§139Ι Τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει, ὥστε οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται·
I 那极乐且不朽的,自身既无烦恼,亦不给他人带来烦恼,因此既不受制于愤怒,亦不受制于恩惠。
ἐν ἀσθενεῖ γὰρ πᾶν τὸ τοιοῦτον.
因为凡此种种皆存在于软弱之中。
(ἐν ἄλλοις δέ φησι τοὺς θεοὺς λόγῳ θεωρητούς, οὓς μὲν κατ’ ἀριθμὸν ὑφεστῶτας, οὓς δὲ κατὰ ὁμοείδειαν ἐκ τῆς συνεχοῦς ἐπιρρύσεως τῶν ὁμοίων εἰδώλων ἐπὶ τὸ αὐτὸ ἀποτετελεσμένων, ἀνθρωποειδεῖς.
(在其他著作中,他说神是用理性可以观照的,有些在数量上存在,有些在形似上存在——这是由相似的影像不断流向同一处而形成的,且呈人形。
)
ΙΙ Ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς·
) II 死亡与我们无关。
τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ· τὸ δ’ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.
因为解体了的就没有感觉,而没有感觉的与我们无关。
ΙΙΙ Ὅρος τοῦ μεγέθους τῶν ἡδονῶν ἡ παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσις.
III 快感大小的极限是消除一切痛苦。
ὅπου δ’ ἂν τὸ ἡδόμενον ἐνῇ, καθ’ ὃν ἂν χρόνον ᾖ, οὐκ ἔστι τὸ ἀλγοῦν ἢ λυπούμενον ἢ τὸ συναμφότερον.
只要有感到快乐的状态存在,在其存在的时间里,就不会有痛苦、悲伤或两者并存。
§140ΙV Οὐ χρονίζει τὸ ἀλγοῦν συνεχῶς ἐν τῇ σαρκί, ἀλλὰ τὸ μὲν ἄκρον τὸν ἐλάχιστον χρόνον πάρεστι, τὸ δὲ μόνον ὑπερτεῖνον τὸ ἡδόμενον κατὰ σάρκα οὐ πολλὰς ἡμέρας συμμένει.
IV 痛苦在肉体中不会持续不断地长久存在。 最剧烈的痛苦只存在极短的时间,而那仅超过肉体快感的痛苦也不会持续很多天。
αἱ δὲ πολυχρόνιοι τῶν ἀρρωστιῶν πλεονάζον ἔχουσι τὸ ἡδόμενον ἐν τῇ σαρκὶ ἤπερ τὸ ἀλγοῦν.
至于长期的疾病,其肉体中的快感多于痛苦。
V Οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως 〈οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως〉 ἄνευ τοῦ ἡδέως.
V 若不智慧、高尚且公正地生活,就不可能愉快地生活;〈若不愉快地生活,也不可能智慧、高尚且公正地生活〉。
ὅτῳ δὲ τοῦτο μὴ ὑπάρχει, [οὐ ζῇ φρονίμως. καὶ καλῶς καὶ δικαίως ὑπάρχει] οὐκ ἔστι τοῦτον ἡδέως ζῆν.
谁若不具备这一点[,谁就无法智慧、高尚且公正地生活],谁就不可能愉快地生活。
VΙ Ἕνεκα τοῦ θαρρεῖν ἐξ ἀνθρώπων ἦν κατὰ φύσιν ἀρχῆς καὶ βασιλείας ἀγαθόν, ἐξ ὧν ἄν ποτε τοῦτο οἷός τ’ ᾖ παρασκευάζεσθαι.
VI 为了防范他人而获得安全,只要能由此手段得以实现,那么统治与王权在自然上就是一种善。
§141VΙΙ Ἔνδοξοι καὶ περίβλεπτοί τινες ἐβουλήθησαν γενέσθαι, τὴν ἐξ ἀνθρώπων ἀσφάλειαν οὕτω νομίζοντες περιποιήσεσθαι.
VII 某些人渴望出名和受人瞩目,以为这样就能获得防范他人的安全。
ὥστε εἰ μὲν ἀσφαλὴς ὁ τῶν τοιούτων βίος, ἀπέλαβον τὸ τῆς φύσεως ἀγαθόν· εἰ δὲ μὴ ἀσφαλής, οὐκ ἔχουσιν οὗ ἕνεκα ἐξ ἀρχῆς κατὰ τὸ τῆς φύσεως οἰκεῖον ὠρέχθησαν.
