Humanitext Reader

伊壁鸠鲁 · 梵蒂冈格言集 §1-25

克服死亡与痛苦及灵魂安宁的格言

第 1 段,共 3 段 · 希腊语

内容简介

本篇汇集了伊壁鸠鲁及其学派关于死亡、痛苦、快乐、友谊、自然与欲望的基本教义和格言。文中阐述了为获得真正的幸福与灵魂安宁所必需的实践智慧。

§1Τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει, οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται· ἐν ἀσθενείᾳ γὰρ πάντα τὰ τοιαῦτα.
神圣而卓越不朽的存在,自身既无烦恼,亦不给他人带来烦恼;它既不受制于愤怒,也不受制于恩惠,因为这一切都源于软弱。
§2Ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς·
死亡与我们毫无关系。
τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ· τὸ δὲ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.
因为瓦解者无知觉,而无知觉者与我们毫无关系。
§3Οὐ χρονίζει τὸ ἀλγοῦν ἐν τῇ σαρκί, ἀλλὰ τὸ μὲν ἄκρον τὸν ἐλάχιστον χρόνον πάρεστι, τὸ δὲ μέσον τὸ ὑπερτεῖνον τὸ ἡδόμενον κατὰ σάρκα 〈οὐ〉 πολλὰς ἡμέρας ὑπάρχει, αἱ δὲ πολυχρόνιοι τῶν ἀρρωστιῶν πλεονάζον ἔχουσιν ἐν τῇ σαρκὶ τὸ ἡδόμενον ἢ τὸ ἀλγοῦν.
肉体上的痛苦不会持久。 极端的痛苦只存在极短的时间;而超过肉体快乐的中等痛苦,也不会持续很多天。 至于长期的疾病,在肉体中,快乐的分量多于痛苦。
§4Πᾶσα ἀλγηδὼν εὐκαταφρόνητος·
一切痛苦都是微不足道的。
ἡ γὰρ σύντονον ἔχουσα τὸ πονοῦν σύντομον ἔχει τὸν χρόνον, ἡ δὲ χρονίζουσα περὶ τὴν σάρκα ἀβληχρὸν ἔχει τὸν πόνον.
因为剧烈的痛苦持续时间短暂,而在肉体中持久的痛苦则是轻微的。
§5Οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως· ὅπου δὲ τοῦτο μὴ ὑπάρχει, οὐκ ἔστιν ἡδέως ζῆν.
如果不明智地、高尚地、公正地生活,就不可能愉快地生活;而在这些并不存在的地方,就不可能愉快地生活。
§6Οὐκ ἔστι τὸν λάθρα τι ποιοῦντα, ὧν συνέθεντο πρὸς ἀλλήλους εἰς τὸ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι, πιστεύειν ὅτι λήσει, κἂν μυριάκις ἐπὶ τοῦ παρόντος λανθάνῃ· μέχρι γὰρ καταστροφῆς ἄδηλον εἰ λήσει.
暗中做出违反人们为了互不伤害而达成的契约之事的人,即使目前已经隐瞒了成千上万次,也不可能相信自己能永远隐瞒下去;因为直到生命的终结,他是否能隐瞒过去依然是未知的。
§7Ἀδικοῦντα λαθεῖν μὲν δύσκολον, πίστιν δὲ λαβεῖν ὑπὲρ τοῦ λαθεῖν ἀδύνατον.
行不义而隐瞒是困难的,而获得能一直隐瞒下去的确信则是绝对不可能的。
§8Ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ εὐπόριστός ἐστιν. ὁ δὲ τῶν κενῶν δοξῶν εἰς ἄπειρον ἐκπίπτει καὶ ἔστι δυσπόριστος.
自然的财富是有界的且易于获得;而空虚幻想的财富则流于无限且难以获得。
§9Κακὸν ἀνάγκη, ἀλλ’ οὐδεμία ἀνάγκη ζῆν μετὰ ἀνάγκης.
必然是痛苦的,但绝无和必然在一起生活的必然。
§10Μέμνησο ὅτι θνητὸς ὢν τῇ φύσει καὶ λαβὼν χρόνον ὡρισμένον ἀνέβης τοῖς περὶ φύσεως διαλογισμοῖς ἐπὶ τὴν ἀπειρίαν καὶ τὸν αἰῶνα καὶ κατεῖδες "τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα. "
请记住,虽然你天生难免一死,且只得到了有限的时间,但通过对自然的思索,你已经升华到了无限和永恒,并洞察了 “存在的事物、将要存在的事物以及过去存在的事物。
§11Τῶν πλείστων ἀνθρώπων τὸ μὲν ἡσυχάζον ναρκᾷ, τὸ δὲ κινούμενον λυττᾷ.
” 对于大多数人来说,他们的静止是麻木,而他们的行动是狂躁。
§12Ὁ δίκαιος βίος ἀταρακτότατος, ὁ δὲ ἄδικος πλείστης ταραχῆς γέμων.
公正的生活最少烦扰,而不公正的生活则充满了最大的动荡。
