§3.1III. 1
ἤδη καὶ κούρῳ παρθένος εὐνάσατο, τέθμιον ὡς ἐκέλευε προνύμφιον ὕπνον ἰαῦσαι ἄρσενι τὴν τᾶλιν παιδὶ σὺν ἀμφιθαλεῖ.
III. 1 少女已经和少年躺在一起,正如习俗所要求的那样,新娘要与一位父母双全的男孩共同度过婚前之眠。
Ἥρην γάρ κοτέ φασικύον, κύον, ἴσχεο, λαιδρὲ θυμέ, σύ γ’ ἀείσῃ καὶ τά περ οὐχ ὁσίη·
因为人们说曾经赫拉——狗啊,狗,退下,你这无耻的心灵! 你连不洁的事都要歌唱。
ὤναο κάρ〈θ〉’ ἕνεκ’ οὔ τι θεῆς ἴδες ἱερὰ φρικτῆς, ἐξ ἂν ἐπεὶ καὶ τῶν ἤρυγες ἱστορίην.
你没有见过那位令人敬畏的女神的秘仪,这真是你的大幸,否则你连这些秘仪的传说也会吐露出来。
ἡ πολυιδρείη χαλεπὸν κακὸν ὅστις ἀκαρτεῖ γλώσσης· ὡς ἐτεὸν παῖς ὅδε μαῦλιν ἔχει.
对于无法管束自己舌头的人来说,多识是一场棘手的灾祸;真的,这孩子就像手里拿着刀子。
ἠῷοι μὲν ἔμελλον ἐν ὕδατι θυμὸν ἀμύξειν οἱ βόες ὀξεῖαν δερκόμενοι δορίδα, δειελινὴν τὴν δ’ εἷλε κακὸς χλόος, εἷλε δε νοῦσος, αἶγας ἐς ἀγριάδας τὴν ἀποπεμπόμεθα, ψευδόμενοι δ’ ἱερὴν φημίζομεν· ἣ τότ’ ἀνιγρὴ τὴν κούρην Ἀ[ίδ]εω μέχρις ἔτηξε δόμων.
清晨时分,牛群本将在水中丧命,凝视着锋利的宰杀用刀刃,但在傍晚时,不祥的苍白侵袭了她,疾病抓住了她,也就是我们将其驱逐到野山羊身上的那种病,我们虚伪地称其为“神圣之病”;这令人痛苦的疾病在当时摧残着少女,直使她病危至冥府的门前。
δεύτερον ἐστόρνυντο τὰ κλισμία, δεύτερον ἡ πα[ῖ]s ἑπτὰ τεταρταίῳ μῆνας ἔκαμνε πυρί.
婚床第二次铺开,少女第二次因四日热而病了七个月。
τὸ τρίτον ἐμνήσαντο γάμου κοτέ, τὸ τρίτον αὖτ[ις Κυδίππην ὀλοὸς κρυμὸς ἐσῳκίσατο.
第三次人们想起了婚事,第三次毁灭性的恶寒再次侵入了库狄普的身体。
τέτρατον [ο]ὐκέτ’ ἔμεινε πατὴρ ἐς Δέλφιον ἄρας Φοῖβον· ὁ δ’ ἐννύχιον τοῦτ’ ἔπος ηὐδάσατο·
第四次,父亲不再等待,动身前往德尔斐的斐波斯那里;神在夜间吐露了这样的神谕: “对阿耳忒弥斯的神圣誓言阻碍了你女儿的婚事。
Ἀρτέμιδος τῇ παιδὶ γάμον βαρὺς ὅρκος ἐνικλᾷ, Λύγδαμιν οὐ γὰρ ἐμὴ τῆ〈μος〉 ἔκηδε κάσαις, οὐδ’ ἐν Ἀμυκλαίῳ θρ〈ύ〉ον ἔπλεκεν οὐδ’ ἀπὸ θήρης ἔκλυζεν ποταμῷ λύματα Παρθενίῳ, Δ[ή]λῳ δ’ ἦν ἐπίδημος, Ἀκόντιον ὁππότε σὴ παῖς ὤμοσεν, οὐκ ἄλλον, νυμφίον ἑξέμεναι·
因为当时我的妹妹并不关心吕格达米斯,也没有在阿米克莱编织芦苇,也没有在巴耳塞尼俄斯河洗去狩猎留下的污垢,而她当时正在德洛斯岛上,就在你的女儿发誓要嫁给阿孔提俄斯而绝非他人的那一刻。
ἁ[κήρ]υξ’ ἀλλ’ ἤν μ’ ἐθέλ〈ῃ〉ς συμφράδμονα θέσθαι, [πά]ντα τελευτήσεις ὅρκια θυγατέρος.
