Humanitext Reader

卡利马科斯 · 德墨忒尔颂歌 §70-138

厄律西克同的无尽饥荒与终篇祈祷

第 2 段,共 2 段 · 希腊语

内容简介

叙述了厄律西克同因无尽的饥饿而吞噬家中所有财产和牲畜,最终沦为乞丐的悲剧。赞美诗最后以祈祷结束,赞美得墨忒耳带来的季节丰收与神圣祭祀仪轨。

§70τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτελ·
因为激怒得墨忒耳的事,也同样激怒狄俄尼索斯。
§71καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος.
因为狄俄尼索斯也与得墨忒耳一同发怒。
§72οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον §73αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.
他的父母感到羞耻,既不送他去参加宴会,也不让他参加共餐,千方百计地寻找借口。
§74ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα §75Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ §76οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
当奥尔梅诺斯之子来邀请他参加伊托尼亚的雅典娜竞技会时,他的母亲拒绝道: “他不在家,因为昨天他去克兰农催讨一百头牛的债务了。
§77τέλθος ἀπαιτησῶν ἑκατὸν βόας. ἦνθε Πολυξώ, §78μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί, §79ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
” 阿克托里翁的母亲波吕克索来了,当时她正在为儿子筹备婚礼,邀请特里奥帕斯和他的儿子两人。
§80τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα §81νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος §82Πίνδον ἀνʼ εὐάγκειαν, ὁ δʼ ἐννέα φάεα κεῖται.
但那忧心忡忡的妇人流着泪回答她: “特里奥帕斯会去的。 但厄律西克同在山谷优美的品多斯山被野猪撞伤,已经躺了九天了。
§83δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ;
” 可怜而溺爱孩子的母亲啊,你撒了怎样的谎啊!
§84δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων.
有人举办宴会时:“厄律西克同在异国。
§85ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν, §86ἢ ἔπεσʼ ἐξ ἵππων, ἢ ἐν Ὄθρυϊποίμνἰ ἀμιθρεῖ.
” 有人娶亲时:“厄律西克同被铁饼砸伤了,” 或“他坠马了,”或“他在奥特律斯山上数羊。
§87ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστὰς §88ἤσθιε μυρία πάντα·
” 随后,他整日躲在内室里,像个饕餮之徒一样吞食着无数的各种食物。
κακὰ δʼ ἐξάλλετο γαστὴρ §89αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας §90ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
他越是吃,那邪恶的胃口就越发膨胀,所有的食物都虚无而徒劳地流泻下去,仿佛流进了大海的深渊。
§91ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών, §92καὶ τούτων ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς· §93δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
就像米马斯山上的积雪,就像阳光下的蜡像,甚至比这还要厉害,他渐渐消融,只剩筋骨;可怜的他只剩下了筋腱和骨头。
§94κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαὶ §95χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
他的母亲哭泣,两个姐姐也深深叹息,哺育过他的乳房和十个女仆也常常哀叹。
§96καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε, §97τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων· §98ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μὲν
特里奥帕斯自己也抚摸着白发,向那并不听从的波塞冬这样呼喊求助: “虚假的父亲啊,看看你这第三代子孙吧!
§99σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο §100τοῦτο τὸ δείλαιον γένετο βρέφος·
如果我确实是你和埃俄洛斯之女卡纳刻的后代,而这可怜的孩子又是我的骨肉。
αἴθε γὰρ αὐτὸν §101βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
但愿我的双手能安葬他,被阿波罗所射杀!
§102νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
但现在,邪恶的暴食之魔正端坐在他的眼底。
§103ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτὸς §104βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
要么为他除去这痛苦的疾病,要么你自己带去喂养他;因为我们的餐桌已经枯竭了。
§105χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη §106τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.
圈栏已荒凉,我的牲口棚里四足家畜也已空空如也,因为厨师们已经拒绝再做。
§107ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν, §108καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ, §109καὶ τὰν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον, §110καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
甚至,他们还解下了大车上的骡子,他还吃掉了母亲为赫斯提亚饲养的母牛,以及那赢得奖项的赛马和战马,还有那小兽们所惧怕的猫。
§111μέσφʼ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο, §112μῶνοι ἄρʼ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
只要特里奥帕斯的府中还有财物,就只有内室知道这桩灾祸。
§113ἀλλʼ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες, §114καὶ τόχʼ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο §115αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.
但当他的牙齿榨干了深宅大院,那时国王的儿子便坐在十字路口,乞讨着面包屑和宴席上扔掉的残羹冷炙。
§116Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής, §117εἴη μηδʼ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.
得墨忒耳啊,愿被你憎恨的人不要成为我的朋友,也不要与我共用一堵墙;恶邻对我而言是敌人。
§118ᾄσατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι §119Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.
歌唱吧,少女们,母亲们,同声呼喊: “得墨忒耳啊,万分致敬,滋养万物者,掌管万石粮食者。
§120χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι §121τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα §122λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα §123ἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ.
” 正如四匹白毛骏马牵引着篮子,伟大的广阔主宰女神也将带来明朗的春天、明朗的夏天与冬天,以及秋天,并保佑我们度过又一年。
§124ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες, §125ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
正如我们赤足、不戴发带穿行在城中,我们也必将永远使我们的双脚与头部完全免受伤害。
§126ὡς δʼ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι, §127ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
正如抬着簸箕的人抬着装满黄金的簸箕,愿我们也大方地拥有黄金。
§128μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως, §129τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν, §130αἵτινες ἑξήκοντα κατώτεραι·
未入信的女人们可以跟随到城邦的市政厅,而那些已入信的女人们则可以一直随行到女神的神殿,只要是六十岁以下的。
αἱ δὲ βαρεῖαι §131χἄτις Ἐλειθυίᾳ τείνει χέρα χἄτις ἐν ἄλγει. §132ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηὼ §133δωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
但那些身体沉重者、向埃勒伊堤亚伸出双手者,以及处于痛苦中者,对她们来说,只要走到她们膝盖所能承受的地方就足够了;对她们,得墨忒耳也会丰厚地赐予一切,就像她们已经到达神殿一样。
§134χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίᾳ §135ἔν τʼ εὐηπελίᾳ, φέρε δʼ ἀγρόθι νόστιμα πάντα·
万岁,女神,在和谐与繁荣中拯救这座城市,并从田野中带回一切丰收。
§136φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν, §137φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσῃ.
养育牛群,带来果实,带来麦穗,带来收获,也孕育和平,让耕作者得以收获。
§138ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.
对对我施恩吧,被三次祈求的、在女神中居于伟大统治地位的至尊。

