§1.1ΕΝ τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων §1.2Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην.
在大利乌王第二年八月,耶和华的话临到易多的孙子、比利家的儿子先知撒迦利亚,说: “耶和华向你们列祖大大发怒。
§1.3καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐπιστρέψατε πρὸς μέ, λέγει Κύριος τῶν δυυάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων.
所以你要对他们说:万军之耶和华如此说:‘你们要转向我,万军之耶和华说,我就转向你们,万军之耶和华说。
§1.4καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται ἔμπροσθεν λέγοντες Τάδε λέγει Κύριος Παντοκράτωρ Ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶυ ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν·
’ 不要效法你们的列祖,从前的先知对他们控诉说:万军之耶和华如此说:‘你们要回转,离开你们的恶道和恶行。
καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.
’但他们不听,也不留心听从我,这是耶和华说的。
§1.5οἱ πατέρες ὑμῶν, ποῦ εἰσιν;
你们的列祖在哪里呢?
καὶ οἱ προφῆται, μὴ τὸν αἰῶνα ζήσονται;
那些先知能永远活着吗?
§1.6πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν.
然而我的言语和律例,就是我借我的灵所吩咐我仆人众先知的,岂不临到你们的列祖吗?
καὶ ἀπεκρίθησαν καὶ εἶπαν Καθὼς παρατέτακται Κύριος Παντοκράτωρ τοῦ ποινῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν.
他们就回答说:‘万军之耶和华按我们的道路和行径,定意向我们怎样行,他已照样向我们行了。
§1.7Τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί, οὗτός ἐστιν ὁ μὴν Σαβάτ, ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων §1.8Ἑόρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνήρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος ἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί.
’” 大利乌第二年十一月,就是西巴特月,二十四日,耶和华的话临到易多的孙子、比利家的儿子先知撒迦利亚,说: “我夜间观看,见一人骑着红马,站在阴暗的山谷中,在他身后又有红马、黄褐色马、斑马和白马。
§1.9καὶ εἶπα Τί οὗτοι, κύριε;
我就说:‘主啊,这些是什么?
καὶ εἶπεν πρὸς μέ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα.
’那与我说话的天使对我说:‘我要指示你这些是什么。
§1.10καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρὸς μέ Οὗτοί εἰσιν οὓς ἐξαπέστειλεν Κύριος περιοδεῦσαι τὴν γῆν.
’ 那站在山中的人回答说:‘这是耶和华所差遣,在地上巡逻的。
§1.11καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον Ιεριωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει.
’ 他们对那站在山中的耶和华的使者回答说:‘我们已在地上巡逻,见全地都安居静谧。
§1.12καὶ ἀπεκρίθη ὁ ἅγγελος Κυρίου καὶ εἶπεν Κύριε Παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;
’ 耶和华的使者回答说:‘万军之耶和华啊,你轻看耶路撒冷和犹大的城邑已七十年了,你不施怜悯要到几时呢?
§1.13καὶ ἀπεκρίθη Κύριος Παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς.
’ 耶和华用美善的话、安慰的话,回答那与我说话的天使。
§1.14καὶ εἶπεν πρὸς μέ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐζήλωκα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σειὼν ζῆλον μέγαν,
那与我说话的天使对我说:‘你要宣告说,万军之耶和华如此说:我为耶路撒冷、为锡安,心里极其火热。
§1.15καὶ ὀργὴν μεγάλην ἐγῶ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθʼ ὧν μέν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.
我甚恼怒那同谋攻击的列国,因我稍微恼怒,他们就加害,使灾祸加剧。
§1.16διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπιβλέψω ἐπὶ Ἰερουσαλὴμ ἐν οἰκτιρμάῷ.
所以耶和华如此说:我必回到耶路撒冷,施予怜悯。
καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος Παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἰερουσαλὴμ ἔτι.
我的殿必重建在其中,这是万军之耶和华说的。 准绳必再拉在耶路撒冷之上。
§1.17καὶ εἶπεν πρὸς μέ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει Κύριος Παντοκράτωρ Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σειὼν καὶ αἱρετιεῖ τὴν Ἰερουσαλήμ.
那与我说话的天使又对我说:‘你要宣告说,万军之耶和华如此说:我的城邑必再满溢美物。 耶和华必再怜悯锡安,挑选耶路撒冷。
§1.18Καὶ ἤρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ τέσσαρα κέρατα.
’” 我睁眼观看,见有四个角。
§1.19καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε καὶ εἶπεν πρὸς μέ Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ καὶ Ἰερουσαλήμ.
我问那与我说话的天使说:‘主啊,这些是什么? ’他回答我说:‘这是打散犹大、以色列和耶路撒冷的角。
§1.20καὶ ἔδειξέν μοι Κύριος τέσσαρας τέκτονας.
’ 耶和华又指四个匠人给我看。
§1.21καὶ εἶπα Τί οὗτοι ἔρχονται ποιῆσαι;
我说:‘他们来做什么呢?
καὶ εἶπὲν Γαῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸυ Ἰούδαν καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσάρα κέρατα, τὰ ἔθυη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου τοῦ διασκορπίσαι αὐτὴν.
’他说:‘那些角就是打散犹大和以色列的,使人不敢抬头;但这些匠人来是要在他们手中磨利(或折断)列国的四个角,就是那举角攻击耶和华之地、要打散这地的列国。 ’