Humanitext Reader

七十士译本 · 彼勒与大龙 §1.21-1.42

诛灭大蛇与从狮子坑中获救

第 2 段,共 2 段 · 希腊语

内容简介

但以理揭露秘密通道从而摧毁了贝尔,又用沥青等制成的食物毒裂了大蛇,愤怒的民众迫使王将他投入狮子坑,但他在天使带来的哈巴谷的食物帮助下存活,最终被王救出。

§1.21καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον ἐν ᾧ ἦσαν οἱ ἱερεῖς καταγινόμενοι, καὶ εἶρε τὰ βρώματα τοῦ Βὴλ καὶ τὸν οἶνον· καὶ ἐπέδειξε Δανιὴλ τῷ βασιλεῖ τὰ ψευδοθύρια, δι᾿ ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ Βήλ.
王来到祭司们居住的房屋,发现了贝尔的食物和酒;但以理向王指明了秘密通道,祭司们就是通过这些通道进来吃光摆在贝尔面前之物的。
§1.22καὶ ἐξήγαγεν αὐτοὺς ὁ βασιλεὺς ἐκ τοῦ Βηλίου, καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιὴλ· καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιὴλ, τὸν δὲ Βὴλ κατέστρεψε.
王把他们从贝尔神殿中带出来,交给了但以理;他又把花费在贝尔身上的费用给了但以理,并摧毁了贝尔。
§1.23Καὶ ἣν δράκων ἐν τῷ αὐτῷ τόπῳ, καὶ ἐσέβοντο οἱ Βαβυλώνιοι.
在同一个地方有一条大蛇,巴比伦人敬拜它。
§1.24καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ Μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν;
王对但以理说:“难道你还要说这位也是铜的吗?
ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει, προσκύνησον αὐτῷ.
看哪,它活着,能吃能喝,你向它叩拜吧。
§1.26καὶ εἶπεν Δανιὴλ Βασιλεῦ, δός μοι τὴν ἐξουσίαν, καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῤάβδου.
” 但以理说:“王啊,求你给我权柄,我不用刀剑和棍棒就能杀死这条大蛇。
καὶ συνεχώρησεν αὐτῷ ὁ βασιλεὺς καὶ εἶπεν αὐτῷ Δέδοταί σοι.
”王便允许了他,对他说:“已赐给你了。
§1.27καὶ λαβὼν ὁ Δανιὴλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζαν, καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος· καὶ φαγὼν διερράγη.
” 但以理拿了三十米纳沥青、脂肪和毛发,放在一起煮,做成团子,塞进大蛇的口中;大蛇吞下后就裂开了。
καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων Οὐ ταῦτα σέβεσθε, βασιλεῦ;
但以理把它指给王看,说:“王啊,难道这就是你们敬拜的东西吗?
§1.28καὶ συνήχθησαν οἱ ἀπὸ τῆς χώρας πάντες ἐπὶ τὸν Δανιὴλ καὶ εἶπαν Ἰουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βὴλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινε.
” 那地方的所有人便聚集起来反对但以理,说:“王变成犹太人了;他摧毁了贝尔,又杀死了大蛇。
§1.30καὶ ἰδὼν ὁ βασιλεὺς ὅτι ἐπισυνήχθη ὁ ὄχλος τῆς χώρας ἐπʼ αὐτόν, ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν Δίδωμι τὸν Δανιὴλ εἰς ἀπώλειαν.
” 王见那地方的群众聚集起来反对他,便召来他的同伴说:“我将但以理交出来任凭毁灭。
§1.31–32 ἧν δὲ λάκκος ἐν ᾧ ἐτρέφοντο λέοντες ἑπτά, οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως, καὶ ἐχορηγεῖτο αὐτοῖς καθʼ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο.
” –32 那里有一个坑,里面养着七只狮子,王的反叛者们通常被丢给它们,每天还供应用作食物的两个死囚犯的尸体。
καὶ ἐνεβάλοσαν τὸν Δανιὴλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον, ἴνα καταβρωθῇ καὶ μηδέ ταφῆς τύχῃ.
群众把但以理扔进那个坑里,为的是让他被吃掉,连安葬的机会都没有。
καὶ ἣν ἐν τῷ λάκκῳ Δανιὴλ ἡμέρας ἔξ.
