Humanitext Reader

卡利马科斯 · 双行体诗集 §1.5v-1.6r

月桂树与橄榄树的争端

第 2 段,共 22 段 · 希腊语

内容简介

月桂树和橄榄树就各自的功绩、神圣性和实用性展开激烈辩论。在橄榄树论证了自己在祭祀和竞技领域中的优越地位后,月桂树恼羞成怒,甚至蛮横地拒绝了身旁一棵荆棘树的调停。

§1.5v## Fol. 5 verso ὡριστερὸς μὲν λευκὸς ὡς ὕδρου γαστήρ, ὁ δ’ ἡλιοπλὴξ ὃς τὰ [π]ολλὰ γυμνοῦται.
“左侧洁白如水蛇之腹,而常露在外的向阳一侧则大多赤裸。
τίς δ’ οἶκος οὗπερ οὐ[κ] ἐγὼ παρὰ φλιῇ;
哪一家的门柱旁会没有我的身影?
τίς δ’ οὔ με μάντις ἢ τίς οὐ θυτὴρ ἕλκει;
哪一个预言者或哪一个祭司不将我牵引?
καὶ Πυθίη γὰρ ἐν δάφνῃ μὲν ἵδρυται, δάφνην δ’ ἀείδει καὶ δάφνην ὑπέστρωται.
因为皮堤亚也居住在月桂树中,歌唱月桂树,并以月桂树为垫。
ὤφρων ἐλαίη, τοὺς δὲ παῖδας οὐ Βράγχος τοὺς τῶν Ἰώνων, οἷς ὁ Φοῖβος ὠ[ργίσθη, δάφνῃ τε κρούων κἤπος οὐ τό[νῳ τρανε]ῖ δὶς ἢ τρὶς ε[ἰ]πὼν ἀρτεμέας ἐποίη[σε;
愚蠢的橄榄树啊,布兰科斯难道没有为那些令斐波斯发怒的爱奥尼亚人的子弟,用月桂树枝拍打他们,并以温和的音调吟唱两三次,使他们恢复健康吗?
[κ]ἠγὼ μὲν ἢ’πὶ δαῖτας ἢ’ς χορὸν φ[οι]τέω τὸν Πυθαϊστήν, γίνομαι δὲ κἄεθλον, οἱ Δωριῆς δὲ Τεμπόθεν με τέμνουσιν ὀρέων ἀπ’ ἄκρων καὶ φέρουσιν ἐς Δελφούς, ἐπὴν τὰ τὠπόλλωνος ἱρὰ γίνηται.
我既赴宴席,又去往皮堤亚的合唱队,我也成为了奖赏,多利亚人从坦佩将我砍下,从高山之巅运往德尔斐,每当阿波罗的圣祭举行之时。
ὤφρων ἐλα[ί]η, πῆμα δ’ οὐχὶ γινώσκω, οὐδ’ οἶδ’ ὁκ[οίη]ν οὑλαφηφόρος κάμπτει, ἁ[γν]ὴ γάρ εἰμι· κοὺ πατεῦσί μ’ ἄνθρωποι, ἱρὴ γάρ εἰμι· σοὶ δὲ χὠπόταν νεκρὸν μέλλωσι καίειν ἢ [τά]φ[ῳ] περιστέλλει[ν αὐτοί τ’ ἀνεστέψ[αντο χ]ὐπὸ τὰ πλεῦρα τοῦ μὴ πνέοντ[ος κὴπ]ιτὰξ ὑπ[έσ]τ[ρωσαν.
愚蠢的橄榄树啊,我不知灾殃,亦不知抬尸者在何种道路上转弯,因为我是纯洁的;人类也不践踏我,因为我是神圣的;而对你,每当人们准备焚烧尸体或将其包裹入土时,他们自己戴上花冠,并在那毫无生息之人的胁下将你铺垫。
” ἡ μὲν τάδ’ αὐ〈χ〉εῦ[σ’]· ἀλλὰ τὴν ἀπήμ[υνε μάλ’ ἀτρεμαίως ἡ τεκοῦσα τὸ χρῖμ[α· “ὦ πάντ’ ἄκυθε τῶν ἐμῶν τόκ[ων δάφνη, ἐν τῇ τελευτῇ κύκνος [ὥς τις ἡδίω ἤεισας· οὐ [συν]ῆκά μοι μ[ετὸν τούτων;
” 她如此自夸;但那生出香油者极为平静地反驳她: “噢,月桂树啊,对我的所有后代都完全无法隐瞒,在你的终点,你像天鹅一样,唱出了更甜美的歌;你难道不明白这与我有关吗?