§13Ὧν ἡ σοφία παρασκευάζεται εἰς τὴν τοῦ ὅλου βίου μακαριότητα, πολὺ μέγιστόν ἐστιν ἡ τῆς φιλίας κτῆσις.
在智慧为一生的幸福所准备的一切中,获取友谊是远远最伟大的。
§14Γεγόναμεν ἅπαξ, δὶς δὲ οὐκ ἔστι γενέσθαι· δεῖ δὲ τὸν αἰῶνα μηκέτι εἶναι·
我们只出生一次,不可能出生两次,且注定在永恒中不再存在。
σὺ δὲ οὐκ ὢν τῆς αὔριον 〈κύριος〉 ἀναβάλλῃ τὸν καιρόν· ὁ δὲ βίος μελλησμῷ παραπόλλυται καὶ εἷς ἕκαστος ἡμῶν ἀσχολούμενος ἀποθνῄσκει.
而你,虽然无法掌控明天,却在推迟当下的时机;生命在拖延中消逝,我们每个人都在忙碌中走向死亡。
§15Ἤθη ὥσπερ τὰ ἡμῶν αὐτῶν ἴδια τιμῶμεν, ἄν τε χρηστὰ ἔχωμεν καὶ ὑπὸ τῶν ἀνθρώπων ζηλούμενα, ἄν τε μή· οὕτω χρὴ καὶ 〈τὰ〉 τῶν πέλας, ἂν ἐπιεικεῖς ὦσιν.
我们珍视自己的品性,无论它们是好是坏、是否为世人所羡慕;同样地,如果邻人的品性是温和善良的,我们也应当这样对待。
§16Οὐδεὶς βλέπων τὸ κακὸν αἱρεῖται αὐτό, ἀλλὰ δελεασθεὶς ὡς ἀγαθῷ 〈ὄντι αὐτῷ καὶ οὐκ ἀποβλέψας〉 πρὸς τὸ μεῖζον αὐτοῦ κακὸν ἐθηρεύθη.
没有人会明知是恶而选择它;而是被它作为一种善引诱,却没有注意到它所带来的更大的恶,从而落入陷阱。
§17Οὐ νέος μακαριστός, ἀλλὰ γέρων βεβιωκὼς καλῶς·
值得祝福的不是年轻人,而是过着美好生活的老人。
ὁ γὰρ νέος ἀκμὴν πολὺς ὑπὸ τῆς τύχης ἑτεροφρονῶν πλάζεται· ὁ δὲ γέρων καθάπερ ἐν λιμένι τῷ γήρᾳ καθώρμικεν τὰ πρότερον δυσελπιστούμενα τῶν ἀγαθῶν ἀσφαλεῖ κατακλείσας χάριτι.
因为处于鼎盛时期的年轻人容易受到命运的摆布而心神不定、四处徘徊;而老人则如同在老年这个港湾中安泊,将以前难以企及的种种善,安稳地锁在由衷的感激之中。
§18Ἀφαιρουμένης προσόψεως καὶ ὁμιλίας καὶ συναναστροφῆς ἐκλύεται τὸ ἐρωτικὸν πάθος.
当视觉上的注视、交谈和共同相处被剥夺时,恋爱的激情就会随之消退。
§19Τοῦ γεγονότος ἀμνήμων ἀγαθοῦ γέρων τήμερον γεγένηται.
遗忘过去美德与幸事的生命,老人今天就已形同虚无。
§20Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ καὶ ἀναγκαῖαι, αἳ δὲ φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δέ, αἱ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι ἀλλὰ παρὰ κενὴν δόξαν γινόμεναι.
在欲望中,有些是自然且必要的,有些是自然但非必要的,而有些则是既非自然也非必要的,而是由于空虚的幻想而产生的。
§21Οὐ βιαστέον τὴν φύσιν ἀλλὰ πειστέον·
我们不应强迫自然,而应说服它。
πείσομεν δὲ τὰς ἀναγκαίας ἐπιθυμίας ἐκπληροῦντες, τάς τε φυσικὰς ἂν μὴ βλάπτωσι, τὰς δὲ βλαβερὰς πικρῶς ἐλέγχοντες.
通过满足必要的欲望,并在不带来伤害的前提下满足自然的欲望,同时严厉驳斥有害的欲望,我们就能说服自然。
§22Ὁ ἄπειρος χρόνος καὶ ὁ πεπερασμένος ἴσην ἔχει τὴν ἡδονήν, ἐάν τις ὀρθῶς αὐτῆς τὰ πέρατα καταμετρήσῃ τῷ λογισμῷ.
无限的时间和有限的时间具有同等的快乐,只要人用理性正确地测度快乐的界限。
§23Πᾶσα φιλία δι’ ἑαυτὴν αἱρετή· ἀρχὴν δὲ εἴληφεν ἀπὸ τῆς ὠφελείας.
一切友谊其本身都是值得选择的,尽管它最初始于互助互利。
§24Ἐνύπνια οὐκ ἔλαχε φύσιν θείαν οὐδὲ μαντικὴν δύναμιν, ἀλλὰ γίνεται κατὰ ἔμπτωσιν εἰδώλων.
梦境既不具有神圣的本质,也不具有预言的力量,而是由于影像的撞击而产生的。
§25Ἡ πενία μετρουμένη τῷ τῆς φύσεως τέλει μέγας ἐστὶ πλοῦτος· πλοῦτος δὲ μὴ ὁριζόμενος μεγάλη ἐστὶ πενία.
若以自然的目标来衡量,贫穷即是巨大的财富;而没有限制的财富则是巨大的贫穷。

