§38τί δʼ ἄν ποτε ἔπαθον, εἰ τἀναντία τῶν νῦν γεγενημένων ἦν, εἰ πολλοὺς ἔχων τῶν ἐπιτηδείων ἐγώ, ἀπαντήσας Σίμωνι, ἐμαχόμην αὐτῷ καὶ ἔτυπτον αὐτὸν καὶ ἐδίωκον καὶ καταλαβὼν ἄγειν βία ἐζήτουν, ὅπου νῦν τούτου ταῦτα πεποιηκότος ἐγὼ εἰς τοιοῦτον ἀγῶνα καθέστηκα, ἐν ᾧ καὶ περὶ τῆς πατρίδος καὶ τῆς οὐσίας τῆς ἐμαυτοῦ ἁπάσης κινδυνεύω;
如果发生的事与现在相反,如果我带着许多亲友遇见西蒙,与他扭打、殴打他、追赶他,并且在抓住他之后企图强行拉走他,我到底会遭遇什么呢? 而现在,在他做了这些事的情况下,我却被推上了这样的审判席,在审判中我面临着失去祖国和全部财产的危险。
§39τὸ δὲ μέγιστον καὶ περιφανέστατον πάντων· ὁ γὰρ ἀδικηθείς καὶ ἐπιβουλευθεὶς ὑπʼ ἐμοῦ, ὥς φησιν, οὐκ ἐτόλμησε τεττάρων ἐτῶν ἐπισκήψασθαι εἰς ὑμᾶς.
而最重要且最显而易见的一点是:那个声称受到我的伤害和预谋袭击的人,在长达四年的时间里,竟然不敢向你们提起控诉。
καὶ οἱ μέν ἄλλοι, ὅταν ἐρῶσι καὶ ἀποστερῶνται ὧν ἐπιθυμοῦσι καὶ συγκοπῶσιν, ὀργιζόμενοι παραχρῆμα τιμωρεῖσθαι ζητοῦσιν, οὗτος δὲ χρόνοις ὕστερον.
而其他人在恋爱中、在被剥夺了渴望之物并遭到殴打时,出于愤怒都会立即寻求报复,但他却是在很久之后才这么做。
§40ὅτι μὲν οὖν, ὦ βουλή, οὐδενὸς αἴτιός εἰμι τῶν γεγενημένων, ἱκανῶς ἀποδεδεῖχθαι νομίζω·
因此,议事会诸公啊,我认为已经充分证明了,对于发生的事情我不承担任何责任。
οὕτω δὲ διάκειμαι πρὸς τὰς ἐκ τῶν τοιούτων πραγμάτων διαφοράς, ὥστε ἄλλα πολλὰ ὑβρισμένος ὑπὸ Σίμωνος καὶ καταγεὶς τὴν κεφαλὴν ὑπʼ αὐτοῦ οὐκ ἐτόλμησα αὐτῷ ἐπισκήψασθαι, ἡγούμενος δεινὸν εἶναι, εἰ ἄρα περὶ παίδων ἐφιλονικήσαμεν ἡμεῖς πρὸς ἀλλήλους, τούτου ἕνεκα ἐξελάσαι τινὰς ζητῆσαι ἐκ τῆς πατρίδος.
而我对这类事情引起的纠纷的态度是,尽管我曾受到西蒙其他许多侮辱,甚至被他打破了头,我却不敢向他提起控诉,因为我认为,如果仅仅因为我们彼此争夺孩子,就企图以此将人驱逐出祖国,那是很可怕的。
§41ἔπειτα δὲ καὶ οὐδεμίαν ἡγούμην πρόνοιαν εἶναι τραύματος ὅστις μὴ ἀποκτεῖναι βουλόμενος ἔτρωσε.
此外,我也认为,对于无意杀人而使人受伤的人,并不存在什么“预谋伤人”。
τίς γὰρ οὕτως ἐστὶν εὐήθης, §42ὅστις ἐκ πολλοῦ προνοεῖται ὅπως ἕλκος τις αὐτοῦ τῶν ἐχθρῶν λήψεται;
因为谁会愚蠢到这种地步,会早就预谋好让自己的某个仇人受点伤呢?