ἐγὼ μὲν ἄνδρας οὓς Ἄρη[ς ἀπόλλυσι σὺν ἔκ τε πέμπω χὐ[πὸ. . . . . . . . . . τῶν ἀριστέων οἳ κα. . . ν. . . . . . . . [ἐγὼ δ]ὲ λευκὴν ἡνίκ’ ἐς τάφον τήθην φέρο[υσι] παῖδες ἢ γέροντα Τιθωνόν, αὐτο[ῖς ὁ]μαρτέω κἠπὶ τὴν ὁδὸν κεῖμαι, [ἀρκ]ε[ῦσα] πλεῖον ἢ σὺ τοῖς ἀγινεῦσιν ἐκ τῶν σε Τεμπέων.
我送走那些被阿瑞斯毁灭的男子,并与他们一同…… ……那些杰出之人的…… 而我,当孩子们抬着白发的祖母或年迈的提托诺斯去往坟墓时,我陪伴着他们,躺在道路上,给予比你对那些从坦佩将你运来之人更多的帮助。
ἀλλ’ ὅτευ γὰρ ἐμνήσθης, καὶ τοῦτο κὠς ἄεθλον οὐκ ἐγὼ κρέσσων σεῦ;
但至于你提到的那件事,即使是在作为奖品上,难道我不比你更好吗?
καὶ γ[ὰ]ρ 〈ὡ〉γὼν οὑν Ὀλυμπίῃ μέζων ἢ’ν το[ῖ]σι Δελφοῖς· ἀλλ’ ἄριστον ἡ σωπή.
因为在奥林匹亚的竞赛确实比在德尔斐的更为伟大;但沉默是最好的。
ἐγὼ μὲν οὔτε χρηστὸν οὔτε σε γρύζω ἀπηνὲς οὐδέν, ἀλλ’ ἄ[λ]ηθες ὄρνιθες [ἐ]ν τοῖσ[ι] φύλλοις ταῦτα τινθυρίζουσαι πάλαι κάθηνται κωτίλ[οι]ς [ὁμηρ]εῦσαι.
我既不对你说好话,也不说任何粗暴之语,但事实是,鸟儿们在树叶间呢喃着这些话,早就作为多话的同伴坐在那里了。
“τίς δ’ εὗρε δάφνην;
‘谁发现了月桂树?
γαῖα [τήν γ’ ἐφίτυ]σ[εν, §1.5r## Fol. 5 recto ὡς πρῖνον, ὡς δρῦν, ὡς κύπειρον, ὡς ὕλην.
大地种植了它,’ 就像冬青,就像橡树,就像莎草,就像木丛。
τίς δ’ εὗρ’ ἐλαίην;
但谁发现了橄榄树?
Παλλάς, ἦμος ἤ[ρ]ιζ[ε τῷ φυκιοίκῳ κἠδίκαζεν ἀρχαῖος ἀνὴρ ὄφις τὰ νέρθεν ἀμφὶ τῆς Ἀκτῆς.
帕拉斯,当她与那居住在海藻中的人争吵,而古代的蛇人从下方对阿克特进行判决时。
ἓν ἡ δάφνη πέπτωκε.
月桂树倒下一次。
τῶν δ’ ἀειζώων τίς τὴν ἐλαίην, τίς δὲ [τ]ὴν δάφνην τιμᾷ;
在永生的神明中,谁尊崇橄榄树,谁又尊崇月桂树?
δάφνην Ἀπόλλων, ἡ δὲ Παλλὰς ἣν εὗρεν.
阿波罗尊崇月桂树,而帕拉斯尊崇她所发现的。
ξυνὸν τόδ’ αὐταῖς, θεοὺς γὰρ οὐ διακρίνω.
这对她们是共同的,因为我不对神明做评判。
τ[ίς] τῆς δάφνης ὁ καρπός;
月桂树的果实是什么?
ἐς τί χρήσωμαι;
我有何用处?
μήτ’ ἔσθε μήτε πῖνε μήτ’ ἐπιχρίσῃς.
既不要吃,也不要喝,更不要涂抹。
ὁ τῆς δ’ ἐλαίης ἕαδε πόλλ’, ἔσω μάσταξ ὡς ἔ[νθεσι]ν καλεῦσιν, ἂν δὲ τὸ χρῖμα ἐν [ῇ, κο]λυμβά[ς], ἣν ἐπα[ῦρε] χὠ Θησεύς.
但橄榄树的果实大受欢迎,作为口中的食物,正如人们称其为口粮,而如果香油在其中,便成为腌橄榄,连忒修斯也曾享用。
[τὸ δ]εύ[τερ]ον τίθημι τῇ δάφνῃ πτῶμα.
我给月桂树第二击。
τεῦ γὰρ [τὸ] φύλλον οἱ ἱκέται προτείν[ο]υσι;
恳求者们伸出谁的叶子?
τὸ τῆς ἐλαίης.
橄榄树的叶子。
τὰ τρί’ ἡ δάφνη κεῖται.
三次倒地,月桂树躺下了。
