Humanitext Reader

伊壁鸠鲁 · 致希罗多德信 §35-40

认识的标准与宇宙的基本原理

第 1 段,共 9 段 · 希腊语

内容简介

埃庇科鲁斯向赫罗多德提供了一份适用于所有读者的自然哲学基本教义摘要。他首先确立了作为认识基础的言词首要概念、感觉与情念的保持(规准论),进而阐明了物理学的基本原理,包括物质守恒、宇宙恒常不变以及宇宙由物体与虚空共同组成。

§35Τοῖς μὴ δυναμένοις, ὦ Ἡρόδοτε, ἕκαστα τῶν περὶ φύσεως ἀναγεγραμμένων ἡμῖν ἐξακριβοῦν μηδὲ τὰς μείζους τῶν συν τεταγμένων βίβλους διαθρεῖν ἐπιτομὴν τῆς ὅλης πραγματείας εἰς τὸ κατασχεῖν τῶν ὁλοσχερωτάτων δοξῶν τὴν μνήμην ἱκανῶς αὐτοῖς παρεσκεύασα, ἵνα παρ’ ἑκάστους τῶν καιρῶν ἐν τοῖς κυριωτάτοις βοηθεῖν αὑτοῖς δύνωνται, καθ’ ὅσον ἂν ἐφάπτωνται τῆς περὶ φύσεως θεωρίας.
赫罗多德啊,对于那些不能精研我们所写的关于自然界的每一具体细节、也不能通读我们所编纂的巨著的人,我为他们准备了关于整个学说的充分简明摘要,以便他们能够牢记最核心的教义,从而使他们在各种场合、只要涉及自然哲学的探究,就能在最关键的问题上自救。
καὶ τοὺς προβεβηκότας δὲ ἱκανῶς ἐν τῇ τῶν ὅλων ἐπιβλέψει τὸν τύπον τῆς ὅλης πραγματείας τὸν κατεστοιχειωμένον δεῖ μνημονεύειν· τῆς γὰρ ἀθρόας ἐπιβολῆς πυκνὸν δεόμεθα, τῆς δὲ κατὰ μέρος οὐχὁμοίως.
对于那些在万物的观察中已经取得充分进展的人,也必须记住已经纲要化的整个学说的轮廓;因为我们经常需要整体的直观,而对于局部的细节则不那么经常需要。
§36βαδιστέον μὲν οὖν καὶ ἐπ’ ἐκεῖνα συνεχῶς, ἐν 〈δὲ〉τῇ μνήμῃ τὸ τοσοῦτο ποιητέον, ἀφ’ οὗ ἥ τε κυριωτάτη ἐπιβολὴ ἐπὶ τὰ πράγματα ἔσται καὶ δὴ καὶ τὸ κατὰ μέρος ἀκρίβωμα πᾶν ἐξευρήσεται, τῶν ὁλοσχερωτάτων τύπων εὖ περιειλημμένων καὶ μνημονευομένων·
因此,我们也必须不断地向那些具体细节迈进,但在记忆中必须保留这么多的内容:通过这些内容,不仅能获得对事物最主要的直观,而且在整体轮廓被很好地把握和记住的情况下,所有的局部细节也将被发现。
ἐπεὶ καὶ τῷ τετελεσιουργημένῳ τοῦτο κυριώτατον τοῦ παντὸς ἀκριβώματος γίνεται, τὸ ταῖς ἐπιβολαῖς ὀξέως δύνασθαι χρῆσθαι καὶ πρὸς ἁπλᾶ στοιχειώματα καὶ φωνὰς συναγομένοις.
因为即使对于已经圆满掌握的人来说,这也是全部精确性的最主要体现——能够迅速使用直观,并将其归纳为简单的元素和词语。
οὐ γὰρ οἷόν τε τὸ πύκνωμα τῆς συνεχοῦς τῶν ὅλων περιοδείας εἰδέναι μὴ δυνάμενον διὰ βραχεῶν φωνῶν ἅπαν ἐμπεριλαβεῖν ἐν αὑτῷ τὸ καὶ κατὰ μέρος ἂν ἐξακριβωθέν.
因为,如果一个人不能通过简短的言词在自身中囊括所有可以被细节化把握的内容,那么他就无法知晓对整体进行连续考察的紧密结晶。
§37ὅθεν δὴ πᾶσι χρησίμης οὔσης τοῖς ᾠκειωμένοις φυσιολογίᾳ τῆς τοιαύτης ὁδοῦ, παρεγγυῶν τὸ συνεχὲς ἐνέργημα ἐν φυσιολογίᾳ καὶ τοιούτῳ μάλιστα ἐγγαληνίζων τῷ βίω ἐποίησά σοι καὶ τοιαύτην τινὰ ἐπιτομὴν καὶ στοιχείωσιν τῶν ὅλων δοξῶν.
因此,既然这种途径对所有熟悉自然学的人都很有用,我劝勉大家在自然学中进行持续的实践,并特别在这种生活中获得宁静,我也为你做了一份关于全部学说的类似摘要和纲要。
Πρῶτον μὲν οὖν τὰ ὑποτεταγμένα τοῖς φθόγγοις, ὦ Ἡρό δοτε, δεῖ εἰληφέναι, ὅπως ἂν τὰ δοξαζόμενα ἢ ζητούμενα ἢ ἀπορούμενα ἔχωμεν εἰς ταῦτα ἀναγαγόντες ἐπικρίνειν, καὶ μὴ ἄκριτα πάντα ἡμῖν 〈ᾖ〉 εἰς ἄπειρον ἀποδεικνύουσιν ἢ κενοὺς φθόγγους ἔχωμεν·
