- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg002.humanitext-grc2:72-81
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
遺された親たちや子供たちの深い悲しみを描写し、彼らを支える責任が市民にあることを説く。また、死の本性を論じた上で、美徳のゆえに不死の栄誉を得た戦死者たちの死を祝福しつつ、伝統に則り哀悼を捧げるべきことを論じている。
πολλῶν δὲ καὶ δεινῶν ὑπαρχόντων τοὺς μὲν παῖδας αὐτῶν ζηλῶ, ὅτι νεώτεροί εἰσιν ἢ ὥστε εἰδέναι1 οἵων πατέρων ἐστέρηνται, ἐξ ὧν δʼ οὗτοι γεγόνασιν, οἰκτείρω, ὅτι πρεσβύτεροι ἢ ὥστε ἐπιλαθέσθαι τῆς δυστυχίας τῆς ἑαυτῶν.
多くのかつ恐ろしい困難が存在する中で、彼らの子供たちのことは、自分たちがどのような父親を失ったかを知るにはあまりに若すぎるがゆえに私は羨ましく思う。他方で、彼らを生み出した親たちのことは、自分たちの不運を忘れるにはあまりに年老いているがゆえに私は憐れむ。
τί γὰρ ἂν τούτων ἀνιαρότερον γένοιτο, ἢ τεκεῖν μὲν καὶ θρέψαι καὶ θάψαι2 τοὺς αὑτῶν, ἐν δὲ τῷ γήρᾳ ἀδυνάτους μὲν εἶναι τῷ σώματι, πασῶν δʼ ἀπεστερημένους τῶν ἐλπίδων ἀφίλους καὶ ἀπόρους γεγονέναι, ὑπὲρ δὲ τῶν αὐτῶν πρότερον ζηλοῦσθαι καὶ νῦν ἐλεεῖσθαι, ποθεινότερον δʼ αὐτοῖς εἶναι τὸν θάνατον τοῦ βίου; ὅσῳ γὰρ ἄνδρες ἀμείνους ἦσαν, τοσούτῳ τοῖς καταλειπομένοις τὸ πένθος μεῖζον.
なぜなら、自らの子供を産み、育て、そして葬ること、そして老年にあって身体は衰え、すべての希望を奪われて友もなく困窮した身となり、かつてはまさにその同じことゆえに羨望されていたのに今は憐れまれ、彼らにとって死が生よりも望ましいものとなること、これら以上に苦痛なことが何がありえようか。なぜなら、彼らが優れた男たちであった分だけ、残された者たちの悲しみはそれだけ大きいからである。
πῶς δʼ αὐτοὺς χρὴ λῆξαι τῆς λύπης; πότερον ἐν ταῖς τῆς πόλεως συμφοραῖς; ἀλλὰ τότε αὐτῶν εἰκὸς καὶ τοὺς ἄλλους μεμνῆσθαι. ἀλλʼ ἐν ταῖς εὐτυχίαις ταῖς κοιναῖς; ἀλλʼ ἱκανὸν λυπῆσαι, τῶν μὲν σφετέρων τέκνων τετελευτηκότων, τῶν δὲ ζώντων ἀπολαυόντων τῆς τούτων ἀρετῆς. ἀλλʼ ἐν τοῖς ἰδίοις κινδύνοις, ὅταν ὁρῶσι τοὺς μὲν πρότερον ὄντας φίλους φεύγοντας τὴν αὑτῶν ἀπορίαν, τοὺς δʼ ἐχθροὺς μέγα φρονοῦντας ἐπὶ ταῖς δυστυχίαις ταῖς τούτων;
では、彼らはどのようにして悲しみを終わらせるべきなのだろうか。都市の不運においてだろうか。しかし、その時には他の人々も彼らのことを思い出すのが自然である。では、共通の幸運においてだろうか。しかし、自らの子供たちが世を去った一方で、生きている人々が彼らの美徳の恩恵を享受していることは、悲しみをもたらすに十分である。では、私的な危険においてだろうか。かつては友人であった者たちが自分たちの困窮から逃げ去り、敵たちが彼らの不運を大いに得意がっているのを見る時にだろうか。
μόνην δʼ ἄν μοι δοκοῦμεν3 ταύτην τοῖς ἐνθάδε κειμένοις ἀποδοῦναι χάριν, εἰ τοὺς μὲν τοκέας αὐτῶν ὁμοίως ὥσπερ ἐκεῖνοι περὶ πολλοῦ ποιοίμεθα, τοὺς δὲ παῖδας οὕτως ἀσπαζοίμεθα ὥσπερ αὐτοὶ πατέρες ὄντες, ταῖς δὲ γυναιξὶν εἰ τοιούτους βοηθοὺς ἡμᾶς αὐτοὺς παρέχοιμεν, οἷοίπερ ἐκεῖνοι ζῶντες ἦσαν. τίνας γὰρ ἂν εἰκότως μᾶλλον τιμῷμεν τῶν ἐνθάδε κειμένων;
