Humanitext Reader

伊壁鸠鲁 · 致皮托克勒信 §84-89

天象探究的目的与多元因果解释

第 1 段,共 6 段 · 希腊语

内容简介

响应克勒翁带来的皮托克勒斯的来信,伊壁鸠鲁提供了一份关于天象的简短摘要。他强调自然科学的目标是心灵的宁静,且天象容许有多种物理原理解释。

§84Ἤνεγκέ μοι Κλέων ἐπιστολὴν παρὰ σοῦ, ἐν ᾗ φιλοφρονούμενός τε περὶ ἡμᾶς διετέλεις ἀξίως τῆς ἡμετέρας περὶ σεαυτὸν σπουδῆς, καὶ οὐκ ἀπιθάνως ἐπειρῶ μνημονεύειν τῶν εἰς μακάριον βίον συντεινόντων διαλογισμῶν, ἐδέου τε σεαυτῷ περὶ τῶν μετεώρων σύντομον καὶ εὐπερίγραφον διαλογισμὸν ἀποστεῖλαι, ἵνα ῥᾳδίως μνημονεύῃς· τὰ γὰρ ἐν ἄλλοις ἡμῖν γεγραμμένα δυσμνημόνευτα εἶναι, καίτοι, ὡς ἔφης, συνεχῶς αὐτὰ βαστάζεις.
克勒翁给我带来了你的一封信,在信中你继续对我们表现出亲切的态度,这与我们对你的热忱相称;你还很有说服力地努力回忆那些有助于幸福生活的思考。 你要求为你自己寄送一份关于天象的简明且易于把握的提要,以便你能够容易地记住;因为正如你所说,我们在其他著作中写下的东西很难记住,尽管正如你所言,你一直随身携带它们。
ἡμεῖς δὲ ἡδέως τέ σου τὴν δέησιν ἀπεδεξάμεθα καὶ ἐλπίσιν ἡδείαις συνεσχέθημεν.
我们愉快地接受了你的请求,并抱有美好的希望。
§85γράψαντες οὖν τὰ λοιπὰ πάντα συντελοῦμεν ἅπερ ἠξίωσας πολλοῖς καὶ ἄλλοις ἐσόμενα χρήσιμα τὰ διαλογίσματα ταῦτα, καὶ μάλιστα τοῖς νεωστὶ φυσιολογίας γνησίου γευομένοις καὶ τοῖς εἰς ἀσχολίας βαθυτέρας τῶν ἐγκυκλίων τινὸς ἐμπεπλεγμένοις.
因此,在写完其他所有内容后,我们正在履行你的要求。 这些思考不仅对许多其他人有用,而且特别对那些最近刚开始品尝真正的自然学的人,以及那些投身于比普通教养更深奥的研究中的人有用。
καλῶς δὴ αὐτὰ διάλαβε, καὶ διὰ μνήμης ἔχων ὀξέως αὐτὰ περιόδευε μετὰ τῶν λοιπῶν ὧν ἐν τῇ μικρᾷ ἐπιτομῇ πρὸς Ἡρόδοτον ἀπεστείλαμεν.
因此,请很好地领会它们,并将它们记在心里,与我们在给赫罗多托斯的简短摘要中所寄送的其他内容一起,迅速地复习它们。
Πρῶτον μὲν οὖν μὴ ἄλλο τι τέλος ἐκ τῆς περὶ μετεώρων γνώσεως εἴτε κατὰ συναφὴν λεγομένων εἴτε αὐτοτελῶς νομίζειν 〈δεῖ〉 εἶναι ἤπερ ἀταραξίαν καὶ πίστιν βέβαιον, καθάπερ καὶ ἐπὶ τῶν λοιπῶν,
首先,不要认为从关于天象的知识中(无论这些知识是与其他事物相关联而谈及,还是独立谈及)可以得到除心灵宁静和坚定信念之外的其他目的,这与其余事物的情况完全一样。
§86〈καὶ〉 μήτε τὸ ἀδύνατον [καὶ] παραβιάζεσθαι μήτε ὁμοίαν κατὰ πάντα τὴν θεωρίαν ἔχειν ἢ τοῖς περὶ βίων λόγοις ἢ τοῖς κατὰ τὴν τῶν ἄλλων φυσικῶν προβλημάτων κάθαρσιν, οἷον ὅτι τὸ πᾶν σῶμα καὶ ἀναφὴς φύσις ἐστίν, ἢ ὅτι ἄτομα στοιχεῖα καὶ πάντα τὰ τοιαῦτα, [ἢ] ὅσα μοναχὴν ἔχει τοῖς φαινομένοις συμφωνίαν·
并且既不能强求不可能的事,也不能在所有方面都把天象的考察等同于关于生活方式的讨论,或者等同于对其他自然学问题的解答——例如整个宇宙是物体和无形本性,或者原子是元素,以及所有诸如此类、与现象只有单一契合的事物。
ὅπερ ἐπὶ τῶν μετεώρων οὐχ ὑπάρχει, ἀλλὰ ταῦτά γε πλεοναχὴν ἔχει καὶ τῆς γενέσεως αἰτίαν καὶ τῆς οὐσίας ταῖς αἰσθήσεσι σύμφωνον κατηγορίαν.
但这在天象上并不适用;相反,天象在产生的起因以及本质的陈述上,都容许有多种与感觉相一致的解释。
οὐ γὰρ κατὰ ἀξιώματα κενὰ καὶ νομοθεσίας φυσιολογητέον, ἀλλ’ ὡς τὰ φαινόμενα ἐκκαλεῖται·
因为我们不应该根据空洞的假定和条规来研究自然,而应该根据现象所要求的来进行。
