Humanitext Reader

七十士译本 · 苏珊娜传 §1.36-1.62b

但以理审讯长老与拯救苏珊娜

第 2 段,共 2 段 · 希腊语

内容简介

但以理蒙主的天使赐予聪慧之灵,分开审问诬陷苏珊娜的两位长老。但以理通过揭露他们对所谓发生地点的树木描述相互矛盾,戳穿了他们的伪证,拯救了无辜的苏珊娜并惩处了长老。

§1.36οἱ δὲ δύο πρεσβύτεροι εἶπαν Ἡμεῖς περιεπατοῦμεν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς, §1.37καὶ κυκλοῦντες τὸ στάδιον εἵδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρός, καὶ στάντες ἐθεωροῦμεν αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις,
两位长老说:“我们当时正在她丈夫的园子里散步,绕着围栏走时,看见这妇人正与一个男人歇息;我们停下脚步,注视着他们彼此谈心。
§1.38καὶ αὐτοὶ οὐκ ἤδεισαν ὅτι εἱστήκειμεν.
他们并不知道我们站在那里。
τότε συνειπάμεθα ἀλλήλοις λέγοντες Μάθωμεν τίνες εἰσὶν οὗτοι.
于是我们彼此商议说:‘我们去查明他们是谁。
§1.39καὶ προσελθόντες ἐπέγνωμεν αὐτὴν· ὁ δὲ νεανίσκος ἔφυγε συγκεκαλυμμένος.
’ 走上前去,我们认出了她,但那年轻男子蒙着脸逃走了。
§1.40ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν αὐτήν Τίς ὁ ἄνθρωπος;
我们抓住这妇人,问她:‘那男人是谁?
§1.41καὶ οὐκ ἀπήγγειλεν ἡμῖν τίς ἦν.
’ 她却不肯告诉我们那是谁。
ταῦτα μαρτυροῦμεν.
我们为此作证。
καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ πᾶσα, ὡς πρεσβυτέρων ὄντων καὶ κριτῶν τοῦ λαοῦ.
”全会众因他们是民中的长老和审判官,就信了他们。
§1.44–45 Καὶ ἰδοὺ ἄγγελος Κυρίου, ἐκείνης ἐξαγομένης ἀπολέσθαι· καὶ ἔδωκεν ὁ ἄγγελος, καθὼς προσετάγη, πνεῦμα συνέσεως νεωτερῶ ὄντι Δανιὴλ.
–45 瞧,当她被带出去处死时,主的一位天使(显现了);天使按照所受的吩咐,将聪慧的灵赐给了尚且年轻的但以理。
§1.48διαστείλας δὲ Δανιὴλ τὸν ὄχλον καὶ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, υἱοὶ Ἰσραήλ;
但以理拨开人群,站在他们中间说:“以色列的子民啊,你们竟如此愚妄吗?
οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφές ἐπιγνόντες ἀπεκτείνατε θυγατέρα Ἰσραήλ;
未经审问,也未查明实情,就判了以色列的女儿死罪吗?
§1.51καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπʼ ἀλλήλων μακράν, ἵνα ἐτάσω αὐτούς.
” “现在,把他们彼此远远地隔开,好让我审问他们。
§1.51aa ὡς δὲ διεχωρίσθησαν, εἶπεν Δανιὴλ τῇ συναγωγῇ Νῦν μὴ βλέψητε ὅτι οὗτοί εἰσι πρεσβύτεροι, λέγοντες Οὐ μὴ ψεύσωνται· ἀλλὰ ἀνακρινῶ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι.
” a 当他们被隔开后,但以理对会众说:“现在,不要因为他们是长老就看重他们,说:‘他们必不至于撒谎’;我倒要根据我所想到的来审问他们。
§1.52καὶ ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ προσήγαγον τὸν πρεσβύτερον τῷ νεωτέρῳ·
” 他叫了其中一人,人们便把那长老带到这年轻人面前。
καὶ εἶπεν αὐτῷ Δανιὴλ Ἅκουε ἄκουε, πεπαλαιωμένε ἡμερῶν κακῶν·
但以理对他说:“听着,听着,你这在恶行中老去的人!
νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον, §1.53πιστευθεὶς ἀκούειν καὶ κρίνειν κρίσεις θάνατον ἐπιφερούσας, καὶ τὸν μέν ἀθῷον κατέκρινας, τοὺς δὲ ἐνόχους ἠφίεις, τοῦ κυρίου λέγοντος Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.
你从前所犯的罪,如今都临到你身上了,你受托听审并判处带来死亡的审判,然而你却定无辜者的罪,释放有罪的人,而主曾说:‘不可杀无辜和公义的人。
§1.54νῦν οὖν ὑπὸ τί δένδρον καὶ ποταπῷ τοῦ παραδείσου τόπῳ ἑώρακας αὐτοὺς ὄντας σὺν ἑαυτοῖς;
’ 那么现在,你在哪棵树下,在园中的什么地方,看见他们在一起?
καὶ εἶπεν ὁ ἀσεβής ῾ γπὸ σχῖνον.
”那不虔敬的人说:“在乳香树下。
§1.55εἶπεν δὲ ὁ νεώτερος Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ ψυχήν· ὁ γὰρ ἄγγελος Κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον.
” 年轻人说:“你这谎言正害了你自己的性命;因为主的天使今天就要劈开你的性命。
§1.56καὶ τοῦτον μεταστήσας εἶπεν προσαγαγεῖν αὐτῷ τὸν ἕτερον·
” 将此人带开后,他命人把另一个带到他面前。
καὶ τούτῳ δὲ εἶπεν Διὰ τί διεστραμμένον τὸ σπέρμα σου, ὡς Σιδῶνος καὶ οὐχ ὡς Ἰούδα;
他对这人说:“为什么你的后裔被歪曲了,像西顿人而不像犹大人?
τὸ κάλλος σε ἠπάτησεν, ἡ μικρὰ ἐπιθυμία.
美貌欺骗了你,微小的欲望(使你失迷)。
§1.57καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ἰσραήλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν.
你们对以色列的女儿们也是这样行,她们因害怕而与你们交往;但犹大的女儿却不愿忍受你们这不法的病态。
§1.58νῦν οὖν λέγε μοι ῾ γπὸ ὸ τί δένδρον καὶ ἐν ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις;
那么现在告诉我,你在哪棵树下,在园中的什么地方,撞见他们彼此谈心?
ὁ δὲ εἶπεν ῾ γπὸ πρῖνον.
”他说:“在常绿橡树下。
§1.59καὶ εἶπεν Δανιὴλ Ἁμαρτωλέ, νῦν ὁ ἄγγελος Κυρίου τὴν ῥομφαίαν ἕστηκεν ἔχων, ἕως ὁ λαὸς ἐξολεθρεύσει ὑμᾶς, ἵνα καταπρίσῃ σε.
” 但以理说:“罪人啊,现在主的天使正手持利剑站着,只等百姓将你们灭绝,好把你锯成两半。
§1.60–62 Καὶ πᾶσα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ νεωτέρῳ, ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους ψευδομάρτυρας· καὶ ὡς ὁ νόμος διαγορεύει ἐποίησαν αὐτοῖς, καθὼς ἐπονηρεύσαντο κατὰ τῆς ἀδελφῆς. καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς φάραγγα· τότε ὁ ἅγγελος Κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν.
” –62 全会众都向这年轻人欢呼,因为他从他们自己的口中,证实了这两个人都是自我招认的伪证;会众便照律法所规定的,如同他们恶意企图对待其姐妹那样对待他们,堵住他们的嘴,带出去扔进深谷;那时,主的天使在他们中间降下火来。
καὶ ἐσώθη αἶμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
那一天,无辜者的血得到了拯救。
§1.62aᵃΔιὰ τοῦτο οἱ νεώτεροι ἀγαπητοὶ Ἰακὼβ ἐν τῇ ἁπλότητι αὐτῶν.
ᵃ因此,年轻人在他们的纯真中为雅各所喜爱。
§1.62bκαὶ ἡμεῖς φυλασσώμεθα εἰς υἱοὺς δυνατοὺς νεωτέρους· εὐσεβήσουσι γὰρ νεώτεροι, καὶ ἔσται ἐν αὐτοῖς πνεῦμα ἐπιστήμης καὶ συνέσεως εἰς αἰῶνα αἰῶνος.
我们也要守护强健的年轻子弟;因为年轻人将心存虔敬,且在他们里面将有知识和聪慧的灵,直到世世代代。

