μὲν περὶ τούτου καιρός ἐστι γνῶναι τὰ δίκαια, ἕτερος δὲ ἥξει Κηφισίῳ καὶ ἡμῶν ἑκάστῳ, ὧν οὗτος νῦν μεμνήσεται.
因此,不要因为对别人的愤怒,而在现在放过这个正在作恶的人。
μὴ οὖν καὶ διʼ ἑτέραν ὀργὴν τούτου ἀδικοῦντος νῦν ἀποψηφίσησθε.
但他会说,他曾是一个告密者,如果你们惩罚他,以后就没有人愿意为你们告密了。
§43ἀλλὰ λέξει ὅτι μηνυτὴς ἐγένετο καὶ ἕτερος οὐδεὶς ὑμῖν ἐθελήσει μηνύειν, ἐὰν κολάζητε.
但是,安多基德斯已经从你们那里得到了告密的报酬,那就是在别人因此而死的时候保全了他自己的性命。
Ἀνδοκίδης δὲ ἔχει τὰ μήνυτρα παρʼ ὑμῶν, σώσας τὴν αὑτοῦ ψυχὴν ἑτέρων διὰ ταῦτα ἀποθανόντων.
因此,他的得救是由你们促成的,但眼前的这些灾难和危险则是他自找的,因为他违反了决议以及他作为告密者所获得的免责条件。
τῆς μὲν οὖν σωτηρίας ὑμεῖς τούτῳ αἴτιοί ἐστε, τῶν δὲ κακῶν τῶνδε καὶ τῶν κινδύνων αὐτὸς ἑαυτῷ, παραβὰς τὰ δόγματα καὶ τὴν ἄδειαν ἐφʼ ᾗ μηνυτὴς ἐγένετο.
因此,不应该给告密者作恶的权力(因为已经造成的后果已经足够了),而应该惩罚那些违法的人。
§44οὔκουν ἐξουσίαν χρὴ ποιεῖν τοῖς μηνυταῖς ἀδικεῖν (ἀρκεῖ γὰρ τὰ πεποιημένα), ἀλλὰ παραβαίνοντας κολάζειν.
至于其他告密者,凡是因可耻的罪名被揭穿而告发了自己的人,至少懂得一件事:不要去打扰那些受害者。
καὶ οἱ μὲν ἄλλοι μηνυταί, ὁπόσοι ἐπʼ αἰσχραῖς αἰτίαις ἐξεληλεγμένοι σφᾶς αὐτοὺς ἐμήνυσαν, ἓν γοῦν ἐπίστανται, μὴ ἐνοχλεῖν τοῖς ἠδικημένοις, ἡγούμενοι ἀποδημοῦντες μὲν Ἀθηναῖοι καὶ ἐπίτιμοι δόξειν εἶναι, ἐπιδημοῦντες δὲ παρὰ τοῖς πολίταις τοῖς ἠδικημένοις πονηροὶ δόξειν καὶ ἀσεβεῖς εἶναι.
他们认为,当他们身在国外时,他们会被视为享有公民权的雅典人;而当他们住在国内、处于受害的公民之中时,他们则会被视为邪恶和不敬神的人。