词汇与语法注释

  1. 70τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτελ — 句末的 χαλέπτελ 是抄本错误(或方言拼写讹误),通常校订为直陈式现在时活动语态第三人称单数形式 χαλέπτει。以关系代词 ἃ 为主语,构成一种照应结构:“激怒得墨忒耳的事(ἃ καὶ Δάματρα [χαλέπτει]),也同样程度地(τόσσα)激怒狄俄尼索斯”。
  2. 98ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον — 其中 τρίτον 省略了名词 ἔκγονον(子孙),指从祖父波塞冬算起的“第三代子孙(即孙子)”。后续的 εἴπερ... αὐτὰρ...(如果确实……但是……)条件从句强调了这一对比:尽管特里奥帕斯自己是波塞冬之子,其子厄律西克同(即波塞冬的孙子)却遭遇如此惨状,从而谴责波塞冬为“虚假的父亲”(ψευδοπάτωρ)。
  3. 128μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως — 介词 μέσφα 在此处支配宾格(表示“直到”),修饰中性复数名词 τὰ πρυτανήια(市政厅)。阴性复数宾格冠词 τὰς 修饰名词化的修饰语(或与副词 ἀτελέστως 连用表示“未入信的女人们”),与下一句中的 τὰς δὲ τελεσφορέας(而那些已入信的女人们)形成鲜明的对照。
  4. 132ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ — 这是通过 ὣς(或 ὡς)的重复构成的比较或让步句式。前半句 ὣς ἅλις 意为“如此便足够了”,后半句 ὡς αὐτᾶν ἱκανὸν γόνυ 作从句,意为“在她们膝盖所能承受的范围内(前行)”。此结构表明了对无法亲自前往神殿的病弱女性的宗教宽免:“只要走到体力(膝盖)所允许的极限即可”。

引用这一段

卡利马科斯, 德墨忒尔颂歌 §70-138. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0533.tlg020.humanitext-grc3:70-138

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。