§87οὐ γὰρ ἰδιολογίας καὶ κενῆς δόξης ὁ βίος ἡμῶν ἔχει χρείαν, ἀλλὰ τοῦ ἀθορύβως ἡμᾶς ζῆν.
因为我们的生活不需要奇特的主张和空洞的意见,而需要我们无动于衷地生活。
πάντα μὲν οὖν γίνεται ἀσείστως κατὰ πάντων κατὰ πλεοναχὸν τρόπον ἐκκαθαιρομένων συμφώνως τοῖς φαινομένοις, ὅταν τις τὸ πιθανολογούμενον ὑπὲρ αὐτῶν δεόντως καταλίπῃ·
因此,只要人们对这些现象留下合理且适切的解释,当所有事物以多种与现象一致的方式得到阐明时,一切就会不可动摇地进行。
ὅταν δέ τις τὸ μὲν ἀπολίπῃ, τὸ δὲ ἐκβάλῃ ὁμοίως σύμφωνον ὂν τῷ φαινομένῳ, δῆλον ὅτι καὶ ἐκ παντὸς ἐκπίπτει φυσιολογή ματος, ἐπὶ δὲ τὸν μῦθον καταρρεῖ.
但是,当有人接受其中一种解释,而排斥另一种同样与现象相一致的解释时,显然他就从一切关于自然的科学探究中坠落,滑向了神话。
σημεῖα δ’ ἐπὶ τῶν ἐν τοῖς μετεώροις συντελουμένων φέρει τῶν παρ’ ἡμῖν τινα φαινομένων, ἃ θεωρεῖται ᾗ ὑπάρχει· καὶ οὐ τὰ ἐν τοῖς μετεώροις φαινόμενα· ταῦτα γὰρ ἐνδέχεται πλεοναχῶς γίνεσθαι.
我们应该以我们身边发生的一些现象(它们依其存在而被观察到)作为天象中所发生之事的迹象,而不是天象本身的现象,因为天象可能以多种方式发生。
§88τὸ μέντοι φάντασμα ἑκάστου τηρητέον καὶ ἐπὶ τὰ συναπτόμενα τούτῳ διαιρετέον, ἃ οὐκ ἀντιμαρτυρεῖται τοῖς παρ’ ἡμῖν γινομένοις πλεοναχῶς συντελεῖσθαι.
然而,必须观察每个事物的显现,并将其划分为与之相联结的各种因素,这些因素并不与我们身边发生的、可以以多种方式完成的事物相矛盾。
Κόσμος ἐστὶ περιοχή τις οὐρανοῦ, ἄστρα τε καὶ γῆν καὶ πάντα τὰ φαινόμενα περιέχουσα, ἀποτομὴν ἔχουσα ἀπὸ τοῦ ἀπείρου καὶ [κατα]λήγουσα ἐν πέρατι ἢ ἀραιῷ ἢ πυκνῷ καὶ οὗ λυομένου πάντα τὰ ἐν αὐτῷ σύγχυσιν λήψεται —, [καὶ λήγουσαν] ἢ ἐν περιαγομένῳ ἢ ἐν στάσιν ἔχοντι καὶ στρογγύλην ἢ τρίγωνον ἢ οἵαν δήποτε περιγραφήν·
世界是天的一种包围,包含着星体、地球以及所有显现的现象,它从无限中切出,终止于一个稀疏或稠密的边界。 当这个边界解体时,其中的一切都将陷入混乱。 它或终止于旋转之物,或终止于静止之物,并具有圆形、三角形或任何形式的外轮廓。
πανταχῶς γὰρ ἐνδέχεται· τῶν γὰρ φαινομένων οὐδὲν ἀντιμαρτυρεῖ 〈ἐν〉 τῷδε τῷ κόσμῳ, ἐν ᾧ λῆγον οὐκ ἔστι καταλαβεῖν.
因为在各种情况下这都是可能的,在这个世界中,没有任何显现的现象与其矛盾,在这个世界中,边界是无法把握的。
§89Ὅτι δὲ καὶ τοιοῦτοι κόσμοι εἰσὶν ἄπειροι τὸ πλῆθος ἔστι καταλαβεῖν, καὶ ὅτι καὶ ὁ τοιοῦτος δύνεται κόσμος γίνεσθαι (καὶ ἐν κὀσμῳ καὶ μετακοσμίῳ, ὃ λέγομεν μεταξὺ κόσμων διάστημα) ἐν πολυκένῳ τόπῳ καὶ οὐκ ἐν μεγάλῳ εἰλικρινεῖ καὶ κενῷ, καθάπερ τινές φασιν, ἐπιτηδείων τινῶν σπερμάτων ῥυέντων ἀφ’ ἑνὸς κόσμου ἢ μετακοσμίου ἢ ἀπὸ πλειόνων κατὰ μικρὸν προσθέσεις τε καὶ διαρθρώσεις καὶ μεταστάσεις ποιούντων ἐπ’ ἄλλον τόπον, ἐὰν οὕτω τύχῃ, καὶ ἐπαρδεύσεις ἐκ τῶν ἐχόντων ἐπιτηδείως ἕως τελειώσεως καὶ διαμονῆς ἐφ’ ὅσον τὰ ὑποβληθέντα θεμέλια
此外,可以理解的是,这样的世界在数量上是无限的,而且这样的世界可以产生(无论是在一个世界内部,还是在世界之间,即我们所说的世界间隙),产生于多空隙的地方,而不是像某些人所说的那样,产生于广大、纯粹的虚空中。 这是通过某些合适的种子从一个世界或世界间、或从多个世界流出,逐渐向另一个地方(如果恰好如此)进行添加、组织和移位,并从具有合适条件的地方获得供给,直到完成并保持稳定,只要所奠定的基础能支持下去。