词汇与语法注释

  1. §3τὸ δὲ μέσον τὸ ὑπερτεῖνον τὸ ἡδόμενον — 主语是 `tò dè méson`(中等程度的痛苦),而 `tò hyperteînon` 是现在分词,意为“超过……者”,其直接宾语为 `tò hēdomēnon`(快乐)。由于名词化的形容词与分词相接,结构较为复杂;此处 `tò hyperteînon` 作为定语修饰 `tò méson`,表示超出肉体快乐的温和痛苦。
  2. §6ὧν συνέθεντο — 关系代词 `hôn` 在此处本应是作直接宾语的宾格 `hà`,但由于受到被省略的先行词 `toútōn`(那些事)的属格影响,发生了“关系代词吸引”(attraction)而变为属格。
  3. §14σὺ δὲ οὐκ ὢν τῆς αὔριον 〈κύριος〉 — 抄本在此处有缺漏,通常补入 `kýrios`(支配者、掌控者)。因此,`tês aúrion`(副词名物化的属格“明天”)作为 `kýrios` 所要求的属格(支配的对象)发挥作用。
  4. §17τὰ πρότερον δυσελπιστούμενα τῶν ἀγαθῶν — `tôn agathôn`(在种种善中)是部分属格,修饰前面名词化的中性复数分词 `tà ... dyselpistoúmena`(以前难以指望获得的事物),意为“在种种善美的事物之中,那些以前被认为难以企及的部分”。

引用这一段

伊壁鸠鲁, 梵蒂冈格言集 §1-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0537.tlg014.humanitext-grc1:1-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。