§62Ἀλλὰ μὴν καὶ κατὰ τὰς συγκρίσεις θάττων ἑτέρα ἑτέρας ῥηθήσεται τῶν ἀτόμων ἰσοταχῶν οὐσῶν, τῷ ἐφ’ ἕνα τόπον φέρεσθαι τὰς ἐν τοῖς ἀθροίσμασιν ἀτόμους [καὶ] κατὰ τὸν ἐλάχιστον συνεχῆ χρόνον, εἰ 〈καὶ〉 μὴ ἐφ’ ἕνα κατὰ τοὺς λόγῳ θεωρητοὺς χρόνους·
此外,即使在复合体中,尽管原子本是等速的,我们仍会说一个原子比另一个运动得更快。 这是因为,在最小的连续时间(感觉上的最小时间)内,聚集体中的原子是朝着同一个方向运动的,哪怕在理性所能设想的极微时间内,它们并不是朝向同一个方向运动。
ἀλλὰ πυκνὸν ἀντικόπτουσιν, ἕως ἂν ὑπὸ τὴν αἴσθησιν τὸ συνεχὲς τῆς φορᾶς γίνηται.
然而,它们频繁地发生碰撞,直到这种运动的连续性被我们感觉到。
τὸ γὰρ προσδοξαζόμενον περὶ τοῦ ἀοράτου, ὡς ἄρα καὶ οἱ διὰ λόγου θεωρητοὶ χρόνοι τὸ συνεχὲς τῆς φορᾶς ἕξουσιν, οὐκ ἀληθές ἐστιν ἐπὶ τῶν τοιούτων· ἐπεὶ τό γε θεωρούμενον πᾶν ἢ κατ’ ἐπιβολὴν λαμβανόμενον τῇ διανοίᾳ ἀληθές ἐστι.
因为对于不可见事物的一种附加臆断——即认为在理性所设想的时间内运动也具有连续性——在这种情况下并非真实;因为所有被观察到或在思想中通过直观把握的东西都是真实的。
§63Μετὰ δὲ ταῦτα δεῖ συνορᾶν ἀναφέροντα ἐπὶ τὰς αἰσθήσεις καὶ τὰ πάθη — οὕτω γὰρ ἡ βεβαιοτάτη πίστις ἔσται —, ὅτι ἡ ψυχὴ σῶμά ἐστι λεπτομερὲς παρ’ ὅλον τὸ ἄθροισμα παρεσπαρμένον, προσεμφερέστατον δὲ πνεύματι θερμοῦ τινα κρᾶσιν ἔχοντι καὶ πῇ μὲν τούτῳ προσεμφερές, πῇ δὲ τούτῳ ἔστι δέ τι μέρος πολλὴν παραλλαγὴν εἰληφὸς τῇ λεπτομερείᾳ καὶ αὐτῶν τούτων, συμπαθὲς δὲ τούτῳ μᾶλλον καὶ τῷ λοιπῷ ἀθροίσματι·
在此之后,必须参照感觉和情感来综合理解(因为这样才能获得最坚实的信念),即灵魂是一个由微细粒子组成的物体,散布在整个身体(复合体)中,它最类似于掺杂了热气的风(精气),在某一方面类似于风,在另一方面类似于热。 然而,灵魂中还有一部分,在粒子的微细程度上甚至与风和热也有极大的差别,因而它与肉体及身体的其他部分具有更强的共感。
τοῦτο δὲ πᾶν αἱ δυνάμεις τῆς ψυχῆς δηλοῦσι καὶ τὰ πάθη καὶ αἱ εὐκινησίαι καὶ αἱ διανοήσεις καὶ ὧν στερόμενοι θνήσκομεν.