首先,赫罗多德啊,我们必须把握言词之下所包含的意义,以便我们能够将我们所意见、所探究或所疑惑的事物还原到这些意义上进行判定,从而使我们在进行无限论证时不会一切都处于无判定的状态,或者拥有空洞的言词。
§38ἀνάγκη γὰρ τὸ πρῶτον ἐννόημα καθ’ ἕκαστον φθόγγον βλέπεσθαι καὶ μηθὲν ἀποδείξεως προσδεῖσθαι, εἴπερ ἕξομεν τὸ ζητούμενον ἢ ἀπορούμενον καὶ δοξαζόμενον ἐφ’ ὃ ἀνάξομεν.
因为,每个言词下的第一概念必须是显而易见的,并且根本不需要论证,如果我们想要有一个将探究、疑惑和意见还原于其上的标准。
ἔτι τε καὶ τὰς αἰσθήσεις δεῖ πάντως τηρεῖν καὶ ἁπλῶς τὰς παρούσας ἐπιβολὰς εἴτε διανοίας εἴθ’ ὅτου δήποτε τῶν κριτηρίων. ὁμοίως δὲ καὶ τὰ ὑπάρχοντα πάθη, ὅπως ἂν καὶ τὸ προσμένον καὶ τὸ ἄδηλον ἔχωμεν οἷς σημειωσόμεθα.
此外,我们必须在任何情况下都保持感觉,并且保持眼前直接的直观,无论是心灵的直观还是任何其他判定标准的直观;同样也要保持现有的情念,以便我们能够用它们作为标记来判定期待证实的和不可见的事物。
Ταῦτα δὲ διαλαβόντας 〈δεῖ〉 συνορᾶν ἤδη περὶ τῶν ἀδήλων· πρῶτον μὲν ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μὴ ὄντος.
在区分了这些之后,我们现在必须共同观察关于不可见的事物:首先,无物能从非存在中产生。
πᾶν γὰρ ἐκ παντὸς ἐγίνετ’ ἂν σπερμάτων γε οὐθὲν προσδεόμενον.
因为如果不是这样,一切事物都会从一切事物中产生,而根本不需要种子。
§39καὶ εἰ ἐφθείρετο δὲ τὸ ἀφανιζόμενον εἰς τὸ μὴ ὄν, πάντα ἂν ἀπωλώλει τὰ πράγματα, οὐκ ὄντων τῶν εἰς ἃ διελύετο.
并且,如果消失的事物被毁灭入非存在,那么一切事物早已经消亡,因为它们所分解入其中的东西并不存在。
Καὶ μὴν καὶ τὸ πᾶν ἀεὶ τοιοῦτον ἦν οἷον νῦν ἐστι, καὶ ἀεὶ τοιοῦτον ἔσται.
此外,整体一直都是像现在这样的,并且也将永远是这样的。
οὐθὲν γάρ ἐστιν εἰς ὃ μεταβαλεῖ. παρὰ γὰρ τὸ πᾶν οὐθέν ἐστιν, ὃ ἂν εἰσελθὸν εἰς αὐτὸ τὴν μεταβολὴν ποιήσαιτο.
因为没有任何东西可以让它变成;因为在整体之外没有任何东西,能够进入它并引起变化。
Ἀλλὰ μὴν καὶ (τοῦτο καὶ ἐν τῇ Μεγάλῃ ἐπιτομῇ φησι κατ’ ἀρχὴν καὶ ἐν τῇ ᾱ Περὶ φύσεως) τὸ πᾶν ἐστι 〈σώματα καὶ κενόν〉·
再者(正如他在《大摘要》的开头以及《论自然》第一卷中所说),整体是物体和虚空。
σώματα μὲν γὰρ ὡς ἔστιν, αὐτὴ ἡ αἴσθησις ἐπὶ πάντων μαρτυρεῖ, καθ’ ἣν ἀναγκαῖον τὸ ἄδηλον τῷ λογισμῷ τεκμαίρεσθαι, ὥσπερ προεῖπον τὸ πρόσθεν·
因为物体的存在,感觉本身在所有情况下都作证,根据感觉,我们必须通过推理来推测不可见的事物,正如我之前所说。
§40εἰ 〈δὲ〉 μὴ ἦν ὃ κενὸν καὶ χώραν καὶ ἀναφῆ φύσιν ὀνομάζομεν, οὐκ ἂν εἶχε τὰ σώματα ὅπου ἦν οὐδὲ δι’ οὗ ἐκινεῖτο, καθάπερ φαίνεται κινούμενα, παρὰ δὲ ταῦτα οὐθὲν οὐδ’ ἐπινοηθῆναι δύναται οὔτε περιληπτῶς οὔτε ἀναλόγως τοῖς περιληπτοῖς ὡς καθ’ ὅλας φύσεις λαμβανόμενα καὶ μὴ ὡς τὰ τούτων συμπτώματα ἢ συμβεβηκότα λεγόμενα.
如果没有我们称之为虚空、空间和无触觉本性的东西存在,物体就没有地方可以存在,也没有可以移动的通道,正像它们显而易见在运动那样。 在这些之外,没有任何东西可以被设想,无论是直接把握还是通过与直接把握之物的类比,将它们作为完整的实体来把握,而不是作为这些物体的属性或偶性。
Καὶ μὴν καὶ τῶν (τοῦτο καὶ ἐν τῇ πρώτῃ Περὶ φύσεως καὶ τῇ ῑδ̄ καὶ ῑε̄ καὶ τῇ Μεγάλῃ ἐπιτομῇ) σωμάτων τὰ μέν ἐστι συγκρίσεις, τὰ δ’ ἐξ ὧν αἱ συγκρίσεις πεποίηνται·
此外(正如在《论自然》第一卷、第十四卷、第十五卷以及《大摘要》中所说),在物体中,一些是复合体,另一些则是构成这些复合体的原料。

