§39σκέψασθε δὲ ὅτι καὶ ταῦτα ψεύδονται· ῥᾳδίως δὲ ἐκ τῶνδε γνώσεσθε.
请考虑一下,他们在这些事上也在撒谎;你们很容易从以下的事实中明白这一点。
ἐμοὶ γάρ, ὦ ἄνδρες, ὅπερ καὶ πρότερον εἶπον, φίλος ὢν Σώστρατος καὶ οἰκείως διακείμενος ἀπαντήσας ἐξ ἀγροῦ περὶ ἡλίου δυσμὰς συνεδείπνει, καὶ ἐπειδὴ καλῶς εἶχεν αὐτῷ, ἀπιὼν ᾤχετο.
诸位,正如我之前所说,我的朋友、与我关系亲密的索斯特拉托斯在日没分从乡下回来时遇见我,并与我共进晚餐。 当他吃饱喝足之后,便动身离去了。
§40καίτοι πρῶτον μέν, ὦ ἄνδρες, ἐνθυμήθητε· εἰ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐγὼ ἐπεβούλευον Ἐρατοσθένει, πότερον ἦν μοι κρεῖττον αὐτῷ ἑτέρωθι δειπνεῖν ἢ τὸν συνδειπνήσοντά μοι εἰσαγαγεῖν;
然而诸位,首先请考虑:如果我在那天晚上阴谋对付埃拉托斯特尼,对我来说是在别处吃饭更好,还是把一个和我一起吃饭的人带进屋里更好?
οὕτω γὰρ ἂν ἧττον ἐτόλμησεν ἐκεῖνος εἰσελθεῖν εἰς τὴν οἰκίαν.
因为这样一来,那个人就不大敢进入我的房子了。
εἶτα δοκῶ ἂν ὑμῖν τὸν συνδειπνοῦντα ἀφεὶς μόνος καταλειφθῆναι καὶ ἔρημος γενέσθαι, ἢ κελεύειν ἐκεῖνον μεῖναι, ἵνα μετʼ ἐμοῦ τὸν μοιχὸν ἐτιμωρεῖτο;
再者,你们认为我会打发走共进晚餐的人、让自己独自一人落单,还是会要求他留下来,以便和我一起惩罚那个奸夫?
§41ἔπειτα, ὦ ἄνδρες, οὐκ ἂν δοκῶ ὑμῖν τοῖς ἐπιτηδείοις μεθʼ ἡμέραν παραγγεῖλαι, καὶ κελεῦσαι αὐτοὺς συλλεγῆναι εἰς οἰκίαν του τῶν φίλων ἐγγυτάτω, μᾶλλον ἢ ἐπειδὴ τάχιστα ᾐσθόμην τῆς νυκτὸς περιτρέχειν, οὐκ εἰδὼς ὅντινα οἴκοι καταλήψομαι καὶ ὅντινα ἔξω;
其次,诸位,难道你们不认为,我更应该在白天通知我的亲友,并命令他们在离我家最近的朋友家里集合吗? 而不是一到夜里发觉情况就到处乱跑,根本不知道谁会在家,谁会出门在外?
καὶ ὡς Ἁρμόδιον μὲν καὶ τὸν δεῖνα ἦλθον οὐκ ἐπιδημοῦντας (οὐ γὰρ ᾔδη), ἑτέρους δὲ οὐκ ἔνδον ὄντας κατέλαβον, οὓς δʼ οἷός τε ἦ λαβὼν ἐβάδιζον.
事实上,我去找了哈尔莫迪乌斯和某某,他们都不在城里(因为我不知道这一点),而其他人我发现他们也不在家,于是我只带上能带的人一同前往。
§42καίτοιγε εἰ προῄδη, οὐκ ἂν δοκῶ ὑμῖν καὶ θεράποντας παρασκευάσασθαι καὶ τοῖς φίλοις παραγγεῖλαι, ἵνʼ ὡς ἀσφαλέστατα μὲν αὐτὸς εἰσῄα (τί γὰρ ᾔδη εἴ τι κἀκεῖνος εἶχε σιδήριον;
然而,如果我预先知道,难道你们不认为我会准备好仆人并通知朋友,以便我自己能尽可能安全地进去(因为我怎么会知道他是否带了什么铁质武器?
), ὡς μετὰ πλείστων δὲ μαρτύρων τὴν τιμωρίαν ἐποιούμην;
),并能当着尽可能多的证人执行惩罚吗?
νῦν δʼ οὐδὲν εἰδὼς τῶν ἐσομένων ἐκείνῃ τῇ νυκτί, οὓς οἷός τε ἦ παρέλαβον.
但事实上,我对那天晚上要发生的事一无所知,只带了能带上的人。
καί μοι ἀνάβητε τούτων μάρτυρες.
请为我上来,作这些事的证人。
§43Μάρτυρες
τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες·
Μάρτυρες 诸位,你们已经听取了证人的证词。
σκέψασθε δὲ παρʼ ὑμῖν αὐτοῖς οὕτως περὶ τούτου τοῦ πράγματος, ζητοῦντες εἴ τις ἐμοὶ καὶ Ἐρατοσθένει ἔχθρα πώποτε γεγένηται πλὴν ταύτης.
现在请你们自己在这个案子上这样思考,寻找我和埃拉托斯特尼之间除了这件事之外,是否曾有过任何恩怨。
οὐδεμίαν γὰρ εὑρήσετε.