词汇与语法注释

  1. §84δυσμνημόνευτα εἶναι — 间接引语中的“宾格加不定式”结构。它转述了请求的内容或皮托克勒斯在信中的说法(“我们写下的内容……很难记住”)。主语是中性复数 `τὰ ... γεγραμμένα`。
  2. §85μὴ ἄλλο τι τέλος ... ἤπερ ἀταραξίαν — `ἄλλο ... ἤπερ`(“除了……之外的其他”)结构。`ἀταραξίαν`(宾格)作为 `νομίζειν 〈δεῖ〉 εἶναι`(“应当认为目的除心灵宁静外别无他物”)的补足语。
  3. §86ὅσα μοναχὴν ἔχει τοῖς φαινομένοις συμφωνίαν — 由关系代词 `ὅσα` 引导的从句。它突出了伊壁鸠鲁哲学中第一原理(如原子和虚空)与天象之间的对比:前者仅有“单一契合”(仅有一种合理解释),而后者容许有多种解释(πλεοναχὴ συμφωνία)。
  4. §87ὅταν δέ τις τὸ μὲν ἀπολίπῃ, τὸ δὲ ἐκβάλῃ — `τὸ μὲν ... τὸ δὲ` 用作代词,指在多种同样符合现象的物理学解释(原因)中,“接受其中一个,排斥另一个”。
  5. §89ἐπιτηδείων τινῶν σπερμάτων ῥυέντων — 属格独立结构。它解释了世界形成过程的物质条件,为宾语从句(`κόσμος δύνεται γίνεσθαι`)提供背景。后续的分词 `ποιούντων`(属格复数现在时)也与 `σπερμάτων` 一致。

引用这一段

伊壁鸠鲁, 致皮托克勒信 §84-89. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0537.tlg011.humanitext-grc1:84-89

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。