← カッリマコス

デメテル讃歌

§70-138

エリュシクトンの飢餓による没落と結びの祈り

デメテルの怒りを買い、底なしの飢餓を植え付けられたエリュシクトンが家財や家畜を食い尽くして没落する悲劇が描かれ、最後にデメテルの恵みと儀式の秩序を称える祈りの言葉で讃歌が締めくくられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
70

τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει·1

デメテルを怒らせるものは、ディオニュソスをもそれほどまでに怒らせるからである。

καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος.

なぜなら、ディオニュソスもまたデメテルとともに怒ったからである。

οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμποναἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.

両親は恥じて、彼を会食にも共同の宴会にも送り出さず、あらゆる口実が考案された。

ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλαὈρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ

オルメノスの子らがイトニアのアテナの競技会に彼を招きに来たとき、母は断って言った。

οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε

「家におりません。昨晩、百頭の牛の債務を請求しにクランノンへ出かけましたので」

τέλθος ἀπαιτησῶν ἑκατὸν βόας. ἦνθε Πολυξώ,μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,

アクトリオーンの母ポリュクソが、息子の婚礼を準備しているときにやって来た。

ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.

トリオパスとその息子の両方を招待するために。

80

τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα

しかし、心沈んだその妻は涙を流しながら答えた。

νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπροςΠίνδον ἀνʼ εὐάγκειαν, ὁ δʼ ἐννέα φάεα κεῖται.

「トリオパスは参りましょう。しかしエリュシクトンは、美しい谷の並ぶピンドス山で、猪に突かれ、九日間横たわっております」

δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ;

子供を愛する哀れな母よ、お前はいかなる嘘もついたのだな!

δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων.

誰かが祝宴を催すときには、「エリュシクトンは他国にいる」とされ、

85

ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν,

誰かが花嫁を迎えるときには、「エリュシクトンは円盤で打たれた」とか、

ἢ ἔπεσʼ ἐξ ἵππων, ἢ ἐν Ὄθρυϊ ποίμνι' ἀριθμεῖ.

「馬から落ちた」とか、「オトリュス山で羊を数えている」とされた。

ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστὰς

その後、彼は家の中に閉じこもり、一日中、饗宴にふける者のように無数のあらゆるものを食べ続けた。

ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστὴρ

彼が食べれば食べるほど、いや増してその邪悪な胃袋は膨れ上がり、

αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσαςἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.

あたかも海の深淵へと流れ込むように、すべての食べ物は虚しく、報いなく、流れ落ちていった。

ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών,καὶ τούτων ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς·

ミマス山の雪のように、太陽の下の蝋人形のように、そしてそれらよりもさらに激しく、彼は腱に至るまで衰え、溶けていった。

δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.

哀れな彼には、ただ腱と骨だけが残された。

κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαὶχὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.

母は泣き、二人の姉妹は深く嘆き、彼に乳を飲ませた乳母も、十人の侍女たちも何度も嘆いた。

καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων·

トリオパス自身もまた、その白髪に手を当て、聞き入れないポセイドンにこのように懇願して叫んだ。

ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον,2 εἴπερ ἐγὼ μὲνσεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο

「偽りの父よ、あなたのこの三代目の子孫を見よ。もし私があなたとアイオロスの娘カナケの子であり、私のこの哀れな子供が生まれたというのなら。

100

τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτὸνβλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·

願わくは、アポロンの矢に射抜かれた彼を、私の手で葬りたかったものを!

νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.

しかし今や、恐るべき飢餓が彼の目の前に居座っている。

ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτὸςβόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.

彼からこの苛酷な病を取り除くか、あるいはあなた自身が彼を引き取って養ってください。私たちの食卓は尽き果ててしまいました。

105

χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδητετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.

牛舎は空になり、私の四肢動物の家畜小屋はすでにからっぽです。料理人たちがもう断ってきましたから。

ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,

いやそれどころか、大荷車からラバたちをも解き放ち、

καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ,

母がヘスティアのために育てていた牛をも彼は食べ、

καὶ τὰν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,

競技で賞をとった馬や、戦馬をも、

110

καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.

そして、小さな獣たちが恐れていた猫までも食べてしまった。

μέσφʼ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,μῶνοι ἄρʼ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.

トリオパスの館の中に財産があるうちは、この災いを知っていたのは家の中の部屋部屋だけであった。

ἀλλʼ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες,καὶ τόχʼ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστοαἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.