因此,如果这类人的生活是安全的,他们就得到了自然的善;但如果不安全,他们就没有得到当初顺应自然的本能所渴望的东西。
VΙΙΙ Οὐδεμία ἡδονὴ καθ’ ἑαυτὴν κακόν·
VIII 没有任何一种快乐其本身是恶。
ἀλλὰ τὰ τινῶν ἡδονῶν ποιητικὰ πολλαπλασίους ἐπιφέρει τὰς ὀχλήσεις τῶν ἡδονῶν.
但是,某些快乐的产生手段带来的烦扰,要比这些快乐本身多出许多倍。
§142ΙX Εἰ κατεπυκνοῦτο πᾶσα ἡδονή, καὶ χρόνῳ καὶ περὶ ὅλον τὸ ἄθροισμα ὑπῆρχεν ἢ τὰ κυριώτατα μέρη τῆς φύσεως, οὐκ ἄν ποτε διέφερον ἀλλήλων αἱ ἡδοναί.
IX 如果每种快乐都被凝聚,且在时间上、在整个有机体或自然的最主要部分中都持续存在,那么快感之间就永远不会有任何区别。
X Εἰ τὰ ποιητικὰ τῶν περὶ τοὺς ἀσώτους ἡδονῶν ἔλυε τοὺς φόβους τῆς διανοίας τούς τε περὶ μετεώρων καὶ θανάτου καὶ ἀλγηδόνων, ἔτι τε τὸ πέρας τῶν ἐπιθυμιῶν ἐδίδασκεν, οὐκ ἄν ποτε εἴχομεν ὅ τι μεμψαίμεθα αὐτοῖς, πανταχόθεν ἐκπληρουμένοις τῶν ἡδονῶν καὶ οὐθαμόθεν οὔτε τὸ ἀλγοῦν.
X 如果放荡之人的快乐产生手段能够消除心灵对天象、死亡和痛苦的恐惧,并能教会欲望的边界,那么我们永远也不会对他们有所指责,因为他们从各处都充满了快乐,而从没有任何痛苦。
XIΕἰ μηθὲν ἡμᾶς αἱ τῶν μετεώρων ὑποψίαι ἠνώχλουν καὶ αἱ περὶ θανάτου, μή ποτε πρὸς ἡμᾶς ᾖ τι, ἔτι τε τὸ μὴ κατανοεῖν τοὺς ὅρους τῶν ἀλγηδόνων καὶ τῶν ἐπιθυμιῶν, οὐκ ἂν προσεδεόμεθα φυσιολογίας.
XI 如果对天象的疑虑、对死亡的恐惧、以及未能理解痛苦和欲望的界限,都完全不曾困扰我们,我们就根本不需要自然学。
§143XΙΙ Οὐκ ἦν τὸ φοβούμενον λύειν ὑπὲρ τῶν κυριωτάτων 143 μὴ κατειδότα τίς ἡ τοῦ σύμπαντος φύσις, ἀλλ’ ὑποπτεύοντά τι τῶν κατὰ τοὺς μύθους.
XII 如果不了解宇宙的自然是什么,而是对神话中的事物疑神疑鬼,就无法消除对最重要事物的恐惧。
ὥστε οὐκ ἦν ἄνευ φυσιολογίας ἀκεραίους τὰς ἡδονὰς ἀπολαμβάνειν.
143 因此,没有自然学,就无法获得纯洁无瑕的快乐。
XΙΙΙ Οὐθὲν ὄφελος ἦν τὴν κατὰ ἀνθρώπους ἀσφάλειαν κατασκευάζεσθαι τῶν ἄνωθεν ὑπόπτων καθεστώτων καὶ τῶν ὑπὸ γῆς καὶ ἁπλῶς τῶν ἐν τῷ ἀπείρῳ.
XIII 当天上的、地下的以及在无限宇宙中的一切事物都令人疑惧时,即使建立起防范他人的安全,也毫无益处。
XΙV Τῆς ἀσφαλείας τῆς ἐξ ἀνθρώπων γενομένης μέχρι τινὸς δυνάμει τε ἐξερειστικῇ καὶ εὐπορίᾳ εἰλικρινεστέρα γίνεται ἡ ἐκ τῆς ἡσυχίας καὶ ἐκχωρήσεως τῶν πολλῶν ἀσφάλεια.
XIV 虽然防范他人的安全在一定程度上是通过排他的力量和富足获得的,但源自宁静和远离大众的隐退的安全更为纯粹。