Humanitext Reader

吕西亚斯 · 国葬演说 §72-81

遗族的哀思与阵亡者不朽的荣耀

第 8 段,共 8 段 · 希腊语

内容简介

演讲者描绘了幸存父母和孩子的深切悲痛,强调了公民支持他们的责任。在讨论了死亡的普遍性之后,他赞美牺牲的英雄因其美德而获得不朽的荣耀,并呼吁遵守祖先的哀悼习俗。

§72πολλῶν δὲ καὶ δεινῶν ὑπαρχόντων τοὺς μὲν παῖδας αὐτῶν ζηλῶ, ὅτι νεώτεροί εἰσιν ἢ ὥστε εἰδέναι οἵων πατέρων ἐστέρηνται, ἐξ ὧν δʼ οὗτοι γεγόνασιν, οἰκτείρω, ὅτι πρεσβύτεροι ἢ ὥστε ἐπιλαθέσθαι τῆς δυστυχίας τῆς ἑαυτῶν.
尽管存在着许多可怕的困境,一方面我羡慕他们的孩子,因为他们还太年轻,无法懂得自己失去了怎样的父亲;另一方面,我同情生育他们的人,因为他们太年老,无法忘记自己的不幸。
§73τί γὰρ ἂν τούτων ἀνιαρότερον γένοιτο, ἢ τεκεῖν μὲν καὶ θρέψαι καὶ θάψαι τοὺς αὑτῶν, ἐν δὲ τῷ γήρᾳ ἀδυνάτους μὲν εἶναι τῷ σώματι, πασῶν δʼ ἀπεστερημένους τῶν ἐλπίδων ἀφίλους καὶ ἀπόρους γεγονέναι, ὑπὲρ δὲ τῶν αὐτῶν πρότερον ζηλοῦσθαι καὶ νῦν ἐλεεῖσθαι, ποθεινότερον δʼ αὐτοῖς εἶναι τὸν θάνατον τοῦ βίου;
因为有什么比这些事更令人痛苦呢? ——生育、抚养并亲手安葬自己的孩子,而在老年时身体虚弱,被剥夺了一切希望,变得无友无依且一贫如洗,曾因同样的事情而备受羡慕,如今却饱受怜悯,以至于对他们而言死亡比生存更值得渴望。
ὅσῳ γὰρ ἄνδρες ἀμείνους ἦσαν, τοσούτῳ τοῖς καταλειπομένοις τὸ πένθος μεῖζον.
因为他们生前越是优秀的男子,给留下的人带来的悲痛就越深重。
§74πῶς δʼ αὐτοὺς χρὴ λῆξαι τῆς λύπης;
他们又该如何停止悲伤呢?
πότερον ἐν ταῖς τῆς πόλεως συμφοραῖς;
是在城邦遭遇不幸的时候吗?
ἀλλὰ τότε αὐτῶν εἰκὸς καὶ τοὺς ἄλλους μεμνῆσθαι.
但那时其他人也自然会想起他们。
ἀλλʼ ἐν ταῖς εὐτυχίαις ταῖς κοιναῖς;
是在共同的幸运之中吗?
ἀλλʼ ἱκανὸν λυπῆσαι, τῶν μὲν σφετέρων τέκνων τετελευτηκότων, τῶν δὲ ζώντων ἀπολαυόντων τῆς τούτων ἀρετῆς.
但这已足够引起悲痛——他们自己的孩子已经离世,而活着的人却在享受着这些人的美德带来的恩惠。
ἀλλʼ ἐν τοῖς ἰδίοις κινδύνοις, ὅταν ὁρῶσι τοὺς μὲν πρότερον ὄντας φίλους φεύγοντας τὴν αὑτῶν ἀπορίαν, τοὺς δʼ ἐχθροὺς μέγα φρονοῦντας ἐπὶ ταῖς δυστυχίαις ταῖς τούτων;
是在私人的危险中吗? 当他们看到曾经的朋友避开自己的贫困,而敌人因他们的不幸而大肆得意的时候吗?
§75μόνην δʼ ἄν μοι δοκοῦμεν ταύτην τοῖς ἐνθάδε κειμένοις ἀποδοῦναι χάριν, εἰ τοὺς μὲν τοκέας αὐτῶν ὁμοίως ὥσπερ ἐκεῖνοι περὶ πολλοῦ ποιοίμεθα, τοὺς δὲ παῖδας οὕτως ἀσπαζοίμεθα ὥσπερ αὐτοὶ πατέρες ὄντες, ταῖς δὲ γυναιξὶν εἰ τοιούτους βοηθοὺς ἡμᾶς αὐτοὺς παρέχοιμεν, οἷοίπερ ἐκεῖνοι ζῶντες ἦσαν.
在我看来,如果我们能像他们生前那样同样高度重视他们的父母,像我们自己就是父亲那样去爱护他们的孩子,并对他们的妻子提供像他们生前那样提供的帮助,我们似乎就能对躺在这里的人报答这唯一的恩情。
τίνας γὰρ ἂν εἰκότως μᾶλλον τιμῷμεν τῶν ἐνθάδε κειμένων;
因为我们理所当然更应该尊重谁,胜过躺在这里的人呢?
§76τίνας δʼ ἂν τῶν ζώντων δικαιότερον περὶ πολλοῦ ποιοίμεθα ἢ τοὺς τούτοις προσήκοντας, οἳ τῆς μὲν τούτων ἀρετῆς τὸ ἴσον τοῖς ἄλλοις ἀπέλαυσαν, ἀποθανόντων δὲ μόνοι γνησίως τῆς δυστυχίας μετέχουσιν;
