§84Ἤνεγκέ μοι Κλέων ἐπιστολὴν παρὰ σοῦ, ἐν ᾗ φιλοφρονούμενός τε περὶ ἡμᾶς διετέλεις ἀξίως τῆς ἡμετέρας περὶ σεαυτὸν σπουδῆς, καὶ οὐκ ἀπιθάνως ἐπειρῶ μνημονεύειν τῶν εἰς μακάριον βίον συντεινόντων διαλογισμῶν, ἐδέου τε σεαυτῷ περὶ τῶν μετεώρων σύντομον καὶ εὐπερίγραφον διαλογισμὸν ἀποστεῖλαι, ἵνα ῥᾳδίως μνημονεύῃς·
クレオンが私のもとにあなたからの手紙を携えてきました。 その中であなたは、私たちがあなたに対して抱いている熱意にふさわしく、私たちに対して親愛の情を示し続け、また幸福な生へと資する数々の思索を思い起こそうと、説得力ある形で努めていました。 そして、容易に記憶できるように、天象について簡潔で把握しやすい要約をあなた自身のために送ってほしいと求めていました。
τὰ γὰρ ἐν ἄλλοις ἡμῖν γεγραμμένα δυσμνημόνευτα εἶναι, καίτοι, ὡς ἔφης, συνεχῶς αὐτὰ βαστάζεις.
というのも、私たちの他の著作に書かれていることは記憶しにくいとのことですが、もっとも、あなたが言ったように、あなたは絶えずそれらを携行しているのですが。
ἡμεῖς δὲ ἡδέως τέ σου τὴν δέησιν ἀπεδεξάμεθα καὶ ἐλπίσιν ἡδείαις συνεσχέθημεν.
私たちはあなたの求めを喜んで受け入れ、心地よい希望に満たされました。
§85γράψαντες οὖν τὰ λοιπὰ πάντα συντελοῦμεν ἅπερ ἠξίωσας πολλοῖς καὶ ἄλλοις ἐσόμενα χρήσιμα τὰ διαλογίσματα ταῦτα, καὶ μάλιστα τοῖς νεωστὶ φυσιολογίας γνησίου γευομένοις καὶ τοῖς εἰς ἀσχολίας βαθυτέρας τῶν ἐγκυκλίων τινὸς ἐμπεπλεγμένοις.
そこで私たちは、他のすべてのことを書き上げた上で、あなたが求めたことを遂行します。 これらの思索は、他の多くの人々にとっても、とりわけ最近になって本物の自然学を味わい始めた人々や、一般的な教養よりも深い探求に携わっている人々にとって、有益なものとなるでしょう。
καλῶς δὴ αὐτὰ διάλαβε, καὶ διὰ μνήμης ἔχων ὀξέως αὐτὰ περιόδευε μετὰ τῶν λοιπῶν ὧν ἐν τῇ μικρᾷ ἐπιτομῇ πρὸς Ἡρόδοτον ἀπεστείλαμεν.