ἀλλὰ δῆλον ὅτι καὶ οἱ τοὺς νόμους ἐνθάδε θέντες, οὐκ εἴ τινες μαχεσάμενοι ἔτυχον ἀλλήλων κατάξαντες τὰς κεφαλάς, ἐπὶ τούτοις ἠξίωσαν τῆς πατρίδος φυγὴν ποιήσασθαι· ἢ πολλούς γʼ ἂν ἐξήλασαν·
然而显而易见的是,在这里制定法律的人,也并不认为如果有人打架并打破了彼此的头,就应该以此让他们遭受驱逐出祖国的惩罚;否则他们早就驱逐了很多人。
ἀλλʼ ὅσοι ἐπιβουλεύσαντες ἀποκτεῖναί τινας ἔτρωσαν, ἀποκτεῖναι δὲ οὐκ ἐδυνήθησαν, περὶ τῶν τοιούτων τὰς τιμωρίας οὕτω μεγάλας κατεστήσαντο, ἡγούμενοι, ὑπὲρ ὧν ἐβούλευσαν καὶ προὐνοήθησαν, ὑπὲρ τούτων προσήκειν αὐτοῖς δίκην δοῦναι· εἰ δὲ μὴ κατέσχον, οὐδὲν ἧττον τό γʼ ἐκείνων πεποιῆσθαι.
相反,只有那些预谋杀人而使人受伤、却未能杀死对方的人,他们才为这些人制定了如此严厉的惩罚,认为对于他们所策划和预谋的勾当,他们应当为此承担罪责;即便他们未能得逞,但这终究是他们力所能及范围内已经做出了的事。
§43καὶ ταῦτα ἤδη καὶ πρότερον πολλάκις ὑμεῖς οὕτω διέγνωτε περὶ τῆς προνοίας.
而这些原则,你们自己在过去也已经多次针对“预谋”做出过同样的判决。
καὶ γὰρ δεινὸν ἂν εἴη, εἰ ὅσοι ἐκ μέθης καὶ φιλονικίας ἢ ἐκ παιδιῶν ἢ ἐκ λοιδορίας ἢ περὶ ἑταίρας μαχόμενοι ἕλκος ἔλαβον, εἰ ὑπὲρ τούτων ὧν, ἐπειδὰν βέλτιον φρονήσωσιν, ἅπασι μεταμέλει, οὕτως καὶ ὑμεῖς μεγάλας καὶ δεινὰς τὰς τιμωρίας ποιήσεσθε, ὥστε ἐξελαύνειν τινὰς τῶν πολιτῶν ἐκ τῆς πατρίδος.
因为,如果凡是因醉酒、争强好胜、开玩笑、对骂或为妓女争斗而受伤的人——对于这些在清醒过来后所有人都会后悔的事,如果你们也制定出如此巨大而可怕的惩罚,以至于要将公民驱逐出祖国,那也太可怕了。
§44θαυμάζω δὲ μάλιστα τούτου τῆς διανοίας.
我最惊异于这个人的心思。
οὐ γὰρ τοῦ αὐτοῦ μοι δοκεῖ εἶναι ἐρᾶν τε καὶ συκοφαντεῖν, ἀλλὰ τὸ μὲν τῶν εὐηθεστέρων, τὸ δὲ τῶν πανουργοτάτων.
因为在我看来,恋爱和当诬告者不可能属于同一个人,因为前者属于较为单纯愚直的人,而后者则属于最奸诈邪恶的人。
ἐβουλόμην δʼ ἂν ἐξεῖναί μοι παρʼ ὑμῖν καὶ ἐκ τῶν ἄλλων ἐπιδεῖξαι τὴν τούτου πονηρίαν, ἵνα ἠπίστασθε ὅτι πολὺ ἂν δικαιότερον αὐτὸς περὶ θανάτου ἠγωνίζετο ἢ ἑτέρους ὑπὲρ τῆς πατρίδος εἰς κίνδυνον καθίστη. τὰ μὲν οὖν ἄλλα ἐάσω·
我倒希望我能被允许向你们展示他在其他事情上的恶劣行径,好让你们明白,他自己面临死刑审判,要比他将别人置于失去祖国的危险之中,合理得多。
§45ὃ δʼ ἡγοῦμαι ὑμῖν προσήκειν ἀκοῦσαι καὶ τεκμήριον ἔσεσθαι τῆς τούτου θρασύτητος καὶ τόλμης, περὶ τούτου μνησθήσομαι.