しかし、歯が底知れぬ財産の家を乾かし尽くしたとき、そのとき王の息子は辻に座り込み、パン屑や饗宴の投げ捨てられた残飯を乞うていた。

Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,εἴη μηδʼ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.

デメテルよ、あなたに憎まれる者が、私の友人になりませんように。また壁を同じくする隣人になりませんように。悪しき隣人は私にとって敵です。

ᾄσατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι

乙女たちよ、歌え。そして母となった者たちよ、唱えよ。

Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.

「デメテルよ、大いに歓べ、多くのものを養う者、多くのメディムノスを領する者よ」

120

χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντιτέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα

白い毛並みの四頭の馬が籠を引くように、偉大なる、広く支配される女神は、

λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισαἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ.

私たちに輝かしい春、輝かしい夏と冬、そして秋をもたらして訪れ、また次の年へと私たちを守ってくださるだろう。

ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.

私たちが裸足で、髪飾りもつけずに市街を歩くように、私たちは私たちの足も、頭も、常に完全に健やかに保つことができるだろう。

ὡς δʼ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.

箕を運ぶ女たちが、金で満ちた箕を運ぶように、私たちもまた、惜しみない金を手にするだろう。

μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,3

未入信の女たちは都市の公会堂まで進み、

τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,

一方、入信した女たちは女神の神殿のところまで付き従うがよい、

130

αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαιχἄτις Ἐλειθυίᾳ τείνει χέρα χἄτις ἐν ἄλγει.

六十歳未満の者たちは。しかし、体が重い者たちや、エイレイテュイアにお産の手を伸ばしている者、苦痛の中にある者たちは、

ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ·4 ταῖσι δὲ Δηὼδωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.

自分たちの膝が耐えられるところまでで十分である。彼女たちにも、デオは神殿まで行ったかのように、すべてを豊かに満たして与えてくださるだろう。

χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίᾳἔν τʼ εὐηπελίᾳ, φέρε δʼ ἀγρόθι νόστιμα πάντα·

女神よ、万歳。この都市を、調和と繁栄のうちに救いたまえ。田野からはすべての収穫をもたらしたまえ。

φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσῃ.

牛たちを養い、果実をもたらし、麦の穂をもたらし、収穫を運んでくれたまえ。平和をも養いたまえ、耕した者が自ら刈り取ることができるように。

ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.

私に慈悲深くあれ、三度祈られた、女神たちのうちで大いに君臨する者よ。

構文注4 件
  1. 70τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτελ

    末尾の χαλέπτελ は写本上の誤記(または方言形の崩れ)であり、通常は直説法現在活動態三人称単数の χαλέπτει と校訂される。関係代名詞 ἃ を主語とし、「デメテルを憤慨させること(ἃ καὶ Δάματρα [χαλέπτει])が、それと同等の程度(τόσσα)においてディオニュソスをも憤慨させる」という相関構造を形成している。

  2. 98ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον

    τρίτον は名詞 ἔκγονον(子孫)が省略された形であり、祖父ポセイドンから見た「三代目の子孫(すなわち孫)」を指す。後ろに続く εἴπερ... αὐτὰρ...(もし……ならば、しかし……)の条件節は、トリオパス自身がポセイドンの子であるにもかかわらず、その孫エリュシクトンが悲惨な目に遭っていることを嘆き、ポセイドンを「偽りの父(ψευδοπάτωρ)」と呼び批判する対比を強調している。

  3. 128μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως

    μέσφα は対格支配の前置詞(「〜まで」)として機能し、中性複数名詞の τὰ πρυτανήια(公会堂)に係る。女性複数対格の限定詞(冠詞)である τὰς は、名詞化された修飾語(または副詞的に用いられている ἀτελέστως「未入信の女たち」)に係り、次の節の τὰς δὲ τελεσφορέας(入信した女たち)と明瞭なコントラストを成している。

  4. 132ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ

    ὣς(または ὡς)の反復による比較・譲歩構文。前半の ὣς ἅλις は「そのように十分である」、後半の ὡς αὐτᾶν ἱκανὸν γόνυ は「彼女たちの膝が十分に(動く)ところまで(進めば)」という限界を示す従属節。「自力で歩いて行ける範囲(膝が耐えられる限界)まで進むだけで十分である」という、神殿に直接行けない病身の女性たちに対する宗教的免除を説明する構造。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
  • 2026-09-22 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0533.tlg020.humanitext-grc3:70-138