私たちは、ここに眠る人々に対して、彼らの親たちを彼らと同じように大いに重んじ、彼らの子供たちを自分自身が父親であるかのように抱きしめ、彼らの妻たちに対しては、彼らが生きている時のようであったような援助者として自らを提供するならば、この唯一の報恩を果たすことができると思われる。なぜなら、私たちはここに眠る人々以上に、当然誰をより尊重すべきだというのだろうか。
τίνας δʼ ἂν τῶν ζώντων δικαιότερον περὶ πολλοῦ ποιοίμεθα ἢ τοὺς τούτοις προσήκοντας, οἳ τῆς μὲν τούτων ἀρετῆς τὸ ἴσον τοῖς ἄλλοις ἀπέλαυσαν, ἀποθανόντων δὲ μόνοι γνησίως τῆς δυστυχίας μετέχουσιν;
また、生きている人々のうち、彼らの親族以上に、誰をより正当に重んじるべきだろうか。彼らは彼らの美徳の恩恵を他の人々と同じように享受したが、彼らが死んだ今、その不運を彼らだけが真に分かち合っているのである。
ἀλλὰ γὰρ οὐκ οἶδʼ ὅ τι δεῖ τοιαῦτα ὀλοφύρεσθαι· οὐ γὰρ ἐλανθάνομεν ἡμᾶς αὐτοὺς ὄντες θνητοί· ὥστε τί δεῖ, ἃ πάλαι προσεδοκῶμεν πείσεσθαι, ὑπὲρ τούτων νῦν ἄχθεσθαι, ἢ λίαν οὕτω βαρέως φέρειν ἐπὶ ταῖς τῆς φύσεως συμφοραῖς, ἐπισταμένους ὅτι ὁ θάνατος κοινὸς καὶ τοῖς χειρίστοις καὶ τοῖς βελτίστοις; οὔτε γὰρ τοὺς πονηροὺς ὑπερορᾷ οὔτε τοὺς ἀγαθοὺς θαυμάζει, ἀλλʼ ἴσον ἑαυτὸν παρέχει πᾶσιν. εἰ μὲν γὰρ οἷόν τε ἦν τοῖς τοὺς ἐν τῷ πολέμῳ κινδύνους διαφυγοῦσιν ἀθανάτους εἶναι τὸν λοιπὸν χρόνον, ἄξιον τοῖς ζῶσι τὸν ἅπαντα χρόνον πενθεῖν4 τοὺς τεθνεῶτας· νῦν δὲ ἥ τε φύσις καὶ νόσων ἥττων καὶ γήρως, ὅ τε δαίμων ὁ τὴν ἡμετέραν μοῖραν εἰληχὼς ἀπαραίτητος.
しかしながら、なぜこのようなことを哀悼しなければならないのか私にはわからない。なぜなら、私たちが死を免れない定めの者であることを、私たちは忘れていたわけではないからである。したがって、私たちが被るだろうとかねてより予期していたことのために、なぜ今苦しまなければならないのだろうか。あるいは、死が最も劣った者にも最も優れた者にも共通であることを知りながら、自然がもたらす不運をこれほどまでにひどく重く受け止める必要があるのだろうか。なぜなら、死は悪人を無視することもなく、善人を感嘆することもないからである。むしろ、死はすべての人に対して自らを等しく差し出す。もし、戦争における危険を逃れた者たちがその後の時間を永遠に不死でありうることが可能であったなら、生きている人々が死者を永遠に悼み続けることもふさわしい。しかし実際には、私たちの本性は病や老年よりも弱く、私たちの運命を割り当てられた神は容赦がないのである。
ὥστε προσήκει τούτους εὐδαιμονεστάτους ἡγεῖσθαι, οἵτινες ὑπὲρ μεγίστων καὶ καλλίστων κινδυνεύσαντες οὕτω τὸν βίον ἐτελεύτησαν, οὐκ ἐπιτρέψαντες περὶ αὑτῶν τῇ τύχῃ, οὐδʼ ἀναμείναντες τὸν αὐτόματον θάνατον, ἀλλʼ ἐκλεξάμενοι τὸν κάλλιστον. καὶ γάρ τοι ἀγήρατοι μὲν αὐτῶν αἱ μνῆμαι, ζηλωταὶ δὲ ὑπὸ πάντων ἀνθρώπων αἱ τιμαί· οἳ πενθοῦνται μὲν διὰ τὴν φύσιν ὡς θνητοί, ὑμνοῦνται δὲ ὡς ἀθάνατοι διὰ τὴν ἀρετήν. καὶ γάρ τοι θάπτονται δημοσία, καὶ ἀγῶνες τίθενται ἐπʼ αὐτοῖς ῥώμης καὶ σοφίας καὶ πλούτου, ὡς ἀξίους ὄντας τοὺς ἐν τῷ πολέμῳ τετελευτηκότας ταῖς αὐταῖς τιμαῖς καὶ τοὺς ἀθανάτους τιμᾶσθαι.
