Humanitext Reader

吕西亚斯 · 关于蓄意伤人案 §1-11

关于和解事实与冲突非预谋的申辩

第 1 段,共 2 段 · 希腊语

内容简介

说话人指出对方在和解及共同占有女人一事上的自相矛盾,论证该冲突并无预谋,并强调对方拒绝通过对女奴进行严刑拷问来澄清事实真相。

§1θαυμαστόν γε, ὦ βουλή, τὸ διαμάχεσθαι περὶ τούτου, ὡς οὐκ ἐγένοντο ἡμῖν διαλλαγαί, καὶ τὸ μὲν ζεῦγος καὶ τὰ ἀνδράποδα, καὶ ὅσα ἐξ ἀγροῦ κατὰ τὴν ἀντίδοσιν ἔλαβε, μὴ ἂν δύνασθαι ἀρνηθῆναι ὡς οὐκ ἀπέδωκε, φανερῶς δὲ περὶ πάντων διαλελυμένον ἀρνεῖσθαι τὰ περὶ τῆς ἀνθρώπου, μὴ κοινῇ ἡμᾶς χρῆσθαι συγχωρῆσαι.
议事会的议员们,令人惊异的是,他竟争辩说我们之间没有和解,而且,虽然他无法否认自己已经归还了根据财产交换从农田里拿走的牲畜对和奴隶以及其他一切东西,却在显然已就所有事情达成和解之后,否认关于那个女人的事,拒绝同意我们共同占有她。
§2καὶ τὴν μὲν ἀντίδοσιν διʼ ἐκείνην φανερός ἐστι ποιησάμενος, τὴν δʼ αἰτίαν διʼ ἣν ἀπέδωκεν ἃ ἔλαβεν, οὐκ ἂν ἄλλην ἔχοι εἰπεῖν (βουλόμενος τἀληθῆ λέγειν) ἢ ὅτι οἱ φίλοι περὶ πάντων ἡμᾶς τούτων συνήλλαξαν.
而且,显然他是为了她才进行财产交换的,而对于他为何归还所拿走的东西,(如果他想说实话的话)他不可能说出其他的理由,只能说是朋友们就这一切事情使我们和解了。
§3ἐβουλόμην δʼ ἂν μὴ ἀπολαχεῖν αὐτὸν κριτὴν Διονυσίοις, ἵνʼ ὑμῖν φανερὸς ἐγένετο ἐμοὶ διηλλαγμένος, κρίνας τὴν τιμὴν φυλὴν νικᾶν· νῦν δὲ ἔγραψε μὲν ταῦτα εἰς τὸ γραμματεῖον, ἀπέλαχε δέ.
我本希望他没有在酒神节上被落选为裁判官,这样,通过判定我的部落获胜,他已与我和解的事实对你们来说就会显而易见;但现在,他虽然在名册上写下了这些,却被落选了。
§4καὶ ὅτι ἀληθῆ ταῦτα λέγω, Φιλῖνος καὶ Διοκλῆς ἴσασιν· ἀλλʼ οὐκ ἔστʼ αὐτοῖς μαρτυρῆσαι μὴ διομοσαμένοις περὶ τῆς αἰτίας ἧς ἐγὼ φεύγω, ἐπεὶ σαφῶς ἔγνωτʼ ἂν ὅτι ἡμεῖς ἦμεν αὐτὸν οἱ κριτὴν ἐμβαλόντες καὶ ἡμῶν ἕνεκα ἐκαθίζετο.
我知道我所说的是真话,菲利努斯和迪奥克莱斯也知道;但由于他们没有对针对我起诉的罪名进行宣誓,所以无法出庭作证,否则你们就会清楚地知道,是我们把他放进裁判官名单里的,而且他是为了我们才坐在那里的。
ἀλλʼ ἦν, εἰ βούλεται, ἐχθρός· §5δίδωμι γὰρ αὐτῷ τοῦτο· οὐδὲν γὰρ διαφέρει.
但如果他愿意,就让做敌人吧;因为我把这让给他,因为这没有任何区别。
οὐκοῦν ἦλθον αὐτὸς αὐτὸν ἀποκτενῶν, ὡς οὗτός φησι, καὶ βία εἰς τὴν οἰκίαν εἰσῆλθον.