だから、これらをよく理解し、記憶にとどめて、ヘロドトス宛ての「小要約」で私たちが送った他の事柄とともに、素早くそれらを復習しなさい。
Πρῶτον μὲν οὖν μὴ ἄλλο τι τέλος ἐκ τῆς περὶ μετεώρων γνώσεως εἴτε κατὰ συναφὴν λεγομένων εἴτε αὐτοτελῶς νομίζειν 〈δεῖ〉 εἶναι ἤπερ ἀταραξίαν καὶ πίστιν βέβαιον, καθάπερ καὶ ἐπὶ τῶν λοιπῶν,
まず第一に、天象に関する知識から得られる目的は(それが他の事柄と関連して語られるにせよ、あるいは独立して語られるにせよ)、他のすべての事柄の場合と同様に、心の平穏と確固たる確信以外のものであるとみなしてはならない、ということを知るべきです。
§86〈καὶ〉 μήτε τὸ ἀδύνατον [καὶ] παραβιάζεσθαι μήτε ὁμοίαν κατὰ πάντα τὴν θεωρίαν ἔχειν ἢ τοῖς περὶ βίων λόγοις ἢ τοῖς κατὰ τὴν τῶν ἄλλων φυσικῶν προβλημάτων κάθαρσιν, οἷον ὅτι τὸ πᾶν σῶμα καὶ ἀναφὴς φύσις ἐστίν, ἢ ὅτι ἄτομα στοιχεῖα καὶ πάντα τὰ τοιαῦτα, [ἢ] ὅσα μοναχὴν ἔχει τοῖς φαινομένοις συμφωνίαν·
そして、不可能なことを力ずくで押し通そうとしてはならず、生き方に関する議論や、他の自然学の問題の解明(たとえば、宇宙全体は物体と触れえぬ本性から成ること、あるいは、原子が元素であること、その他これらに類するすべてのように、現象とただ一通りの合致しか持たないようなすべてのこと)と、あらゆる点において同様の観察・考察を行おうとしてはなりません。
ὅπερ ἐπὶ τῶν μετεώρων οὐχ ὑπάρχει, ἀλλὰ ταῦτά γε πλεοναχὴν ἔχει καὶ τῆς γενέσεως αἰτίαν καὶ τῆς οὐσίας ταῖς αἰσθήσεσι σύμφωνον κατηγορίαν.
しかし、このことは天象には当てはまりません。 むしろ、天象は、その生成の原因についても、その本質についての説明についても、感覚に合致する複数通りの解釈が可能だからです。
οὐ γὰρ κατὰ ἀξιώματα κενὰ καὶ νομοθεσίας φυσιολογητέον, ἀλλ’ ὡς τὰ φαινόμενα ἐκκαλεῖται·
なぜなら、空虚な前提や独断的な規則に従って自然を探求すべきではなく、現象が要求するままに探求すべきだからです。
§87οὐ γὰρ ἰδιολογίας καὶ κενῆς δόξης ὁ βίος ἡμῶν ἔχει χρείαν, ἀλλὰ τοῦ ἀθορύβως ἡμᾶς ζῆν.
というのも、私たちの生が必要としているのは、独自の議論や空虚な意見ではなく、私たちが平穏に生きることだからです。
πάντα μὲν οὖν γίνεται ἀσείστως κατὰ πάντων κατὰ πλεοναχὸν τρόπον ἐκκαθαιρομένων συμφώνως τοῖς φαινομένοις, ὅταν τις τὸ πιθανολογούμενον ὑπὲρ αὐτῶν δεόντως καταλίπῃ·
それゆえ、すべてのことは、現象と調和する複数通りの方法で説明がなされるとき、揺らぐことなく確実に完了します。 ただし、人がそれらについてもっともらしいことを適切に残しておく場合に限ります。
ὅταν δέ τις τὸ μὲν ἀπολίπῃ, τὸ δὲ ἐκβάλῃ ὁμοίως σύμφωνον ὂν τῷ φαινομένῳ, δῆλον ὅτι καὶ ἐκ παντὸς ἐκπίπτει φυσιολογή ματος, ἐπὶ δὲ τὸν μῦθον καταρρεῖ.
しかし、ある原因を認めながら、現象と同じように合致している別の原因を退けるとき、その人は明らかに自然学的なあらゆる探求から転落し、神話へと滑り落ちているのです。
σημεῖα δ’ ἐπὶ τῶν ἐν τοῖς μετεώροις συντελουμένων φέρει τῶν παρ’ ἡμῖν τινα φαινομένων, ἃ θεωρεῖται ᾗ ὑπάρχει·
そして、天象において起こる事柄に対する兆候として、私たちの身の回りにあるいくつかの現象(それらがあるがままに観察されるもの)を採用すべきであり、天象そのものの現象を採用すべきではありません。
καὶ οὐ τὰ ἐν τοῖς μετεώροις φαινόμενα· ταῦτα γὰρ ἐνδέχεται πλεοναχῶς γίνεσθαι.
