§29Νόμος
οὐκ ἠμφεσβήτει, ὦ ἄνδρες, ἀλλʼ ὡμολόγει ἀδικεῖν, καὶ ὅπως μὲν μὴ ἀποθάνῃ ἠντεβόλει καὶ ἱκέτευεν, ἀποτίνειν δʼ ἕτοιμος ἦν χρήματα.
Νόμος 诸位,他没有异议,而是承认了罪行,为了免于一死而哀求、乞求,并准备支付金钱。
ἐγὼ δὲ τῷ μὲν ἐκείνου τιμήματι οὐ συνεχώρουν, τὸν δὲ τῆς πόλεως νόμον ἠξίουν εἶναι κυριώτερον, καὶ ταύτην ἔλαβον τὴν δίκην, ἣν ὑμεῖς δικαιοτάτην εἶναι ἡγησάμενοι τοῖς τὰ τοιαῦτα ἐπιτηδεύουσιν ἐτάξατε.
但我不同意他的赔偿提议,而是主张城邦的法律应当具有更高的效力,并执行了这桩惩罚。 这是你们认为最公正、并为犯下此类罪行的人所规定的。
καί μοι ἀνάβητε τούτων μάρτυρες.
请为我上来,作这些事的证人。
§30Μάρτυρες
ἀνάγνωθι δέ μοι καὶ τοῦτον τὸν νόμον τὸν ἐκ τῆς στήλης τῆς ἐξ Ἀρείου πάγου.
Μάρτυρες 还要请为我宣读阿雷奥帕谷石碑上的这条法律。
Νόμος
ἀκούετε, ὦ ἄνδρες, ὅτι αὐτῷ τῷ δικαστηρίῳ τῷ ἐξ Ἀρείου πάγου, ᾧ καὶ πάτριόν ἐστι καὶ ἐφʼ ἡμῶν ἀποδέδοται τοῦ φόνου τὰς δίκας δικάζειν, διαρρήδην εἴρηται τούτου μὴ καταγιγνώσκειν φόνον, ὃς ἂν ἐπὶ δάμαρτι τῇ ἑαυτοῦ μοιχὸν λαβὼν ταύτην τὴν τιμωρίαν ποιήσηται.
Νόμος 诸位,你们听到了,即使是对于阿雷奥帕谷法廷本身——该法廷拥有祖传特权,且在我们的时代仍被授权审判谋杀案——也明确规定,凡是在自己的妻子身上抓获奸夫并执行了这种惩罚的人,不得判处其犯有谋杀罪。
§31καὶ οὕτω σφόδρα ὁ νομοθέτης ἐπὶ ταῖς γαμεταῖς γυναιξὶ δίκαια ταῦτα ἡγήσατο εἶναι, ὥστε καὶ ἐπὶ ταῖς παλλακαῖς ταῖς ἐλάττονος ἀξίαις τὴν αὐτὴν δίκην ἐπέθηκε.
立法者认为对正妻实施这一规定是极其公正的,以至于对价值较低的妾也施加了同样的惩罚。
καίτοι δῆλον ὅτι, εἴ τινα εἶχε ταύτης μείζω τιμωρίαν ἐπὶ ταῖς γαμεταῖς, ἐποίησεν ἄν.
显然,如果他能对正妻找到比这更重的惩罚,他一定会制定出来。
νῦν δὲ οὐχ οἷός τε ὢν ταύτης ἰσχυροτέραν ἐπʼ ἐκείναις ἐξευρεῖν, τὴν αὐτὴν καὶ ἐπὶ ταῖς παλλακαῖς ἠξίωσε γίγνεσθαι.
但由于无法为她们找到比这更强的惩罚,他便要求对妾也适用同样的惩罚。
ἀνάγνωθι δέ μοι καὶ τοῦτον τὸν νόμον.
也请为我宣读这条法律。
§32Νόμος
ἀκούετε, ἄνδρες, ὅτι κελεύει, ἐάν τις ἄνθρωπον ἐλεύθερον ἢ παῖδα αἰσχύνῃ βίᾳ, διπλῆν τὴν βλάβην ὀφείλειν· ἐὰν δὲ γυναῖκα, ἐφʼ αἷσπερ ἀποκτείνειν ἔξεστιν, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι·
Νόμος 诸位,你们听到了,法律命令:如果有人用暴力侮辱了自由人或孩子,必须支付双倍的赔偿金;如果是对(允许杀害其奸夫的)妇女,则适用同样的处罚。
οὕτως, ὦ ἄνδρες, τοὺς βιαζομένους ἐλάττονος ζημίας ἀξίους ἡγήσατο εἶναι ἢ τοὺς πείθοντας·
诸位,由此可见,他认为诉诸暴力强奸的人,比用言语说服诱惑的人更应受较轻的处罚。
τῶν μὲν γὰρ θάνατον κατέγνω, τοῖς δὲ διπλῆν ἐποίησε τὴν βλάβην, ἡγούμενος τοὺς μὲν διαπραττομένους βίᾳ ὑπὸ τῶν βιασθέντων μισεῖσθαι, §33τοὺς δὲ πείσαντας οὕτως αὐτῶν τὰς ψυχὰς διαφθείρειν, ὥστʼ οἰκειοτέρας αὑτοῖς ποιεῖν τὰς ἀλλοτρίας γυναῖκας ἢ τοῖς ἀνδράσι, καὶ πᾶσαν ἐπʼ ἐκείνοις τὴν οἰκίαν γεγονέναι, καὶ τοὺς παῖδας ἀδήλους εἶναι ὁποτέρων τυγχάνουσιν ὄντες, τῶν ἀνδρῶν ἢ τῶν μοιχῶν.