那么,我是不是像他所说的那样,自己跑去杀他,并且强行闯入他的家呢?
δὶα τί οὖν οὐκ ἀπέκτεινα, ὑποχείριον λαβὼν τὸ σῶμα, καὶ τοσοῦτον κρατήσας ὥστε καὶ τὴν ἄνθρωπον λαβεῖν;
那为什么,当我把他的身体控制在手中,并且已经彻底制服他,甚至连那个女人也夺过来了,我却没有杀他呢?
φρασάτω πρὸς ὑμᾶς.
让他向你们说明吧。
ἀλλʼ οὐκ ἔχει εἰπεῖν.
但他无话可说。
§6καὶ μὴν οὐδείς γε ὑμῶν ἀγνοεῖ ὅτι θᾶττον ἂν ἐγχειριδίῳ πληγεὶς ἀπέθανεν ἢ πὺξ παιόμενος.
而且,你们中确实没有一个人不知道,被匕首刺中比被拳头殴打死得更快。
φαίνεται τοίνυν οὐδʼ αὐτὸς αἰτιώμενος τοιοῦτόν τι ἔχοντας ἡμᾶς ἐλθεῖν, ἀλλʼ ὀστράκῳ φησὶ πληγῆναι.
因此,显而易见,甚至连他自己也没有指控我们带着这样的东西去,而是说自己被瓦片击中。
καίτοι φανερὸν ἤδη ἐξ ὧν εἴρηκεν, ὅτι οὐ πρόνοια γεγένηται.
然而,从他所说的话中已经很明显,这并不是预谋。
§7οὐ γὰρ ἂν οὕτως ἤλθομεν, ἀδήλου ὄντος εἰ παρὰ τούτῳ εὑρήσομεν ὄστρακον ἢ ὅτῳ αὐτὸν ἀποκτενοῦμεν, ἀλλʼ οἴκοθεν ἔχοντες ἂν ἐβαδίζομεν.
因为我们不会以这种方式前去,因为无法确定在他那里是否能找到瓦片或用来杀死他的东西,而会从家里带着武器走去。
νῦν δὲ ὁμολογούμεθα πρὸς παῖδας καὶ αὐλητρίδας καὶ μετʼ οἴνου ἐλθόντες.
但现在,大家都承认我们是去拜访男孩子和女吹笛手,而且是在喝了酒的情况下。
ὥστε πῶς ταῦτʼ ἐστὶ πρόνοια;
那么,这怎么能说是预谋呢?
ἐγὼ μὲν γὰρ οἶμαι οὐδαμῶς.
依我看,绝非如此。
§8ἀλλʼ οὗτος ἐναντίως τοῖς ἄλλοις δύσερώς ἐστι, καὶ ἀμφότερα βούλεται, τό τε ἀργύριον μὴ ἀποδοῦναι καὶ τὴν ἄνθρωπον ἔχειν.
但是,这个人与其他人的爱法相反,是个难缠的情人,他两样都想要:既不想退钱,又想占有那个女人。
εἶτα ὑπὸ τῆς ἀνθρώπου παρωξυμμένος ὀξύχειρ λίαν καὶ πάροινός ἐστιν, ἀνάγκη δὲ ἀμύνασθαι.
然后,在那个女人的挑逗下,他变得极其粗暴且醉酒闹事,我不得不进行自卫。
ἡ δὲ τοτὲ μὲν ἐμὲ περὶ πολλοῦ τοτὲ δὲ τοῦτόν φησι ποιεῖσθαι, βουλομένη ὑπʼ ἀμφοτέρων ἐρᾶσθαι.
而那个女人为了想被我们双方都爱,时而说极其重视我,时而又说重视他。
§9καὶ ἐγὼ μὲν καὶ ἐξ ἀρχῆς εὐκόλως εἶχον καὶ νῦν ἔτι ἔχω· ὁ δʼ εἰς τοῦτο βαρυδαιμονίας ἥκει, ὥστε οὐκ αἰσχύνεται τραύματʼ ὀνομάζων τὰ ὑπώπια καὶ ἐν κλίνῃ περιφερόμενος καὶ δεινῶς προσποιούμενος διακεῖσθαι ἕνεκα πόρνης ἀνθρώπου, ἣν ἔξεστιν αὐτῷ ἀναμφισβητήτως ἔχειν ἐμοὶ ἀποδόντι τἀργύριον.
