§26Δεῖ διαλαβεῖν ὅτι καὶ ὁ πολὺς λόγος καὶ ὁ βραχὺς εἰς τὸ αὐτὸ συντείνει.
应当认识到,长篇大论与简短之言都指向同一目的。
§27Ἐπὶ μὲν τῶν ἄλλων ἐπιτηδευμάτων μόλις τελειωθεῖσιν ὁ καρπὸς ἔρχεται, ἐπὶ δὲ φιλοσοφίας συντρέχει τῇ γνώσει τὸ τερπνόν·
在其他行业中,成果是在人们艰难地完成之后才到来的;但在哲学中,愉悦与认识并肩同行。
οὐ γὰρ μετὰ μάθησιν ἀπόλαυσις, ἀλλὰ ἅμα μάθησις καὶ ἀπόλαυσις.
因为享受并非在学习之后,而是学习与享受同时发生。
§28Οὔτε τοὺς προχείρους εἰς φιλίαν οὔτε τοὺς ὀκνηροὺς δοκιμαστέον· δεῖ δὲ καὶ παρακινδυνεῦσαι χάριν, χάριν φιλίας.
既不应认可那些轻率建立友谊的人,也不应认可那些犹豫不决的人;但我们必须为了好意,即为了友谊的好意,而不惜冒危险。
§29Παρρησίᾳ γὰρ ἔγωγε χρώμενος φυσιολόγῳ χρησμῳδεῖν τὰ συμφέροντα πᾶσιν ἀνθρώποις μᾶλλον ἂν βουλοίμην, κἂν μηδεὶς μέλλῃ συνήσειν, ἢ συγκατατιθέμενος ταῖς δόξαις καρποῦσθαι τὸν πυκνὸν παραπίπτοντα παρὰ τῶν πολλῶν ἔπαινον.
就我而言,我宁愿以自然学者的坦诚,向所有人宣告如神谕般有益的事物,哪怕没有人能够理解;而不愿通过附和世俗偏见,去收获大众频频赐予的廉价赞美。
§30Ἑτοιμάζονταί τινες διὰ βίου τὰ πρὸς τὸν βίον, οὐ συνορῶντες ὡς πᾶσιν ἡμῖν θανάσιμον ἐγκέχυται τὸ τῆς γενέσεως φάρμακον.
有些人一生都在为生活做准备,却不明白,诞生的致命毒药早已注入我们所有人的体内。
§31Πρὸς μὲν τἆλλα δυνατὸν ἀσφάλειαν πορίσασθαι, χάριν δὲ θανάτου πάντες ἄνθρωποι πόλιν ἀτείχιστον οἰκοῦμεν.
对于其他事物,或许还能获得安全防范,但面对死亡,我们所有人都居住在一座不设防的城市里。
§32Ὁ τοῦ σοφοῦ σεβασμὸς ἀγαθὸν μέγα τῷ σεβομένῳ ἐστί.
对智者的崇敬,对于崇敬他的人来说是一个巨大的福祉。
§33Σαρκὸς φωνὴ τὸ μὴ πεινῆν, τὸ μὴ διψῆν, τὸ μὴ ῥιγοῦν·
肉体的声音是:不饥、不渴、不冷。
ταῦτα γὰρ ἔχων τις καὶ ἐλπίζων ἕξειν κἂν 〈Διὶ〉 ὑπὲρ εὐδαιμονίας μαχέσαιτο.
拥有这些并指望未来依然拥有的人,甚至可以在幸福这件事上与宙斯一争高下。
§34Οὐχ οὕτως χρείαν ἔχομεν τῆς χρείας παρὰ τῶν φίλων ὡς τῆς πίστεως τῆς περὶ τῆς χρείας.
我们对朋友之援助的需要,远不及对这种援助之笃信的需要。
§35Οὐ δεῖ λυμαίνεσθαι τὰ παρόντα τῶν ἀπόντων ἐπιθυ μίᾳ, ἀλλ’ ἐπιλογίζεσθαι ὅτι καὶ ταῦτα τῶν εὐκταίων ἦν.
不要因渴望得不到的东西而损害了现有的东西,而要想到,你现在拥有的东西,也曾是过去祈求而得的。
§36Ὁ Ἐπικούρου βίος τοῖς τῶν ἄλλων συγκρινόμενος ἕνεκεν ἡμερότητος καὶ αὐταρκείας μῦθος ἂν νομισθείη.
伊壁鸠鲁的一生,若是与他人的生活相比,因其温和自足,简直会被视为神话。
§37Ἀσθενὴς ἡ φύσις ἐστὶ πρὸς τὸ κακόν, οὐ πρὸς τὸ ἀγαθόν·
本性面对恶是软弱的,但面对善则不然。
ἡδοναῖς μὲν γὰρ σῴζεται, ἀλγηδόσι δὲ διαλύεται.
因为生命因快乐而得以保全,因痛苦而解体。
§38Μικρὸς παντάπασιν, ᾧ πολλαὶ αἰτίαι εὔλογοι εἰς ἐξαγωγὴν βίου.
那些拥有许多结束生命的“合理解释”的人,其实极其卑微渺小。
§39Οὔθ’ ὁ τὴν χρείαν ἐπιζητῶν διὰ παντὸς φίλος οὔθ’ ὁ μηδέποτε συνάπτων· ὃ μὲν γὰρ καπηλεύει τῇ χάριτι τὴν ἀμοιβήν, ὃ δὲ ἀποκόπτει τὴν περὶ τοῦ μέλλοντος εὐελπιστίαν.