因为他判处后者死刑,而对前者只规定了双倍的赔偿,他认为通过暴力得逞的人会被受害者憎恨,而用言语说服的人则以此败坏她们的心灵,使别人的妻子对他们比对自己的丈夫更亲近,让整个家庭落入他们的控制之中,并使孩子身份不明,无法确定他们究竟是丈夫的还是奸夫的。
ἀνθʼ ὧν ὁ τὸν νόμον τιθεὶς θάνατον αὐτοῖς ἐποίησε τὴν ζημίαν.
因此,立法者将死刑作为对他们的惩罚。
§34ἐμοῦ τοίνυν, ὦ ἄνδρες, οἱ μὲν νόμοι οὐ μόνον ἀπεγνωκότες εἰσὶ μὴ ἀδικεῖν, ἀλλὰ καὶ κεκελευκότες ταύτην τὴν δίκην λαμβάνειν·
诸位,因此对我而言,法律不仅宣告我无罪,甚至命令我执行这种惩罚。
ἐν ὑμῖν δʼ ἐστὶ πότερον χρὴ τούτους ἰσχυροὺς ἢ μηδενὸς ἀξίους εἶναι.
至于这些法律是应该具有效力,还是应该变得一文不值,全在你们。
§35ἐγὼ μὲν γὰρ οἶμαι πάσας τὰς πόλεις διὰ τοῦτο τοὺς νόμους τίθεσθαι, ἵνα περὶ ὧν ἂν πραγμάτων ἀπορῶμεν, παρὰ τούτους ἐλθόντες σκεψώμεθα ὅ τι ἡμῖν ποιητέον ἐστίν.
因为我认为,所有城邦制定法律都是为了这个目的:当我们在任何事情上感到困惑时,可以诉诸法律,探讨我们应该怎么做。
οὗτοι τοίνυν περὶ τῶν τοιούτων τοῖς ἀδικουμένοις τοιαύτην δίκην λαμβάνειν παρακελεύονται.
因此,法律在这些事情上命令受害者执行这样的惩罚。
§36οἷς ὑμᾶς ἀξιῶ τὴν αὐτὴν γνώμην ἔχειν·
我要求你们与这些法律保持同样的立场。
εἰ δὲ μή, τοιαύτην ἄδειαν τοῖς μοιχοῖς ποιήσετε, ὥστε καὶ τοὺς κλέπτας ἐπαρεῖτε φάσκειν μοιχοὺς εἶναι, εὖ εἰδότας ὅτι, ἐὰν ταύτην τὴν αἰτίαν περὶ ἑαυτῶν λέγωσι καὶ ἐπὶ τούτῳ φάσκωσιν εἰς τὰς ἀλλοτρίας οἰκίας εἰσιέναι, οὐδεὶς αὐτῶν ἅψεται.
否则,你们将给奸夫提供这样的免责,以至于连小偷也会被鼓动去自称是奸夫。 因为他们深知,如果他们为自己找这个借口,声称是为了这个目的进入他人的住宅,就没有人敢碰他们。
πάντες γὰρ εἴσονται ὅτι τοὺς μὲν νόμους τῆς μοιχείας χαίρειν ἐᾶν δεῖ, τὴν δὲ ψῆφον τὴν ὑμετέραν δεδιέναι· αὕτη γάρ ἐστι πάντων τῶν ἐν τῇ πόλει κυριωτάτη.
因为所有人都将知道,奸淫法可以被置之不理,而只需害怕你们的投票(判决),因为这才是城邦中具有最高权威的东西。
§37σκέψασθε δέ, ὦ ἄνδρες·
诸位,请看。
κατηγοροῦσι γάρ μου ὡς ἐγὼ τὴν θεράπαιναν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετελθεῖν ἐκέλευσα τὸν νεανίσκον.
因为他们指控我,说我在那一天命令女仆去把那个年轻人叫来。
ἐγὼ δέ, ὦ ἄνδρες, δίκαιον μὲν ἂν ποιεῖν ἡγούμην ᾡτινιοῦν τρόπῳ τὸν τὴν γυναῖκα τὴν ἐμὴν διαφθείραντα §38λαμβάνων·
但诸位,我认为,无论用什么方式抓获败坏我妻子的人,我所做的都是正义的事,去抓获他。
εἰ μὲν γὰρ λόγων εἰρημένων ἔργου δὲ μηδενὸς γεγενημένου μετελθεῖν ἐκέλευον ἐκεῖνον, ἠδίκουν ἄν·
因为,如果只是说了些话,却还没有发生任何事实,而我就命令去叫他来,那我就是行不义了。
εἰ δὲ ἤδη πάντων διαπεπραγμένων καὶ πολλάκις εἰσεληλυθότος εἰς τὴν οἰκίαν τὴν ἐμὴν ᾡτινιοῦν τρόπῳ ἐλάμβανον αὐτόν, σωφρονεῖν ἂν ἐμαυτὸν ἡγούμην·
但如果是在一切已经发生,且他已经多次进入我的住宅之后,我以任何方式抓获了他,我都认为自己是在明智地行事。