φεῦ τῶν ἀτρύτων οἷα κωτιλίζουσι· λαιδρὴ κορώνη, κῶς τὸ χεῖλος οὐκ ἀλγεῖς;
唉,那些不知疲倦的喋喋不休者的啼鸣;粗鲁的乌鸦啊,你的嘴唇怎能不疼?
[τεῦ γ]ὰρ τὸ πρέμνον Δήλιοι φυλάσσουσι;
提洛人看守着谁的树干?
[τὸ τ]ῆς ἐλαίης, ἣ κ[αθεῖσ]ε τὴν Λητώ. . . . . . .
橄榄树的树干,它曾让勒托安息。
ὣς εἶπε, τῇ δ’ ὁ θυμὸς ἀμφὶ τῇ ῥήσει ἤλγησε, μέζον δ’ ἢ τὸ πρόσθεν ἢ[σχαλλ]εν.
她如此说,而她因这番话心中痛苦,比先前更加恼怒。
[φεῦ] φεῦ, τὸ λοιπὸν εικο. εστονουτ. . . . ατα. . . . . ς ἣ χύτ’ εἶχε. . . τρ. . . . να ἔλεξεν, ἦν γὰρ οὐκ ἄπωθε τῶν δένδρων· οὐκ, ὦ τάλαιναι, παυσόμεσθα, μὴ λίην γεν〈ώ〉μεθ’ ἐχθραί;
[残篇][残篇]另一棵树说话了,因为她离树木并不远: “可怜的人啊,我们不停止吗,以免我们变得过于敌对?
μὴ λέγωμεν ἀλλήλας ἄνολβα· ναὶ. . . . ἀλλὰ ταῦτ’ ὀ. . μ. να. τὴν δ’ ἄγρι[ο]ς φανεῖσα ταῦρος ἡ δάφνη ἔβλεψε καὶ τάδ’ εἶπεν· “ὦ κακὴ λώβη, ὡς δὴ μί’ ἡμέων καὶ σὺ μή με ποιῆσαι εὔστεκτον· ᾖ γὰρ γειτονεῦσ’ ἀποπνίγεις.
让我们不要互相诉说不幸的事情……” 但月桂树瞪着野牛般的眼睛看着她说道:“噢,邪恶的祸害,仿佛你确实是我们的一员似的,不要让我感到窒息;因为与你为邻,你让我透不过气来。
. . . . . . §1.6v## Fol. 6 verso . . . ἀ]οιδὸς ἐς κέρας τεθύμωται.
” ……歌者愤怒到了极点。
τὴν ξένην ἀνακρίνει ἣν δοῦλον εἶναί φησι καὶ παλίμπρητον.
他审问那个外邦女子,声称她是奴隶且被转卖过。
Ἔφεσον ὅθεν πῦρ οἱ τὰ μέτρα μέλλοντες τὰ χωλὰ τίκτειν μὴ μαθῶς ἐναύονται.
以弗所,那些准备生出跛脚格律的人,在那里明智地燃起他们的火。
§1.6r## Fol. 6 recto λαλοῦσ[ι. . . . Ἰαστὶ καὶ Δωριστὶ καὶ τὸ σύμμικτον.
他们说着…… 雅典方言、多利亚方言以及混合语言。 ”

词汇与语法注释

  1. 1.5vμετόν — 非人称动词 μέτεστι(与……有份、与……有关)的现在分词中性单数宾格形式,在此作宾格绝对(accusative absolute)使用。它支配与格 μοι 和属格 τούτων(在此指代前述由 μέτεστι 支配的荣誉),意为“虽然这与我有份/有关(你却不明白)”。
  2. 1.5vτοῖς ἀγινεῦσιν — 动词 ἀγινέω(ἄγω“携带、运送”的反复/强化形式,爱奥尼亚方言)的现在分词主动时代词与格复数形式。介词短语 ἐκ τῶν σε Τεμπέων(从坦佩将你)修饰该分词,意为“(相比于你对)那些从坦佩将你运来的人”,作为与格与比较级 πλεῖον(更多)构成对比。

引用这一段

卡利马科斯, 双行体诗集 §1.5v-1.6r. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0533.tlg007.humanitext-grc1:1.5v-1.6r

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。