Humanitext Reader

七十士译本 · 西番雅书 §3.1-3.20

对耶路撒冷的审判与以色列余民的复兴

第 3 段,共 3 段 · 希腊语

内容简介

在对傲慢而不顺从的耶路撒冷宣告审判之后,主应许要审判万国,改变万民的言语使其敬拜祂,并最终拯救以色列谦卑的余民,使他们恢复名誉并给锡安的民带来极大的喜乐。

§3.1Aὕτη ἡ πόλις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπ᾿ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς Ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν μετʼ ἐμὲ ἔτι.
这就是那座狂妄、安然居住、心里说“唯有我,除去我再没有别的”城市。
πῶς ἐγενήθη εἰς ἀφανισμόν, νομὴ θηρίων·
她竟怎样荒凉,成了野兽的牧场!
πᾶς ὁ διαπορευόμενος (1) δι᾿ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.
凡从她经过的人,都必嗤笑,摇手示意。
§3.2ὢ ἡ ἐπιφανὴς (2) καὶ ἀπολελυτρωμένη πόλις, ἡ περιστερά·
唉,这显赫而得赎的城市,这鸽子!
(2)οὐκ εἰσήκουσεν φωνῆς, οὐκ ἐδέξατο παιδίαν, ἐπὶ τῷ κυρίῳ οὐκ ἐπεποίθει, καὶ πρὸς τὸν θεὸν αὐτῆς οὐκ ἤγγισεν.
她不听从声音,不接受管教,不倚靠主,也不亲近她的上帝。
§3.3οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι·
她中间的首领如同咆哮的狮子;她的审判官如同阿拉伯的豺狼,到早晨什么也不留。
οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωί· §3.4οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί· οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσιν τὰ ἅγια καὶ ἀσεβοῦσιν νόμον.
她的预言者是轻浮诡诈的人;她的祭司亵渎圣物,强解律法。
§3.5ὁ δὲ κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον·
但公义的主在她们中间,断不显出不义。
πρωὶ πρωὶ δώσει κρίμα αὐτοῦ εἰς φῶς, καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει, καὶ οὐκ εἰς νῖκος ἀδικίαν.
每日早晨,祂必将自己的审判显明在光中,这并无隐藏;祂在索求中不知不义,也决不使不义最终得胜。
§3.6ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδέ κατοικεῖν.
在毁灭中,我拉倒了狂妄的人,他们的城角堡垒毁坏了;我使他们的街道完全荒凉,以致无人经过;他们的城市倾覆,因为没有一个人留下,也没有人居住。
§3.7εἶπα Πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπʼ αὐτήν·
我说:“只要敬畏我,接受管教,你们就不至于从她的眼中被除灭,就是我向她所施的一切报应。
ἑτοιμάζου ὄρθρισον, ἔφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν.
”然而,他们却急切地清晨起来,他们的一切余留(行径)都败坏了。
§3.8Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον·
“因此,你们要等候我,”主说,“直到我起来作证的日子。
διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπʼ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου· διότι ἐν πυρὶ ζήλους μου καταναλωθήσεται πᾶσα ἡ γῆ.
因为我的定意是要聚集列国,招聚列王,将我一切的烈怒倾注在他们身上;因为全地都必被我嫉恨的火烧灭。
§3.9ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας ¶ τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα.
因为那时,我必给万民改换她那世代的言语,使他们都要求告主的名,同心合意地服侍祂。
§3.10ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι ἐν διεσπαρμένοις μου, οἴσουσιν θυσίας μοι.
从埃塞俄比亚河的彼岸,我必在我分散的人中收纳[供物],他们必向我献上祭物。
§3.11ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ· ὃτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.
在那日,你必不因你对我所行的一切不虔敬的事而蒙羞;因为那时,我必从你中间除掉你狂妄的自大,你必不再在我的圣山上自高自大。
§3.12καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾳὺν καὶ ταπεινόν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου ¹³οἱ κατάλοιποι τοῦ Ἰσραήλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.
我必在你中间留下温和谦卑的百姓,他们必敬畏主的名。 ¹³以色列余剩的人必不作恶,不说谎言,口中也没有诡诈的舌头;因为他们必吃喝躺卧,无人惊吓。
§3.14Καῖρε, θύγατερ Σειών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ·
” 锡安的民哪,应当欢呼! 耶路撒冷的民哪,应当呼喊!
εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἰερουσαλήμ.
耶路撒冷的民哪,应当满心欢喜快乐!
§3.15περιεῖλεν Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου·
主已经除掉了你的不义,将你从仇敌的手中赎了出来。
βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι.
以色列的王主在你们中间,你必不再见灾祸。
§3.16ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἰερουσαλήμ Θάρσει, Σειών, μὴ παρείσθωσαν αἱ χεῖρές σου.
在那时,主必对耶路撒冷说:“锡安哪,不要惧怕! 手不要软弱!
§3.17Κύριος ὁ θεός σου ἐν σοί, ὁ δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σέ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
” 主你的上帝在你中间,大能者必拯救你。 祂必因你带来喜乐,在祂的爱中更新你,且必因你欢欣喜乐,如同在节日的日子。
§3.18καὶ συνάξω τοὺς συντετριμμένους·
“我必聚集那些被击碎的人。
οὐαί, τίς ἔλαβεν ἐπʼ αὐτὴν ὀνειδισμόν;
祸哉,谁曾向她施加羞辱?
§3.19ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην καὶ τὴν ἀπωσμένην· εἰσδέξομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ.
看哪,在那时,我必为了你的缘故在你中间行事,”主说,“我必拯救那受欺压的,收纳那被赶散的;我必使他们在全地得称赞,有名声。
§3.20καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ ὅταν εἰσδέξομαι ὑμᾶς·
当我向你们施恩、收纳你们的那时,他们必蒙羞。
διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσιν τοῖς λαοῖς τῆς γῆς, ἐν τῷ στρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.
因为,当我在你们眼前使你们被掳的人归回时,我必使你们在地上万民中有名声,得称赞,”主说。

词汇与语法注释

  1. 3.2ὢ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη πόλις, ἡ περιστερά — 希伯来语中意为“悖逆、污秽、欺压的城市”的词汇,在七十人译本(LXX)中被译为具有积极色彩的希腊语词汇:“显赫的/显著的”(ἐπιφανής)、“得赎的”(ἀπολελυτρωμένη)和“鸽子”(περιστερά)。尽管这与紧随其后的控诉看似矛盾,译文仍忠实于希腊语文本,可将其理解为反语或对比。
  2. 3.5καὶ οὐκ εἰς νῖκος ἀδικίαν — 短语 εἰς νῖκος 是一个副词性惯用表达,意为“直至胜利、最终、永远”。由于省略了动词,其含义是“不使不义最终得胜”,承接了前句的否定语气。
  3. 3.7ἑτοιμάζου ὄρθρισον — 这是两个命令式动词(或对希伯来语意为“他们清晨起来[行恶]”的双动词并列结构的直译)。在这里它作为惯用表达,强调他们行恶时的急切或热心,译为“他们急切地清晨起来”。
  4. 3.9γλῶσσαν εἰς γενεὰν αὐτῆς — 这是七十人译本(LXX)特有的难解短语,试图直译希伯来语中“清洁的言语(嘴唇)”这一表达。此处理解为“给万民改换适合她那世代的言语”,暗示为了共同敬拜主而恢复纯洁统一的语言。

引用这一段

七十士译本, 西番雅书 §3.1-3.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg044.humanitext-grc1:3.1-3.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。