这一切都通过灵魂的各种能力、情感、易动性、思想以及那些我们一旦失去便会死亡的生命现象展现出来。
Καὶ μὴν καὶ ὅτι ἔχει ἡ ψυχὴ τῆς αἰσθήσεως τὴν πλείστην αἰτίαν δεῖ κατέχειν·
此外,必须牢牢把握的是,灵魂是感觉的主要原因。
§64οὐ μὴν εἰλήφει ἂν ταύτην, εἰ μὴ ὑπὸ τοῦ λοιποῦ ἀθροίσματος ἐστεγάζετό πως.
然而,如果灵魂没有在某种程度上被身体的其他部分所包蔽,它就不会获得这种感觉能力。
τὸ δὲ λοιπὸν ἄθροισμα παρασκευάσαν ἐκείνῃ τὴν αἰτίαν ταύτην μετείληφε καὶ αὐτὸ τοιούτου συμπτώματος παρ’ ἐκείνης, οὐ μέντοι πάντων ὧν ἐκείνη κέκτηται·
而身体的其他部分在为灵魂提供这一原因(感觉的场所)的同时,其自身也从灵魂那里分得了这种偶有性(感觉能力),但并非分得了灵魂所拥有的全部属性。
διὸ ἀπαλλαγείσης τῆς ψυχῆς οὐκ ἔχει τὴν αἴσθησιν.
因此,一旦灵魂离去,身体便不再具有感觉。
οὐ γὰρ αὐτὸ ἐν ἑαυτῷ ταύτην ἐκέκτητο τὴν δύναμιν, ἀλλ’ ἑτέρῳ ἅμα συγγεγενημένῳ αὐτῷ παρεσκεύαζεν, ὃ διὰ τῆς συντελεσθείσης περὶ αὐτὸ δυνάμεως κατὰ τὴν κίνησιν σύμπτωμα αἰσθητικὸν εὐθὺς ἀποτελοῦν ἑαυτῷ ἀπεδίδου κατὰ τὴν ὁμούρησιν καὶ συμπάθειαν καὶ ἐκείνῳ, καθάπερ εἶπον.
因为身体自身内部并不拥有这种能力,而是将它提供给与它一同诞生的另一者(灵魂),而灵魂通过在其周围由于运动而形成的能力,立即在自身中产生出感觉这一偶有性,并如我所说,通过近邻关系和共感,将它分给身体。
§65Διὸ δὴ καὶ ἐνυπάρχουσα ἡ ψυχὴ οὐδέποτε ἄλλου τινὸς μέρους ἀπηλλαγμένου ἀναισθητεῖ·
因此,只要灵魂还在身体中,即使身体的其他某个部分被切除,灵魂也绝不会失去感觉。
ἀλλ’ ἃ ἂν καὶ ταύτης ξυναπόληται τοῦ στεγάζοντος λυθέντος εἴθ’ ὅλου εἴτε καὶ μέρους τινός, ἐάν περ διαμένῃ, σῴζει τὴν αἴσθησιν.
相反,当包蔽身体的框架被瓦解(无论是全部还是部分瓦解)时,即使灵魂的一部分也随之消亡,只要灵魂(的原子聚集体)还留存着,它就能保持感觉。
τὸ δὲ λοιπὸν ἄθροισμα διαμένον καὶ ὅλον καὶ κατὰ μέρος οὐκ ἔχει τὴν αἴσθησιν ἐκείνου ἀπηλλαγμένου, ὅσον ποτέ ἐστι τὸ συντεῖνον τῶν ἀτόμων πλῆθος εἰς τὴν τῆς ψυχῆς φύσιν.
然而,一旦那部分构成灵魂本性的原子聚集体全部离去,身体的其他部分无论是整体还是部分留存,都不再具有感觉。
Καὶ μὴν καὶ λυομένου τοῦ ὅλου ἀθροίσματος ἡ ψυχὴ διασπείρεται καὶ οὐκέτι ἔχει τὰς αὐτὰς δυνάμεις οὐδὲ κινεῖται, ὥστε οὐδ’ αἴσθησιν κέκτηται.