なぜなら、それらは複数通りの仕方で起こりうるからです。
§88τὸ μέντοι φάντασμα ἑκάστου τηρητέον καὶ ἐπὶ τὰ συναπτόμενα τούτῳ διαιρετέον, ἃ οὐκ ἀντιμαρτυρεῖται τοῖς παρ’ ἡμῖν γινομένοις πλεοναχῶς συντελεῖσθαι.
けれども、それぞれの現象を観察し、これに結びついているものへと分類しなければなりません。 それらは、私たちの身の回りで起こる事柄が複数通りの仕方で生じることに対して、反証を突きつけないものです。
Κόσμος ἐστὶ περιοχή τις οὐρανοῦ, ἄστρα τε καὶ γῆν καὶ πάντα τὰ φαινόμενα περιέχουσα, ἀποτομὴν ἔχουσα ἀπὸ τοῦ ἀπείρου καὶ [κατα]λήγουσα ἐν πέρατι ἢ ἀραιῷ ἢ πυκνῷ καὶ οὗ λυομένου πάντα τὰ ἐν αὐτῷ σύγχυσιν λήψεται —, [καὶ λήγουσαν] ἢ ἐν περιαγομένῳ ἢ ἐν στάσιν ἔχοντι καὶ στρογγύλην ἢ τρίγωνον ἢ οἵαν δήποτε περιγραφήν·
世界とは、天の何らかの領域であり、天体や地球、およびすべての現象を包み込んでおり、無限なるものから切り取られ、稀薄な、あるいは稠密な境界において終わるものです。 そして、その境界が解体されるとき、その内部にあるすべてのものは混沌を迎えるでしょう。 また、それは回転しているもの、あるいは静止しているもののうちに終わり、円形、三角形、あるいはどのような外郭であれ、その外郭を持つものです。
πανταχῶς γὰρ ἐνδέχεται·
なぜなら、いかなる方法もあり得るからです。
τῶν γὰρ φαινομένων οὐδὲν ἀντιμαρτυρεῖ 〈ἐν〉 τῷδε τῷ κόσμῳ, ἐν ᾧ λῆγον οὐκ ἔστι καταλαβεῖν.
というのも、この世界において、その終わりを把握することができないとしても、現象の何ひとつとして反証を挙げないからです。
§89Ὅτι δὲ καὶ τοιοῦτοι κόσμοι εἰσὶν ἄπειροι τὸ πλῆθος ἔστι καταλαβεῖν, καὶ ὅτι καὶ ὁ τοιοῦτος δύνεται κόσμος γίνεσθαι (καὶ ἐν κὀσμῳ καὶ μετακοσμίῳ, ὃ λέγομεν μεταξὺ κόσμων διάστημα) ἐν πολυκένῳ τόπῳ καὶ οὐκ ἐν μεγάλῳ εἰλικρινεῖ καὶ κενῷ, καθάπερ τινές φασιν, ἐπιτηδείων τινῶν σπερμάτων ῥυέντων ἀφ’ ἑνὸς κόσμου ἢ μετακοσμίου ἢ ἀπὸ πλειόνων κατὰ μικρὸν προσθέσεις τε καὶ διαρθρώσεις καὶ μεταστάσεις ποιούντων ἐπ’ ἄλλον τόπον, ἐὰν οὕτω τύχῃ, καὶ ἐπαρδεύσεις ἐκ τῶν ἐχόντων ἐπιτηδείως ἕως τελειώσεως καὶ διαμονῆς ἐφ’ ὅσον τὰ ὑποβληθέντα θεμέλια
そして、このような世界が数において無限に存在することも把握可能であり、また、このような世界は(世界の中にであれ、あるいは私たちが世界の間隔と呼んでいる世界間においてであれ)、空虚の多い場所において生じ得るのであって、ある人々が主張するように、広大で純粋な虚空において生じるのではないことも把握可能です。 それは、いくつかの適切な種子が、一つの世界、あるいは世界間、あるいは複数の世界から流れ込み、徐々に別の場所へと(もしそのようになれば)付加、組織化、移動を行い、また適切なものからの供給を受けて、置かれた基礎が耐えうる限りにおいて、完成と持続に至るまでのことなのです。