§12ὅτι μὲν οὖν οὔτε πρόνοια ἐγένετο οὔτε ἀδικῶ τοῦτον, ὦ βουλή, ἐκ τοσούτων τεκμηρίων καὶ μαρτυριῶν ὑμῖν ἐπιδέδεικται·
议事会的议员们,因此,通过如此多的证据和证言,已经向你们表明了:既没有预谋,我也没有对这个人进行不公的处理。
ἀξιῶ δʼ ὅσον ἂν ἐγένετο σημεῖον τούτῳ πρὸς τὸ δοκεῖν ἀληθῆ λέγειν φυγόντος ἐμοῦ τὴν βάσανον, τοσοῦτον ἐμοὶ τεκμήριον γενέσθαι ὅτι οὐ ψεύδομαι, διότι οὗτος οὐκ ἠθέλησεν ἐκ τῆς ἀνθρώπου ποιήσασθαι τὸν ἔλεγχον, καὶ μὴ τοσοῦτον ἰσχῦσαι τοὺς τούτου λόγους, ὅτι φησὶν αὐτὴν ἐλευθέραν εἶναι.
但我要求,正如如果我逃避拷问本会成为他显得在说真话的证据一样,由于这个人不愿意从那个女人身上进行检验,这也同样应当成为我没有撒谎的证据,并且他的那些声称她是自由人的话不应当具有如此大的效力。
ὁμοίως γὰρ προσήκει κἀμοὶ τῆς ἐλευθερίας, τὸ ἴσον καταθέντι ἀργύριον.
因为对于我这个支付了同等金额的人来说,同样也享有支配其自由的权利。
§13ἀλλὰ ψεύδεται καὶ οὐκ ἀληθῆ λέγει.
确实,他是在撒谎,说得不是真话。
ἢ δεινόν γε, εἰ εἰς μὲν λύσιν τοῦ σώματος ἐκ τῶν πολεμίων ἐξῆν ἄν μοι χρῆσθαι αὐτῇ ὅ τι ἐβουλόμην, κινδυνεύοντι δέ μοι περὶ τῆς πατρίδος οὐδὲ πυθέσθαι παρʼ αὐτῆς τἀληθῆ ἐκγενήσεται περὶ ὧν εἰς τὴν κρίσιν καθέστηκα·
否则,如果为了把我的身体从敌人手中赎回,我本可以任意处置她,而当我在面临失去祖国的危险时,却甚至不能从她那里探知关于我所面临的审判的真相,这岂不是太可怕了。
καὶ μὲν δὴ πολὺ ἂν δικαιότερον ἐπὶ ταύτῃ τῇ αἰτίᾳ βασανισθείη ἢ ἐπὶ τῇ ἐκ τῶν πολεμίων λύσει πραθείη, ὅσῳ παρὰ μὲν ἐκείνων βουλομένων ἀπολῦσαι ἔστι καὶ ἄλλοθεν εὐπορήσαντι κομισθῆναι, ἐπὶ δὲ τοῖς ἐχθροῖς γενόμενον οὐ δυνατόν·
而且,由于这个指控而让她受拷问,比因为敌人的赎金而将她卖掉,显然要合理得多。 因为在敌人想要释放的情况下,还可以从别处筹集资金来赎回,但落在仇敌手里则是无法做到的。
οὐ γὰρ ἀργύριον λαβεῖν προθυμοῦνται, ἀλλʼ ἐκ τῆς πατρίδος ἐκβαλεῖν ἔργον ποιοῦνται.
因为他们并不急于拿到钱,而是把将我驱逐出祖国视为自己的目的。
§14ὥσθʼ ὑμῖν προσήκει μὴ ἀποδέχεσθαι αὐτοῦ διὰ τοῦτο οὐκ ἀξιοῦντος βασανισθῆναι τὴν ἄνθρωπον, ὅτι αὐτὴν ἐλευθέραν ἐσκήπτετο εἶναι, ἀλλὰ πολὺ μᾶλλον συκοφαντίαν καταγιγνώσκειν, ὅτι παραλιπὼν ἔλεγχον οὕτως ἀκριβῆ ἐξαπατήσειν ὑμᾶς ῥᾳδίως ᾠήθη.
因此,你们不应当接受他因为借口她是个自由人而不赞成拷问那个女人的做法,反而更应当判定他是在进行诬告,因为他避开了如此精确的检验,却以为能轻易地欺骗你们。
§15οὐ γὰρ δήπου τήν γε τούτου πρόκλησιν πιστοτέραν ὑμᾶς νομίζειν δεῖ τῆς ἡμετέρας, ἐφʼ οἷς αὑτοῦ οἰκέτας ἠξίου βασανίζεσθαι.
因为你们绝不应该认为他的提议比我们的更可信,在那些提议中他要求对自己的家奴进行拷问。
ἃ μὲν γὰρ ἐκεῖνοι ᾔδεσαν, ἐλθόντας ἡμᾶς ὡς τοῦτον, καὶ ἡμεῖς ὁμολογοῦμεν.
因为对于那些奴隶所知道的事情——即我们去了他家——我们也是承认的。
εἰ δὲ μεταπεμφθέντες ἢ μή, καὶ πότερον πρότερος ἐπλήγην ἢ ἐπάταξα, §16ἐκείνη μᾶλλον ἂν ᾔδει.