因为你们什么也找不到。
§44οὔτε γὰρ συκοφαντῶν γραφάς με ἐγράψατο, οὔτε ἐκβάλλειν ἐκ τῆς πόλεως ἐπεχείρησεν, οὕτε ἰδίας δίκας ἐδικάζετο, οὔτε συνῄδει κακὸν οὐδὲν ὃ ἐγὼ δεδιὼς μή τις πύθηται ἐπεθύμουν αὐτὸν ἀπολέσαι, οὔτε εἰ ταῦτα διαπραξαίμην, ἤλπιζόν ποθεν χρήματα λήψεσθαι· ἔνιοι γὰρ τοιούτων πραγμάτων ἕνεκα θάνατον ἀλλήλοις ἐπιβουλεύουσι.
因为他既没有作为诬告者向我提起公诉,也没有企图将我逐出城邦,既没有起诉私法诉讼,也没有掌握我的任何恶行——以至于我因害怕被人发现而渴望除掉他,而且,即使我完成了这些事,我也不指望能从哪里得到钱财;因为有些人正是为了这些事情而密谋杀害彼此的。
§45τοσούτου τοίνυν δεῖ ἢ λοιδορία ἢ παροινία ἢ ἄλλη τις διαφορὰ ἡμῖν γεγονέναι, ὥστε οὐδὲ ἑωρακὼς ἦ τὸν ἄνθρωπον πώποτε πλὴν ἐν ἐκείνῃ τῇ νυκτί.
因此,我们之间绝没有任何辱骂、酒后争吵或其他纠纷,以至于除了那天晚上,我以前甚至从未见过这个人。
τί ἄν οὖν βουλόμενος ἐγὼ τοιοῦτον κίνδυνον ἐκινδύνευον, εἰ μὴ τὸ μέγιστον τῶν ἀδικημάτων ἦ ὑπʼ αὐτοῦ ἠδικημένος;
那么,要不是他对我犯下了最严重的罪行,我究竟是为了什么才甘冒这样的危险呢?
§46ἔπειτα παρακαλέσας αὐτὸς μάρτυρας ἠσέβουν, ἐξόν μοι, εἴπερ ἀδίκως ἐπεθύμουν αὐτὸν ἀπολέσαι, μηδένα μοι τούτων συνειδέναι;
而且,如果我真的是不公义地想要除掉他,我本可以不让任何人知道这些事,那我怎么还会自己召集证人并犯下这种不敬之罪呢?
§47ἐγὼ μὲν οὖν, ὦ ἄνδρες, οὐκ ἰδίαν ὑπὲρ ἐμαυτοῦ νομίζω ταύτην γενέσθαι τὴν τιμωρίαν, ἀλλʼ ὑπὲρ τῆς πόλεως ἁπάσης·
因此,诸位,我认为这一惩罚并非仅为我个人,而是为了整个城邦。
οἱ γὰρ τοιαῦτα πράττοντες, ὁρῶντες οἷα τὰ ἆθλα πρόκειται τῶν τοιούτων ἁμαρτημάτων, ἧττον εἰς τοὺς ἄλλους ἐξαμαρτήσονται, ἐὰν καὶ ὑμᾶς ὁρῶσι τὴν αὐτὴν γνώμην ἔχοντας.
因为那些犯下此类行径的人,一旦看到为此类罪行准备了怎样的惩罚,如果他们看到你们也持有同样的态度,就更不会轻易对他人犯罪。
§48εἰ δὲ μή, πολὺ κάλλιον τοὺς μὲν κειμένους νόμους ἐξαλεῖψαι, ἑτέρους δὲ θεῖναι, οἵτινες τοὺς μὲν φυλάττοντας τὰς ἑαυτῶν γυναῖκας ταῖς ζημίαις ζημιώσουσι, τοῖς δὲ βουλομένοις εἰς αὐτὰς ἁμαρτάνειν πολλὴν ἄδειαν ποιήσουσι.
否则,远不如废除现有的法律,另立新法,惩罚那些看守自己妻子的人,而给那些企图对她们犯罪的人以极大的免责权。
§49πολὺ γὰρ οὕτω δικαιότερον ἢ ὑπὸ τῶν νόμων τοὺς πολίτας ἐνεδρεύεσθαι, οἳ κελεύουσι μέν, ἐάν τις μοιχὸν λάβῃ, ὅ τι ἂν οὖν βούληται χρῆσθαι, οἱ δʼ ἀγῶνες δεινότεροι τοῖς ἀδικουμένοις καθεστήκασιν ἢ τοῖς παρὰ τοὺς νόμους τὰς ἀλλοτρίας καταισχύνουσι γυναῖκας.
因为这样比起公民被法律所诱捕要公正得多——法律命令:如果有人抓到奸夫,可以任意处置;而现在,受害者面临的诉讼,反倒比那些违反法律、玷污他人妻子的人所面临的更为凶险。
§50ἐγὼ γὰρ νῦν καὶ περὶ τοῦ σώματος καὶ περὶ τῶν χρημάτων καὶ περὶ τῶν ἄλλων ἁπάντων κινδυνεύω, ὅτι τοῖς τῆς πόλεως νόμοις ἐπειθόμην.
因为我如今只因服从了城邦的法律,便面临着生命、财产及其他一切事物的危险。