我从一开始就心态温和,现在依然如此;但他却陷入了如此悲惨的境地,以至于不以把淤伤称为“伤口”为耻,还躺在担架上被人抬着走,装出极其严重的样子,这都是为了一个妓女,只要他把钱还给我,他就可以毫无争议地拥有她。
§10καὶ φησὶ μὲν δεινῶς ἐπιβουλευθῆναι καὶ πρὸς ἅπανθʼ ἡμῖν ἀμφισβητεῖ, ἐξὸν δʼ ἐκ τῆς ἀνθρώπου βασανισθείσης τὸν ἔλεγχον ποιήσασθαι οὐκ ἠθέλησεν· ἣ πρῶτον μὲν τοῦτʼ ἂν κατεῖπεν, πότερα κοινὴ ἡμῖν ἦν ἢ ἰδία τούτου, καὶ πότερα τὸ ἥμισυ τοῦ ἀργυρίου ἐγὼ συνεβαλόμην ἢ οὗτος ἅπαν ἔδωκε, καὶ εἰ διηλλαγμένοι ἢ ἔτι ἐχθροὶ ἦμεν, §11ἔτι δὲ εἰ μεταπεμφθέντες ἤλθομεν ἢ οὐδενὸς καλέσαντος, καὶ εἰ οὗτος ἦρχε χειρῶν ἀδίκων ἢ ἐγὼ πρότερος τοῦτον ἐπάταξα.
他口口声声说自己遭到了可怕的阴谋策划,并就所有事情与我们争执,但在可以通过对那个女人进行严刑拷问来获取证据时,他却不愿意;而她首先会说出这些:她是我们共有的,还是他个人的私产;钱的一半是我分担的,还是他全部支付的;以及我们已经和解了,还是仍然是敌人;还有,我们是受邀而来的,还是在无人召唤的情况下前来的;是他先行动手打人,还是我先打了他。
τούτων καθʼ ἓν ἕκαστον καὶ τῶν ἄλλων οὐδὲν ἦν ὅ τι οὐ ῥᾴδιον τοῖς τε ἄλλοις ἐμφανὲς καὶ τούτοις ποιῆσαι.
在这些事情的每一项以及其他事情上,没有哪一件不是很容易向其他人以及你们这些法官说明白显而易见的。

词汇与语法注释

  1. §1μὴ ἂν δύνασθαι — 带有助词 `ἄν` 的不定式,在由冠词 `τό` 引导的“对格加不定式”结构中表示潜在可能性(“不可能”),修饰 `ἀρνηθῆναι`。
  2. §3ἐβουλόμην δʼ ἂν — 直说过去时带有 `ἄν`,表示在过去或现在未实现的愿望(“我本希望”)。
  3. §3ἵνʼ ὑμῖν φανερὸς ἐγένετο — 连词 `ἵνα` 后接直说过去时(`ἐγένετο`),依赖于主句的虚拟语气(`ἐβουλόμην ἄν`),表示未达成的目的或结果(“从而使他……显明出来”)。
  4. §7ἀδήλου ὄντος — 无人称属格绝对格(“由于不确定”),后接由 `εἰ ... εὑρήσομεν` 引导的间接疑问句(“是否能找到……”)。
  5. §10ἐξόν — 无人称动词 `ἔξεστι`(允许、可能)的分词中性单数对格形成的对格绝对格,此处表示让步(“尽管原本可以……”)。

引用这一段

吕西亚斯, 关于蓄意伤人案 §1-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg004.humanitext-grc2:1-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。