但关于我们是否是被召唤而来的,以及是否是我先被打还是我先动手,她会更清楚。
ἔτι δὲ τοὺς μὲν τούτου οἰκέτας ἰδίους ὄντας τούτου εἰ ἐβασανίζομεν, ἀνοήτως ἄν τι τούτῳ χαριζόμενοι καὶ παρὰ τὴν ἀλήθειαν ἐμοῦ κατεψεύσαντο· αὕτη δὲ ὑπῆρχε κοινή, ὁμοίως ἀμφοτέρων ἀργύριον κατατεθηκότων, καὶ μάλιστα ᾔδει·
此外,如果我们拷问这个人的家奴,因为他们是他私有的,他们可能会愚蠢地想要讨好他,从而违背事实地对我进行诬陷;而她则是共有的,双方同样出过钱,而且最清楚内情。
διὰ ταύτην ἅπαντα τὰ πραχθέντα ἡμῖν γεγένηται·
由于她,我们之间所做的一切事情才发生。
§17καὶ οὐ λήσει οὐδένʼ ὅτι ταύτης ἔγωγʼ ἄνισον εἶχον βασανισθείσης, ἀλλʼ ἀπεκινδύνευον τοῦτο·
而且谁都不会不知道,如果她受到拷问,我本会承担不利的风险,但我依然甘冒这个险。
πολὺ γὰρ περὶ πλείονος τοῦτον ἢ ἐμὲ φαίνεται ποιησαμένη, καὶ μετὰ μὲν τούτου ἐμὲ ἠδικηκυῖα, μετʼ ἐμοῦ δʼ οὐδεπώποτε εἰς τοῦτον ἐξαμαρτοῦσα.
因为显而易见,她对待他比对我重视得多,她曾协助他伤害我,却从未协助我对他犯下任何过错。
ἀλλʼ ὅμως ἐγὼ μὲν εἰς ταύτην κατέφυγον, οὗτος δὲ οὐκ ἐπίστευσεν αὐτῇ.
然而,我却求助于她,而他却不信任她。
§18οὔκουν δεῖ ὑμᾶς, ὦ βουλή, τηλικούτου ὄντος τοῦ κινδύνου, ῥᾳδίως ἀποδέχεσθαι τοὺς τούτου λόγους, ἀλλʼ ἐνθυμουμένους ὅτι περὶ τῆς πατρίδος μοι καὶ τοῦ βίου ὁ ἀγών ἐστιν, ἐν ὑπολόγῳ ταύτας τὰς προκλήσεις ποιεῖσθαι.
议事会的议员们,因此,在危险如此巨大的情况下,你们不应该轻易地接受他的话,而应该考虑到这是关乎我的祖国和生命的斗争,并将这些提议纳入考量。
καὶ μὴ ζητεῖτε τούτων ἔτι μείζους πίστεις· οὐ γὰρ ἂν ἔχοιμι εἰπεῖν ἀλλʼ ἢ ταύτας, ὡς οὐδὲν εἰς τοῦτον προὐνοήθην.
请不要再寻找比这更大的证明,因为除了这些说明我未曾对他有过任何预谋的证明之外,我再也无法说出其他的了。
§19ἀγανακτῶ δʼ, ὦ βουλή, εἰ διὰ πόρνην καὶ δούλην ἄνθρωπον περὶ τῶν μεγίστων εἰς κίνδυνον καθέστηκα, τί κακὸν πώποτε τὴν πόλιν ἢ αὐτὸν τοῦτον εἰργασμένος, ἢ εἰς τίνα τῶν πολιτῶν ὁτιοῦν ἐξαμαρτών;
议事会的议员们,我感到气愤的是,为了一个既是妓女又是奴隶的女人,我竟在最重大的事情上面临危险。 我此前未曾对城邦或对他本人作过任何恶事,也未曾对任何公民犯下过任何过错。
οὐδὲν γὰρ ἔμοιγέ ἐστι τοιοῦτον πεπραγμένον, ἀλλʼ ἀλογώτατον πάντων κινδυνεύω πολὺ μείζω συμφορὰν ἐμαυτῷ διὰ τούτους ἐπαγαγέσθαι.
我根本没有做过任何此类事情,但在所有人中最不合理的是,我竟面临着因为他们而给自己带来大得多的灾难的危险。
§20πρὸς οὖν παίδων καὶ γυναικῶν καὶ θεῶν τῶν τόδε τὸ χωρίον ἐχόντων ἱκετεύω ὑμᾶς καὶ ἀντιβολῶ, ἐλεήσατέ με, καὶ μὴ περιίδητε ἐπὶ τούτῷ γενόμενον, μηδὲ ἀνηκέστῳ συμφορᾷ περιβάλητε·
因此,看在孩子、妻子以及保佑这个地方的神明的份上,我恳求你们、哀求你们,怜悯我,不要眼睁睁看着我落入这个人的手中,也不要让我陷入不可挽回的灾难。
οὐ γὰρ ἄξιος οὔτʼ ἐγὼ φεύγειν τὴν ἐμαυτοῦ, οὔτε οὗτος τοσαύτην δίκην παρʼ ἐμοῦ λαβεῖν ὑπὲρ ὧν φησιν ἠδικῆσθαι, οὐκ ἠδικημένος.
因为我不应当被流放出自己的祖国,这个人也不应当因为他自称受到伤害但实际上并未受到伤害的事情,而从我这里获得如此巨大的惩罚。