我如此宣告;但如果你愿意让我成为你的顾问,你就必须履行你女儿的所有誓言。
ἄργυρον οὐ μολίβῳ γὰρ Ἀκόντιον ἀλλὰ φαεινῷ ἤλεκτρον χρυσῷ φημί σε μιξέμεναι.
因为我告诉你,让阿孔提俄斯娶她,你不是将银与铅混合,而是将闪亮的琥珀金与黄金混合。
Κοδρείδης σύ γ’ ἄνωθεν ὁ πενθερός, αὐτὰρ ὁ Κεῖος γαμβρὸς Ἀρισταίου [Ζη]νὸς ἀφ’ ἱερ〈έ〉ων Ἰκμίου, οἷσι μέμ [η]λεν ἐπ’ οὔρεος ἀμβώνεσσιν πρηύνειν χαλ[ε]πὴν Μαῖραν ἀνερχομένην, αἰτεῖσθαι τὸ δ’ ἄημα παραὶ Διός, ᾧ τε θαμ〈ι〉νοὶ πλήσσονται λινέαις ὄρτυγες ἐν νεφέλαις.
你,岳父,是高贵的科德罗斯的后裔,而基奥斯岛的新郎则是来自阿利斯泰俄斯的、即伊克米俄斯宙斯的祭司,他们在山顶的峰峦上负责抚慰正在升起的严酷的迈拉,并向宙斯祈求微风,凭借这微风,频频有鹌鹑被捕获在亚麻网中。
ἦ θεός·
” 神说完了。
αὐτὰρ ὁ Νάξον ἔβη πάλιν, εἴρετο δ’ αὐτὴν κούρην, ἡ δ’ ἀν〈ὰ〉 τῷ πᾶν ἐκάλυψεν ἔπος.
于是他回到了纳克索斯,询问女儿本人,她向父亲坦白了事情的全部经过。
κἦν αὖ σῶς·
于是她再次康复了。
ὅ τ[ε] λοιπόν, Ἀκόντιε, σεῖο μέτελθεῖν ἔσται τὴν ἰδίην ἐς Διονυσιάδα.
阿孔提俄斯啊,今后你将前往你自己的迪奥尼西亚斯去寻找她。
χἠ θεὸς εὐορκεῖτο καὶ ἥλικες αὐτίχ’ ἑταιρης 〈ᾖ〉δον ὑμηναίους οὐκ ἀναβαλλομένους.
女神对这坚守的誓言感到满意,少女的同龄同伴们立时唱起了不再被拖延的婚礼赞歌。
οὔ σε δοκέω τημοῦτος, Ἀκόντιε, νυκτὸς ἐκείνης ἀντί κε, τῇ μίτρης ἥψαο παρθενίης, οὐ σφυρὸν Ἰφίκλειον ἐπιτρέχον ἀσταχύεσσιν οὐδ’ ἃ Κελ〈αι〉νίτης ἐκτεάτιστο Μίδης δέξασθαι, ψήφου δ’ ἂν ἐμῆς ἐπιμάρτυρες εἶεν οἵτινες οὐ χαλεποῦ νήιδές εἰσι θεοῦ.