词汇与语法注释

  1. §35ἐπιβολῆς — 享乐主义哲学特有的认识论术语,指将心灵或感官主动投射于特定对象,进行直接的“直观把握”或“心灵注视”。在此处指对整个体系的核心要点进行一次性、整体性的直观把握,而非局部的细节剖析。
  2. §37τὰ ὑποτεταγμένα τοῖς φθόγγοις — 字面意为“置于言词(发音)底下的东西”。指语言符号直接指示的、显而易见的语义内容,即不需要定义或论证的最初认知(第一概念)。这是享乐主义认识论中作为探究前提的判定标准(规准)在语言学与语义学层面的核心表达。
  3. §38ἐφ’ ὃ ἀνάξομεν — 关系代词 ὅ (ἐφ' ὅ 中的 ὅ) 的先行词解析。它不是指紧邻的“所探究、疑惑或意见之物”,而是指前句出现的“每个言词底下的第一概念(τὸ πρῶτον ἐννόημα)”。从将探究对象最终进行还原和判定的“标准”这一上下文来看,该解釈是唯一确定的。
  4. §39τοῦτο καὶ ἐν τῇ Μεγάλῃ ἐπιτομῇ φησι — 括号插入句中第三人称单数动词 φησί(他说)的主语指作者埃庇科鲁斯。这是手抄本传承过程中的一个典型例证,即后世校订者或读者指明埃庇科鲁斯其他著作平行对照处的边缘注释(marginalia)混入了正文之中。

引用这一段

伊壁鸠鲁, 致希罗多德信 §35-40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0537.tlg010.humanitext-grc1:35-40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。