此外,当整个身体复合体瓦解时,灵魂便会消散,不再具有同样的能力,也不再运动,因而也不再拥有感觉。
§66οὐ γὰρ οἷόν τε νοεῖν αὐτὸ αἰσθανόμενον μὴ ἐν τούτῳ τῷ συστήματι καὶ ταῖς κινήσεσι ταύταις χρώμενον, ὅταν τὰ στεγάζοντα καὶ περιέχοντα μὴ τοιαῦτα ᾖ, ἐν οἷς νῦν οὖσα ἔχει ταύτας τὰς κινήσεις.
因为,当包蔽并环绕灵魂的肉体不再是现在这样能让灵魂产生这些运动的系统时,我们无法想象灵魂在这一结合体之外还能拥有感觉并进行这些运动。
Ἀλλὰ μὴν καὶ τόδε (λέγει ἐν ἄλλοις καὶ ἐξ ἀτόμων αὐτὴν συγκεῖσθαι λειοτάτων καὶ στρογγυλωτάτων, πολλῷ τινε διαφερουσῶν τῶν τοῦ πυρός· καὶ τὸ μέν τι ἄλογον αὐτῆς, ὃ τῷ λοιπῷ παρεσπάρθαι σώματι· τὸ δὲ λογικὸν ἐν τῷ θώρακι, ὡς δῆλον ἔκ τε τῶν φόβων καὶ τῆς χαρᾶς. ὕπνον τε γίνεσθαι τῶν τῆς ψυχῆς μερῶν τῶν παρ’ ὅλην τὴν σύγκρισιν παρεσπαρμένων ἐγκατεχομένων ἢ διαφορουμένων, εἶτα συμπιπτόντων τοῖς † ποργμοῖς. τό τε σπέρμα ἀφ’ ὅλων τῶν σωμάτων φέρεσθαι.
(此外,他在其他著作中提到,灵魂是由最光滑和最圆的原子组成的,这些原子与火的原子有很大不同;灵魂中有一部分是无理性的,散布在身体的其余部分,而理性部分则在胸部,这从恐惧和喜悦中可以明显看出;当散布在整个复合体中的灵魂部分被抑制或消散、进而与通道发生碰撞时,便会产生睡眠;精液是从身体的所有部分输送而来的。
) §67γε δεῖ προσκατανοεῖν, ὅτι τὸ ἀσώματον λέγομεν κατὰ τὴν πλείστην ὁμιλίαν τοῦ ὀνόματος ἐπὶ τοῦ καθ’ ἑαυτὸ νοηθέντος ἄν·
)此外,还必须进一步理解,根据这一名词最普遍的用法,我们所说的“非物体(无形体之物)”只是针对那些能够被设想为独立存在的事物。
καθ’ ἑαυτὸ δὲ οὐκ ἔστι νοῆσαι τὸ ἀσώματον πλὴν τοῦ κενοῦ.
然而,除了虚空之外,无法想象任何能够独立存在的非物体。
τὸ δὲ κενὸν οὔτε ποιῆσαι οὔτε παθεῖν δύναται, ἀλλὰ κίνησιν μόνον δι’ ἑαυτοῦ τοῖς σώμασι παρέχεται.
但虚空既不能施加作用,也不能承受作用,而只能通过自身为物体提供运动的场所。
ὥστ’ οἱ λέγοντες ἀσώματον εἶναι τὴν ψυχὴν ματαιΐζουσιν.
因此,那些说灵魂是非物体的人是在说空话。
οὐθὲν γὰρ ἂν ἐδύνατο ποιεῖν οὔτε πάσχειν, εἰ ἦν τοιαύτη· νῦν δ’ ἐναργῶς ἀμφότερα ταῦτα διαλαμβάνομεν περὶ τὴν ψυχὴν τὰ συμπτώματα.
因为如果灵魂具有这样的性质,它就既不能施加作用,也不能承受作用;但事实上,我们清楚地看到,灵魂同时具有这两种偶有性(能动与受动)。