既非那个总是寻求利益的人是朋友,也非那个从未将利益与友谊结合的人是朋友;因为前者用好意来交易回报,而后者则斩断了对未来的美好期许。
§40Ὁ λέγων πάντα κατ’ ἀνάγκην γίνεσθαι οὐδὲν ἐγκαλεῖν ἔχει τῷ λέγοντι μὴ πάντα κατ’ ἀνάγκην γίνεσθαι·
主张一切皆因必然发生的人,根本无权指责那个主张并非一切皆因必然发生的人。
αὐτὸ γὰρ τοῦτό φησι κατ’ ἀνάγκην γίνεσθαι.
因为他等于是在说,后者的这种指责本身也是因必然发生的。
§41Γελᾶν ἅμα δεῖ καὶ φιλοσοφεῖν καὶ οἰκονομεῖν καὶ τοῖς λοιποῖς οἰκειώμασι χρῆσθαι καὶ μηδαμῇ λήγειν τὰς ἐκ τῆς ὀρθῆς φιλοσοφίας φωνὰς ἀφιέντας.
我们必须在欢笑的同时研究哲学、治理家政、维系其他亲密关系,并且绝不停止宣讲出自正确哲学的言论。
§42Ὁ αὐτὸς χρόνος καὶ γενέσεως τοῦ μεγίστου ἀγαθοῦ καὶ ἀπολαύσεως.
最大之善的产生,与其享受乃是同一时刻。
§43Φιλαργυρεῖν ἄδικα μὲν ἀσεβές, δίκαια δὲ αἰσχρόν· ἀπρεπὲς γὰρ ῥυπαρῶς φείδεσθαι καὶ μετὰ τοῦ δικαίου.
不义地爱财是冒犯神明,而即便合义地爱财也是可耻的;因为即使合乎正义,吝啬得令人作呕也是极不体面的。
§44Ὁ σοφὸς εἰς τὰ ἀναγκαῖα συγκλεισθεὶς μᾶλλον ἐπίστα ται μεταδιδόναι ἢ μεταλαμβάνειν· τηλικοῦτον αὐταρκείας εὗρε θησαυρόν.
智者在被迫退缩至最基本的生活必需时,更懂得分享而非索取;他发现了如此巨大的自足财富。
§45Οὐ κόμπου οὐδὲ φωνῆς ἐργαστικοὺς οὐδὲ τὴν περι μάχητον παρὰ τοῖς πολλοῖς παιδείαν ἐνδεικνυμένους φυσιολογία παρασκευάζει, ἀλλ’ ἀσοβάρους καὶ αὐτάρκεις καὶ ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς, οὐκ ἐπὶ τοῖς τῶν πραγμάτων μέγα φρονοῦντας.
自然学并不培养那些巧言令色自吹自擂的人,也不培养向大众炫耀那令人争抢的教养的人,而是培养不骄不躁、自给自足,并因自己内在的善而非外部境遇而感到豪迈自豪的人。
§46Τὰς φαύλας συνηθείας ὥσπερ ἄνδρας πονηροὺς πολὺν χρόνον μέγα βλάψαντας τελείως ἐκδιώκομεν.
我们必须将坏习惯彻底驱逐,就像驱逐长期严重危害我们的恶人一样。
§47Προκατείλημμαί σε, ὦ Τύχη, καὶ πᾶσαν 〈τὴν〉 σὴν παρείσδυσιν ἐνέφραξα.
命运啊,我已抢先于你,并堵死了你侵入的每一条通道。
καὶ οὔτε σοὶ οὔτε ἄλλῃ οὐδεμιᾷ περιστάσει δώσομεν ἑαυτοὺς ἐκδότους·
我们绝不向你或任何其他境遇低头妥协。
ἀλλ’ ὅταν ἡμᾶς τὸ χρεὼν ἐξάγῃ, μέγα προσπτύσαντες τῷ ζῆν καὶ τοῖς αὐτῷ κενῶς περι πλαττομένοις ἄπιμεν ἐκ τοῦ ζῆν μετὰ καλοῦ παιῶνος ἐπιφωνοῦντες ὡς εὖ ἡμῖν βεβίωται.
而当必然将我们引渡时,我们将向生命以及那些虚妄粘附于其上的东西狠狠唾弃,并高唱着优美的凯歌离开尘世,宣称我们已度过了美好的一生。
§48Πειρᾶσθαι τὴν ὑστέραν τῆς προτέρας κρείττω ποιεῖν, ἕως ἂν ἐν ὁδῷ ὦμεν· ἐπειδὰν δὲ ἐπὶ πέρας ἔλθωμεν, ὁμαλῶς εὐφραίνεσθαι.
只要我们还在路上,就应当努力让后半程比前半程更好;而当我们抵达终点时,则应一如既往地感到欣喜。
§49Οὐκ ἦν τὸ φοβούμενον λύειν ὑπὲρ τῶν κυριωτάτων μὴ εἰδότας τίς ἡ τοῦ σύμπαντος φύσις, ἀλλ’ ὑποπτεύοντάς τι τῶν κατὰ τοὺς μύθους.
对于不了解宇宙本质、反而怀疑神话传说中某些事物的人来说,要消除关于最根本事物的恐惧是不可能的。
ὥστε οὐκ ἦν ἄνευ φυσιολογίας ἀκεραίους τὰς ἡδονὰς ἀπολαμβάνειν.
因此,没有自然学,就不可能获得纯粹无暇的快乐。
§50Οὐδεμία ἡδονὴ καθ’ ἑαυτὴν κακόν· ἀλλὰ τὰ ποιητικὰ ἐνίων πολλαπλασίους ὀχλήσεις ἐπιφέρει τῶν ἡδονῶν.
没有一种快乐其本身是恶,但某些快乐的产生手段所带来的痛苦与烦扰,要比快乐本身多出许多倍。