词汇与语法注释

  1. 1.37κυκλοῦντες τὸ στάδιον — 字面意思为“绕着体育场”,但在该语境中指的是在宽敞私人园林的外围散步路径或环形通道上走动。
  2. 1.44Καὶ ἰδοὺ ἄγγελος Κυρίου — 该主格短语后紧接独立属格结构“ἐκεῖνης ἐξαγομένης”,没有直接的主动词。在此需补充“(显现/介入)”等含义。这种动词省略手法起到了使叙事过渡更加紧凑生动的效果。
  3. 1.51aκατὰ τὰ ὑποπίπτοντά μοι — 字面意为“按照落入我眼帘/脑海的事情”。在此可理解为“根据审问中自然显露的事实”或“根据我心中所想到的(盘问)方策”。
  4. 1.55σχίσει — 动词“σχίζω”(劈开)的将来时单数第三人称。此词的选择与第54节第一位长老回答的树名“乳香树(σχῖνος)”形成谐音双关。它与第59节中“常绿橡树(πρῖνος)”和“锯开(καταπρίσῃ)”的双关相呼应。
  5. 1.62bφυλασσώμεθα εἰς — 中动相虚拟语气“φυλασσώμεθα”接前置词“εἰς”的结构。可理解为“让我们小心守护[年轻一代]”,或“让我们自律以求培养[强壮的子弟]”。本译文采取小心看顾并培育年轻一代的解构。

引用这一段

七十士译本, 苏珊娜传 §1.36-1.62b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg054.humanitext-grc1:1.36-1.62b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。