但以理在坑里待了六天。
§1.33καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἣν Ἁμβακοὺμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου, καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάς.
到了第六天,哈巴谷正拿着盛在盆里泡在汤中的面包,以及一罐调好的酒,往田野里去送给收割庄稼的人。
§1.34καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἁμβακοὐμ λέγων Γάδε λέγει σοι Κύριος ὁ θεός Τὸ ἄριστον ὁ ἔχεις ἀπένεγκε Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν Βαβυλῶνι.
主的天使对哈巴谷说:“主神对你如此说:把你拥有的这份食物带给巴比伦狮子坑里的但以理。
§1.35καὶ εἶπεν Ἁμβακούμ Κύριε ὁ θεός, οὐχ ἑώρακα τὴν Βαβυλῶνα, καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστι.
” 哈巴谷说:“主神啊,我从未见过巴比伦,也不知道那个坑在哪里。
§1.36καὶ ἐπιλαβόμενος αὐτοῦ ὁ ἄγγελος Κυρίου τοῦ Ἁμβακοὺμ τῆς κόμης αὐτοῦ τῆς κεφαλῆς ἔθηκεν αὐτὸν ἐπάνω τοῦ λάκκου τοῦ ἐν Βαβυλῶνι.
” 主的天使便抓住哈巴谷头顶的头发,把他带到巴比伦那个坑的上方。
§1.37καὶ εἶπεν Ἁμβακοὺμ πρὸς Δανιήλ Ἀναστὰς φάγε τὸ ἄριστον ὃ ἀπέστειλέ σοι Κύριος ὁ θεός.
哈巴谷对但以理说:“起来,吃主神送给你的食物吧。
§1.38καὶ εἶπεν Δανιήλ Ἐμνήσθη γάρ μου Κύριος ὁ θεὸς ὁ μὴ ἐγκαταλείπων τοὺς ἀγαπῶντας αὐτόν.
” 但以理说:“因为主神记念了我,他绝不丢弃爱他的人。
§1.39καὶ ἔφαγε Δανιήλ·
” 但以理便吃了。
ὁ δὲ ἄγγελος Κυρίου κατέστησε τὸν Ἁμβακοὺμ ὅθεν αὐτὸν ἔλαβε τῇ αὐτῇ ἡμέρᾳ.
主的天使就在当天把哈巴谷送回了他原来所在的地方。
ὁ δὲ κύριος ὁ θεὸς ἐμνήσθη τοῦ Δανιὴλ.
主神记念了但以理。
§1.40ἐξῆλθε δὲ ὁ βασιλεὺς μετὰ ταῦτα πενθῶν τὸν Δανιὴλ, καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καθήμενον.
此后,王出来为但以理哀悼,他向坑里窥探,看见但以理正坐在那里。
§1.41καὶ ἀναβοήσας εἶπεν ὁ βασιλεύς Μέγας ἐστὶ Κύριος ὁ θεός, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ ἄλλος.
王大声呼喊说:“主神是伟大的,除他之外没有别神!
§1.42καὶ ἐξήγαγεν ὁ βασιλεὺς τὸν Δανιὴλ ἐκ τοῦ λάκκον. καὶ τοὺς αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον τοῦ Δανιήλ, καὶ κατεβρώθησαν.
” 王把但以理从坑里拉了出来,而将那些企图毁灭但以理的罪魁祸首当着但以理的面扔进坑里,他们立刻被吃掉了。

词汇与语法注释

  1. 1.21καταγινόμενοι — 现在分词 καταγινόμενοι 与未完成过去时 ἦσαν 结合,构成迂言结构(periphrastic construction),表达他们持续在该处居住或逗留的状态。
  2. 1.24Μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; — 疑问小词 μή 预期一个否定的回答(“难道你还要说……吗?”)。此外,τοῦτον 采用了先取结构(prolepsis),本是 ὅτι 从句的主语,却被提前作为主句的宾语。
  3. 1.31-32τῶν ἐπιθανατίων σώματα δύο — 属格 τῶν ἐπιθανατίων 指被判死刑的人。σώματα 在此指作为狮子食物每日供应的“躯体”(牺牲者)。
  4. 1.33ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι — 完成时被动分词 ἐντεθρυμμένους(源自 θρύπτω,“捏碎”)修饰 ἄρτους(面包)。两个介词短语 ἐν σκάφῃ(在盆里)和 ἐν ἑψήματι(在汤中)皆修饰该分词。

引用这一段

七十士译本, 彼勒与大龙 §1.21-1.42. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg058.humanitext-grc1:1.21-1.42

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。