阿孔提俄斯啊,我不认为在那个夜晚,当你触碰她处女的腰带时,你会愿意接受跑在麦穗上却不折断麦穗的伊菲克罗斯的捷足,或是凯莱奈的米达斯所拥有的财富来作为交换;我的这个判断,那些并非对那位温柔之神一无所知的人可以作为见证。
ἐκ δὲ γάμου κείνοιο μέγ’ οὔνομα μέλλε νέεσθαι·
从那次婚姻中,将传下一个伟大的名字;因为直到今天,你们的家族——阿孔提亚代,依然在尤利斯大量繁衍并备受尊崇地生活着。
δὴ γὰρ ἔθ’ ὑμέτερον φῦλον Ἀκοντιάδαι πουλύ τι καὶ περίτιμον Ἰουλίδι ναιετάουσιν, Κεῖε, τεὸν δ’ ἡμεῖς ἵμερον ἐκλύομεν τόνδε παρ’ ἀρχαίου Ξενομήδεος ὅς 〈κ〉οτε πᾶσαν νῆσον ἐνὶ μνήμῃ κάτθετο μυθολόγῳ, ἄρχμενος ὡς νύμφῃσι[ν ἐ]ναίετο Κωρυκίῃσι, τὰς ἀπὸ Παρνησσοῦ λῖς ἐδίωξε μέγας, Ὑδροῦσσαν τῷ καί μιν ἐφήμισαν, ὥς τε Κιρω. . . [· ]ο. . . θυσ[· ]το. . . ᾤκεεν ἐν Καρύαις· [ὥ]ς τέ μιν ἐννάσσαντο τέων Ἀλαλάξιος αἰεὶ Ζεὺς ἐπὶ σαλπίγγων ἱρὰ βοῇ δέχεται Κᾶρες ὁμοῦ Λελέγεσσι, μετ’ οὔνομα δ’ ἄλλο βαλέσθαι Φοίβου καὶ Μελίης ἶνις ἔθηκε Κέως· ἐν δ’ ὕβριν θάνατόν τε κεραύνιον, ἐν δὲ γόητας Τελχῖνας μακάρων τ’ οὐκ ἀλέγοντα θεῶν ἠλεὰ Δημώνακτα γέρων ἐνεθήκατο δέλτ[οις, καὶ γρηῦν Μακελὼ μητέρα Δεξιθέης, ἃς μούνας ὅτε νῆσον ἀνέτρεπον εἵνεκ’ ἀλ[ι]τ[ρῆς ὕβριος ἀσκηθεῖς ἔλλιπον ἀθάνατοι· τέσσαρας ὥς τε πόληας ὁ μὲν τείχισσε Μεγακ[λ]ῆς Καρθαίαν, Χρ〈υ〉σοῦς δ’ Εὔπυλος ἡμιθέης εὔκρηνον πτολίεθρον Ἰουλίδος, αὐτὰρ Ἀκαι.
基奥斯人啊,我们是从古代的克塞诺墨得斯那里听闻你这桩恋情的,他曾将整个岛屿的历史记录在神话纪事中,始于该岛最初由科律基俄斯的宁芙们所居住,她们被一只来自帕耳纳索斯的巨狮赶走,因此她们称该岛为许德鲁萨,以及奇罗…… 居住在卡里埃;以及这里如何被那些由喇叭声伴随、始终由战斗之神宙斯接受其祭祀的人——卡里亚人与勒勒格斯人共同定居,以及斐波斯与美利亚之子基奥斯如何使其采用了另一个名字;还有傲慢、雷击之死,以及巫师特尔喀涅斯们,和不敬神明、愚蠢的德墨纳克斯,老人在他的书板上记下了这些,还有德克西忒阿的母亲、老妇马克洛,当神明因岛民罪恶的傲慢而毁灭该岛时,唯独留下了她们两人未受伤害;以及大青如何筑起四座城市:卡尔泰亚,以及半神克律索之子欧皮罗斯泉水丰富的尤利斯城,而阿凯…… 拥有美发美惠三女神神殿的波埃萨,阿夫拉斯托斯则筑起科雷西翁小城;基奥斯人啊,老人也在这些历史中,讲述了你那热烈的爱情,那位关注真实的睿智老人。
. . Ποίησσαν Χαρίτων ἵδρυμ’ ἐυπλοκάμων, ἄστυρον Ἄφραστος δὲ Κ〈ο〉ρῆ[σ]ιον, εἶπε δέ, Κεῖε, ξυγκραθέντ’ αὐταῖς ὀξὺν ἔρωτα σέθεν πρέσβυς ἐτητυμίῃ μεμελημένος, ἔνθεν ὁ παιδὸς μῦθος ἐς ἡμετέρην ἔδραμε Καλλιόπην.
由此,这个少年的故事传到了我们的卡利俄佩耳中。
οὐ γὰρ τὰς πολίων οἰκήσιας ᾄσομαι ἤδη· ἔστι γε Πισαίου Ζηνὸς ὄπις π. . . ιθην. ἀλλ’ ι. . νησ. κρουτονα. . . . . . . . . . . ς.
因为我现在不再歌唱城邦的创建了;的确,皮萨的宙斯的眷顾…… 但是…… ……