我们又凭什么更公正地重视活着的人,胜过这些人的亲属呢? 他们与其他人在同等程度上享受了这些人的美德,而当他们牺牲后,却独自真正地分担着这份不幸。
§77ἀλλὰ γὰρ οὐκ οἶδʼ ὅ τι δεῖ τοιαῦτα ὀλοφύρεσθαι· οὐ γὰρ ἐλανθάνομεν ἡμᾶς αὐτοὺς ὄντες θνητοί· ὥστε τί δεῖ, ἃ πάλαι προσεδοκῶμεν πείσεσθαι, ὑπὲρ τούτων νῦν ἄχθεσθαι, ἢ λίαν οὕτω βαρέως φέρειν ἐπὶ ταῖς τῆς φύσεως συμφοραῖς, ἐπισταμένους ὅτι ὁ θάνατος κοινὸς καὶ τοῖς χειρίστοις καὶ τοῖς βελτίστοις;
然而,我不知道为什么需要为这些事情而哀悼;因为我们并非不知道自己是凡人;那么,对于我们早已预料到会遭受的事情,为什么现在还要感到痛苦,又为什么对自然带来的不幸抱有如此沉重的态度呢? 因为我们深知死亡对最坏的人和最好的人都是一视同仁的。
οὔτε γὰρ τοὺς πονηροὺς ὑπερορᾷ οὔτε τοὺς ἀγαθοὺς θαυμάζει, §78ἀλλʼ ἴσον ἑαυτὸν παρέχει πᾶσιν.
它既不轻视恶人,也不赞美善人,而是将自己平等地呈现给所有人。
εἰ μὲν γὰρ οἷόν τε ἦν τοῖς τοὺς ἐν τῷ πολέμῳ κινδύνους διαφυγοῦσιν ἀθανάτους εἶναι τὸν λοιπὸν χρόνον, ἄξιον τοῖς ζῶσι τὸν ἅπαντα χρόνον πενθεῖν τοὺς τεθνεῶτας·
因为,如果那些在战争中逃脱危险的人在余下的岁月中能够永远不死,那么生者在所有的时间里为死者哀悼也是理应如此的。
νῦν δὲ ἥ τε φύσις καὶ νόσων ἥττων καὶ γήρως, ὅ τε δαίμων ὁ τὴν ἡμετέραν μοῖραν εἰληχὼς ἀπαραίτητος.
但事实是,我们的天性既比不上疾病也比不上衰老,而分得我们命运的神明是不可动摇的。
§79ὥστε προσήκει τούτους εὐδαιμονεστάτους ἡγεῖσθαι, οἵτινες ὑπὲρ μεγίστων καὶ καλλίστων κινδυνεύσαντες οὕτω τὸν βίον ἐτελεύτησαν, οὐκ ἐπιτρέψαντες περὶ αὑτῶν τῇ τύχῃ, οὐδʼ ἀναμείναντες τὸν αὐτόματον θάνατον, ἀλλʼ ἐκλεξάμενοι τὸν κάλλιστον.
因此,理应认为他们是最幸福的人,他们为了最伟大、最美好的事物而冒险,从而结束了自己的生命,既不把自己的命运托付给偶然,也不等待自然死亡的降临,而是亲手选择了最光荣的死。
καὶ γάρ τοι ἀγήρατοι μὲν αὐτῶν αἱ μνῆμαι, ζηλωταὶ δὲ ὑπὸ πάντων ἀνθρώπων αἱ τιμαί· οἳ πενθοῦνται μὲν διὰ τὴν φύσιν ὡς θνητοί, §80ὑμνοῦνται δὲ ὡς ἀθάνατοι διὰ τὴν ἀρετήν.
的确,他们的记忆永不衰老,他们的荣誉受到所有人的羡慕;他们因其凡人的天性而被作为凡人哀悼,却因其美德而被作为不死者传唱。
καὶ γάρ τοι θάπτονται δημοσία, καὶ ἀγῶνες τίθενται ἐπʼ αὐτοῖς ῥώμης καὶ σοφίας καὶ πλούτου, ὡς ἀξίους ὄντας τοὺς ἐν τῷ τετελευτηκότας ταῖς αὐταῖς τιμαῖς καὶ τοὺς ἀθανάτους τιμᾶσθαι.
确实,他们被予以公葬,并为他们举行了力量、智慧和财富的竞技,因为在战争中牺牲的人,理应像不死者一样享有同等的荣誉。
§81ἐγὼ μὲν οὖν αὐτοὺς καὶ μακαρίζω τοῦ θανάτου καὶ ζηλῶ, καὶ μόνοις τούτοις ἀνθρώπων οἶμαι κρεῖττον εἶναι γενέσθαι, οἵτινες, ἐπειδὴ θνητῶν σωμάτων ἔτυχον, ἀθάνατον μνήμην διὰ τὴν ἀρετὴν τὴν αὑτῶν κατέλιπον·
因此,我因他们的死而祝福他们,也羡慕他们,而且我认为在所有人中,唯有他们生下来是更好的。 因为他们虽然得到了凡人的身体,却因自己的美德留下了不朽的记忆。
ὅμως δʼ ἀνάγκη τοῖς ἀρχαίοις ἔθεσι χρῆσθαι, καὶ θεραπεύοντας τὸν πάτριον νόμον ὀλοφύρεσθαι τοὺς θαπτομένους.
然而,我们依然有必要遵守古老的习俗,并遵循祖先的法律,去哀悼被安葬的人。

