§6.1Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ.
내가 다시 눈을 들어 보니, 보라, 두 산 사이에서 네 대의 병거가 나오는데 그 산들은 놋산이었더라.
§6.2ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἄρματι τῷ δευτέρῳ ἵπποι μέλανες, §6.3καὶ ἐν τῷ ἄρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἄρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί.
첫째 병거에는 붉은 말들이, 둘째 병거에는 검은 말들이, 셋째 병거에는 흰 말들이, 넷째 병거에는 어른어른하고 재색인 말들이 있더라.
§6.4καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε; §6.5καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν Ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ κυρίῳ πάσης τῆς γῆς.
내가 내게 말하던 천사에게 물어 이르되 “내 주여, 이것들이 무엇이니이까?” 하니 내게 말하던 천사가 대답하여 이르되 “이는 하늘의 네 바람이라, 온 세상의 주 앞에 모셔 섰다가 나오는 것이라” 하더라.
§6.6ἐν ᾧ ἤσαν οἱ ἵπποι οἱ μέλανες. ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, §6.7καὶ οἱ ψαροὶἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν. καὶ εἶπεν Πορεύεσθε καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν.
검은 말이 있는 병거는 북쪽 땅으로 나가고, 흰 말들은 그 뒤를 따르며, 어른어른한 말들은 남쪽 땅으로 나가고, 재색 말들은 나가서 땅을 두루 다니고자 애쓰니, 그가 이르되 “너희는 가서 땅을 두루 다니라” 하매 곧 땅을 두루 다니더라.
§6.8καὶ ἀνεβόησαν, καὶ ἐλάλησεν πρὸς μέ λέγων Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ, καὶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ.
그가 소리 질러 내게 말하여 이르되 “보라, 북쪽 땅으로 나간 자들이 북쪽 땅에서 내 마음을 쉬게 하였느니라” 하더라.
§6.9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων §6.10Λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν, καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ἰωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος §6.11καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, §6.12καὶ ἐρεῖς πρὸς αὐτόν Γάδε λέγει Κύριος Παντοκράτωρ Ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου·
여호와의 말씀이 내게 임하여 이르시되 “너는 사로잡힌 자 중, 곧 그 지도자들과 유능한 자들과 그녀를 아는 자들에게서 예물을 받되, 그날에 곧바로 바빌론에서 돌아온 스바냐의 아들 요시아의 집에 들어가서 은과 금을 받아 면류관을 만들고, 여호사닥의 아들 대제사장 여호수아의 머리에 씌우고 그에게 말하여 이르기를 ‘만군의 여호와께서 이같이 말씀하시되, 보라, “싹”이라 이름하는 사람이 자기 곳에서 돋아나서 여호와의 전을 건축하리라.
§6.13καὶ αὐτὸς λήμψεται ἀρετήν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων. §6.14ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν, καὶ εἰς χάριτα υἱοῦ Σοφονίου, καὶ εἰς ψαλμὸν ἐν οἵκῳ Κυρίου.
“그가 영광을 얻고 그 왕위에 앉아서 다스릴 것이요, 또 제사장이 그의 우편에 있으리니 이 둘 사이에 평화의 의논이 있으리라” 하셨다’ 하고 ‘“그 면류관은 견디는 자들과 그녀의 유능한 자들과 그녀를 아는 자들과 스바냐의 아들을 위한 호의가 되며, 여호와의 전 안에서 기념과 찬송이 되리라” 하셨다’ 하라.
§6.15καὶ οἱ μακρὰν ἀπʼ αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου, καὶ γνώσεσθε διότι Κύριος ΙΙαντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς καὶ ἔσται ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ὑμῶν.
‘“먼 데 사람들이 와서 여호와의 전을 건축하리니, 만군의 여호와께서 나를 너희에게 보내신 줄을 너희가 알리라. 너희가 만일 너희 하나님 여호와의 목소리를 들을진대 이같이 되리라.”’