§9.1Λῆμμα λόγου Κυρίου ἐν γῇ Σεδράχ, καὶ Δαμασκοῦ θυσία αὐτοῦ, διότι Κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ἰσραήλ,
耶和华言语的默示在哈德拉地,大马士革是祂的祭物;因为耶和华注视着世人与以色列的一切支派。
§9.2καὶ ἐν Ἐμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς· Τύρος καὶ Σειδών, διότι ἐφρόνησαν σφόδρα·
也在其边界的哈马,以及推罗和西顿,因为她们极其聪慧。
§9.3καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα αὐτῇ, καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν, καὶ χρυσίον ὡς πηλὸν ὁδῶν.
推罗为自己建造了保障,堆积银子如尘沙,聚积黄金如街上的泥土。
§9.4καὶ διὰ τοῦτο Κύριος κληρονομήσει αὐτούς, καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται.
因此,看哪,主必得着她们为业,必将她的权势击打入海,她必被火吞灭。
§9.5ὄψεται Ἀσκάλων καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκάρων, ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς·
亚实基伦看见必惧怕,迦萨看见也必甚痛苦,以革伦也是如此,因为她的指望蒙羞。
καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοικηθῇ.
迦萨的君王必灭绝,亚实基伦必无人居住。
§9.6καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ. καὶ καθελῶ ὕβριν ἀλλοφύλων,
外族人必住在亚实突,我必除掉非利士人的骄傲。
§9.7καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, καὶ τὰ βδελύγματα ουτῶν ἐκ μέσου ὀδόντων αὐτῶν·
我必从他们口中除掉流血的事,从他们牙齿之间除掉可憎之物。
καὶ ὑπολειφθήσονται καὶ οὗτοι τῷ θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ, καὶ Ἀκκαὼων ὡς ὁ Ἰεβουσαῖος·
他们也必有余剩的归于我们的神,在犹大如同千夫长,以革伦人必如耶布斯人。
§9.8καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσθαι μηδέ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπʼ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου.
我必为我的家安营防守,使人不得任意往来,暴虐的人必不再经过他们,因为现在我亲眼看顾了。
§9.9Χαῖρε σφόδρα, θύγατερ Σειών·
锡安的民哪,应当大大喜乐!
κήρυσσε, θύγατερ Ἰερουσαλήμ·
耶路撒冷的民哪,应当欢呼!
ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πρᾳὺς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.
看哪,你的王来到你这里,祂是公义的,并且施行拯救,谦和地骑着驮兽,就是骑着年轻的驴驹。
§9.10καὶ ἐξολεθρεύσει ἄρματα ἐξ Ἐφράιμ καὶ ἵππον ἐξ Ἰερουσαλήμ, καὶ ἐξολεθρεύσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν·
祂必除灭以法莲的战车和耶路撒冷的战马,争战的弓也必被除灭。
καὶ κατάρξει τὶ ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.
祂必向列国宣告丰盛与和平,祂的权柄必从这水传到那海,从大河管到地极。
§9.11καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.
至于你,因着你立约的血,我已将你被囚的人从无水的坑里释放出来。
§9.12καθήσεσθε ἐν ὀχυρώμασιν δέσμιοι τῆς συναγωγῆς, καὶ ἀυτὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι·
被囚而有指望的人哪,你们当回到保障。 即使在你寄居的这一日,我必加倍补偿你。
§9.13διότι ἐνέτεινά σε, Ἰούδα, ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφράιμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σειὼν ἐπὶ τὰ τέκνα τῶν Ἐλλήνων, καὶ ψηλαφήσω σε ὡς όομφαίαν μαχητοῦ·
因为我拉紧了犹大作为我的弓,使以法莲成了箭袋。 锡安哪,我必激发你的子民攻击希腊的子民,使你如勇士的刀剑。
§9.14καὶ Κύριος ἔσται ἐπʼ αὐτούς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος ΙΙαντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ.
耶和华必显现在他们以上,祂的箭必如闪电射出。 主万军之耶和华必吹角,在惩罚的暴风中前行。
§9.15Κύριος Ιαντοκράτωρ ὑπερασπιεῖ αὐτούς·
万军之耶和华必护卫他们。
καὶ καταναλώσουσιν αὐτούς, καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης, καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον, καὶ πλήσουσιν τὰς φιάλας ὁὡς θυσιαστήριον.
他们必吞灭仇敌,用甩石征服他们。 他们必喝血如喝美酒,满装如碗,又如祭坛的角。
§9.16καὶ σώσει αὐτοὺς Κύριος ὁ θεὸς αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ.
当那日,耶和华他们的神必拯救他们,如同拯救祂民的羊群,因为圣石必在祂的地上闪烁滚动。
§9.17ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ, καὶ εἴ τι καλὸν αὐτοῦ, σῖτος νεανίσκοις, καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.
祂的福泽何其美,祂的荣美何其盛! 五谷赐给年轻男子,馨香的美酒赐给处女。