§5.1Καὶ ἐπέστρεψα καὶ ἤρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδού δρέπανον πετόμενον.
我又举目观看,见有一飞行的镰刀。
§5.2καὶ εἶπεν πρὸς μέ Τί σὺ βλέπεις;
他问我说:“你看见了什么?
καὶ εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μήκους πήχεων εἴκοσι καὶ πλάτους πήχεων δέκα.
”我说:“我看见一飞行的镰刀,长二十肘,宽十肘。
§5.3καὶ εἶπεν πρὸς μέ Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσαοπον πάσης τῆς γῆς·
” 他对我说:“这是发出行在全地上的咒诅。
διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἐκδικηθήσεται.
凡偷窃的必按此受罚以至于死,凡起假誓的也必按此受罚。
§5.4καὶ ἐξοίσω αὐτό, λέγει Κύριος Παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ.
” “万军之耶和华说:‘我必发出这咒诅,它必进入偷窃之人的家,和指我名起假誓之人的家,常在他家里,将那家连木头石头都毁灭尽净。
§5.5Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρὸς μέ Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τὸ ἐκπορευόμενον τοῦτο.
’” 与我说话的使者出来,对我说:“你举目观看,见这出来的是什么。
§5.6καὶ εἶπα Τί ἐστιν;
” 我问:“这是什么?
καὶ εἶπεν Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον.
”他说:“这出来的是一个量器。
καὶ εἶπεν Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ.
”他又说:“这是他们在全地上的罪孽。
§5.7καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον·
” 看哪,有一片圆铅被举起来。
καὶ ἰδοὺ μία γυνὴ ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου.
看哪,有一妇人坐在量器当中。
§5.8καὶ εἶπεν Αὕτη ἐστὶν ἡ ἀνομία·
他说:“这是罪恶。
καὶ ἔριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου, καὶ ἔριψεν τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς.
”他就把妇人扔在量器中,将那片圆铅扔在量器的口上。
§5.9καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐυ ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας ἔποπος·
我又举目观看,见有两个妇人出来,在她们的翅膀中有风,飞得极快,羽翼如同戴胜鸟的翅膀。
καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ.
她们将量器抬在天地之间。
§5.10καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον;
我问与我说话的使者说:“她们要将量器带到哪里去呢?
§5.11καὶ εἶπεν πρὸς μέ Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.
” 他对我说:“要往巴比伦地去,为它盖造房屋;等预备好了,就把它安放在自己的地方。 ”