それゆえ、最も偉大で最も美しいもののために危険を冒してこのように生涯を終え、自分たちの運命を偶然に委ねず、自然死を待つこともせず、最も美しい死を自ら選び取った彼らを、最も幸福な者たちとみなすのがふさわしい。実際、彼らの記憶は老いることがなく、彼らの名誉はすべての人々から羨望される。彼らはその本性のゆえに死を免れない者として哀悼されるが、その美徳のゆえに不死なる者として讃えられる。そして実際、彼らは公費で埋葬され、彼らのために力と知恵と富の競技会が催される。それは、戦いにおいて命を落とした人々が、不死なる者たちと同じ名誉をもって称えられるに値するからである。
ἐγὼ μὲν οὖν αὐτοὺς καὶ μακαρίζω τοῦ θανάτου καὶ ζηλῶ, καὶ μόνοις τούτοις ἀνθρώπων οἶμαι κρεῖττον εἶναι γενέσθαι,5 οἵτινες, ἐπειδὴ θνητῶν σωμάτων ἔτυχον, ἀθάνατον μνήμην διὰ τὴν ἀρετὴν τὴν αὑτῶν κατέλιπον· ὅμως δʼ ἀνάγκη τοῖς ἀρχαίοις ἔθεσι χρῆσθαι, καὶ θεραπεύοντας τὸν πάτριον νόμον ὀλοφύρεσθαι τοὺς θαπτομένους.
それゆえ、私は彼らをその死のゆえに祝福し、また羨ましく思う。そして、人間の中でこの人々だけが、生まれてきてより良かったのだと思う。彼らは死を免れない身体を持ちながらも、自らの美徳のゆえに不死なる記憶を残したからである。しかしながら、古代の慣習に従い、祖先の法を遵守して、葬られる人々を哀悼することは必要なのである。
- 72νεώτεροί εἰσιν ἢ ὥστε εἰδέναι
比較級+ἤ+ὥστε+不定詞の構文。主節の性質(「若すぎる」)が極端であるために引き起こされる結果の程度を表現し、「〜するにはあまりに若すぎる」という意味になる。
- 73τεκεῖν μὲν καὶ θρέψαι καὶ θάψαι
比較表現 ἤ(〜よりも)に続く一連の不定詞。文頭の τί γὰρ ἂν τούτων ἀνιαρότερον γένοιτο(これら以上に苦痛なことが何がありえようか)の τούτων(これら)の内容を具体的に説明・言い換える並列の主語不定詞句。
- 75μόνην δʼ ἄν μοι δοκοῦμεν
動詞 δοκέω が人称構文(1人称複数 δοκοῦμεν)として使われ、潜在を示す ἄν を伴っている。非人称構文(「〜と思われる」)ではなく、「私たちは〜と思われるだろう」という人称的表現になり、不定詞 ἀποδοῦναι を従える。
- 78ἄξιον τοῖς ζῶσι τὸν ἅπαντα χρόνον πενθεῖν
εἰ ... ἦν(事実と反対の仮定)を受ける帰結節。必要性や適当さを表す形容詞 ἄξιον の非人称表現(ἐστί の省略)では、反実仮想の帰結節であっても小辞 ἄν が省略されることが多い。
- 81μόνοις τούτοις ἀνθρώπων οἶμαι κρεῖττον εἶναι γενέσθαι
κρεῖττον εἶναι(より良いことである)の主語となる不定詞が γενέσθαι(生まれること/存在すること)であり、μόνοις τούτοις は利益の与格。「人間の中で、この人々だけに生まれてきたことがより勝っていた(=生まれてきてより良かった)」という二重の比較構文。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