词汇与语法注释

  1. §72νεώτεροί εἰσιν ἢ ὥστε εἰδέναι — 比较级+`ἤ`+`ὥστε`+不定词的结构。表示主句所描述的性质(“太年轻”)程度过于极端以至于无法实现不定词的动作,译为“太年轻以至于不能知道”。
  2. §73τεκεῖν μὲν καὶ θρέψαι καὶ θάψαι — 紧跟在比较词 `ἤ`(比)之后的一系列不定词。这些不定词具体解释并同位修饰前句问句 `τί γὰρ ἂν τούτων ἀνιαρότερον γένοιτο`(有什么比这些事更令人痛苦呢)中的指示代词 `τούτων`。
  3. §75μόνην δʼ ἄν μοι δοκοῦμεν — 动词 `δοκέω` 采用了人称结构(第一人称复数 `δοκοῦμεν`),并伴有表示潜在可能性的 `ἄν`,而非无人称结构。字面意思是“我们似乎将(报答)”,其后接不定词 `ἀποδοῦναι`。
  4. §78ἄξιον τοῖς ζῶσι τὸν ἅπαντα χρόνον πενθεῖν — 由 `εἰ ... ἦν`(非真实条件)引导的归结句。在表示合适或必要性的无主语形容词短语 `ἄξιον [ἐστί]` 中,即使在虚拟归结句中,助词 `ἄν` 也通常会被省略。
  5. §81μόνοις τούτοις ἀνθρώπων οἶμαι κρεῖττον εἶναι γενέσθαι — 不定词 `γενέσθαι`(出生/存在)作为 `κρεῖττον εἶναι`(是更好的)的主语,而 `μόνοις τούτοις` 则是利益与格。整个结构意为“我认为在所有人中,唯独对这些人来说,出生是更好的”。

引用这一段

吕西亚斯, 国葬演说 §72-81. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg002.humanitext-grc2:72-81

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。