不过,其他事情我就不提了;但我认为你们理应听一听、并且可以作为他傲慢和胆大防为之铁证的一件事,我必须要提一下。
ἐν Κορίνθῳ γάρ, ἐπειδὴ ὕστερον ἦλθε τῆς πρὸς τοὺς πολεμίους μάχης καὶ τῆς εἰς Κορώνειαν στρατείας, ἐμάχετο τῷ ταξιάρχῳ Λάχητι καὶ ἔτυπτεν αὐτόν, καὶ πανστρατιᾷ τῶν πολιτῶν ἐξελθόντων, δόξας ἀκοσμότατος εἶναι καὶ πονηρότατος, μόνος Ἀθηναίων ὑπὸ τῶν στρατηγῶν ἐξεκηρύχθη.
在科林斯,当他在与敌人的战斗以及向科罗尼亚的征战之后迟到时,他与大队长(taxiarch)拉刻斯动手打架并殴打了他。 当公民们全军出征时,因为他被认为是最不守纪律、最邪恶的人,在所有雅典人中,只有他一个人被将军们下令公开驱逐。
§46ἔχοιμι δʼ ἂν καὶ ἄλλα πολλὰ εἰπεῖν περὶ τούτου, ἀλλʼ ἐπειδὴ παρʼ ὑμῖν οὐ νόμιμόν ἐστιν ἔξω τοῦ πράγματος λέγειν, ἐκεῖνο ἐνθυμεῖσθε· οὗτοί εἰσιν οἱ βίᾳ εἰς τὴν ἡμετέραν οἰκίαν εἰσιόντες, οὗτοι οἱ διώκοντες, οὗτοι οἱ βίᾳ ἐκ τῆς ὁδοῦ συναρπάζοντες ἡμᾶς.
关于这个人,我还有很多别的事可以讲,但既然在你们面前说与案情无关的话是不合法的,那么请记住这一点:正是这些人强行闯入我们的住宅,正是这些人进行追赶,正是这些人从路上强行劫持了我们。
§47ὧν ὑμεῖς μεμνημένοι τὰ δίκαια ψηφίζεσθε, καὶ μὴ περιίδητε ἐκ τῆς πατρίδος ἀδίκως ἐκπεσόντα, ὑπὲρ ἧς ἐγὼ πολλοὺς κινδύνους κεκινδύνευκα καὶ πολλὰς λῃτουργίας λελῃτούργηκα, καὶ κακοῦ μὲν αὐτῇ οὐδενὸς αἴτιος γεγένημαι, οὐδὲ τῶν ἐμῶν προγόνων οὐδείς, ἀγαθῶν δὲ πολλῶν·
请你们记住这些,投下公正的一票,不要眼睁睁看着我被不公地驱逐出祖国。 为了这个国家,我曾冒过许多危险,履行过许多公共义务,我从未给它带来任何祸害,我的任何祖先也未曾带来过,反而带来了许多福祉。
§48ὥστε δικαίως ἂν ὑφʼ ὑμῶν καὶ ὑπὸ τῶν ἄλλων ἐλεηθείην, οὐ μόνον εἴ τι πάθοιμι ὧν Σίμων βούλεται, ἀλλὰ καὶ ὅτι ἠναγκάσθην ἐκ τοιούτων πραγμάτων εἰς τοιούτους ἀγῶνας καταστῆναι.
因此,如果我遭受了西蒙所期望的那种遭遇,我固应当得到你们和其他人的同情,但即便仅仅是因为被迫因这些琐事而陷入如此审判,我也理所当然地应该得到你们和众人的怜悯。