Humanitext Reader

七十士译本 · 西番雅书 §2.1-2.14

劝告悔改与对列国的审判

第 2 段,共 3 段 · 希腊语

内容简介

在第2章第1至14节中,先知劝诫百姓在主的怒气临到之前悔改并寻求公义。随后,主对邻近的国家(包括非利士、摩押、亚门、埃塞俄比亚和亚述)宣告了审判与彻底荒凉的惩罚。

§2.1Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον,
聚集起来,连结在一起吧,这不受管教的国民!
§2.2πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου.
在你们如同飘过的花朵消逝之前,在主的怒气临到你们之前,在主愤恨的日子临到你们之前。
§2.3ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς·
寻求主吧,地上一切谦卑的人哪!
κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε, καὶ ἀποκρίνεσθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.
你们要行公义,寻求公义,并顺从这些,好使你们在主发怒的日子得蒙庇护。
§2.4Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμόν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται.
因为加沙必被洗劫,阿什克隆必变为荒场,阿什杜德必在正午被赶出,以革伦必被拔出。
§2.5οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν·
祸哉,那些居住在海边的人,克里特岛的寄居者!
λόγος Κυρίου ἐφʼ ὑμᾶς Χανάαν, γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας·
主的话语攻击你们——非利士人的地迦南,我必毁灭你们,使你们无处居住。
§2.6καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων,
克里特必成为群羊的牧场和羊圈。
§2.7καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα·
海边必归于犹大家余剩的人;他们必在那些地方放牧,傍晚在阿什克隆的房屋里安歇。
ἐπʼ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ θεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν.
这是在犹大子孙面前[发生的],因为他们的上帝主必眷顾他们,并使他们被掳的人归回。
§2.8Ἤκουσα ὀνειδισμοὺς Μωὰβ καὶ κονδυλισμοὺς υἱῶν Ἀμμών, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου.
“我听见摩押的羞辱和亚门子孙的嘲讽,他们借此羞辱我的百姓,并在我的边界上夸大。
§2.9διὰ τοῦτο ζῶ ἐγώ, λέγει Κύριος τῶν δυνάμεων ὁ θεὸς Ἰσραήλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμορρα, καὶ Δαμασκὸς ἐκλελιμμένη ὡς θιμωνιὰ ἃλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα·
因此,我指着我的永生起誓,”万军之主、以色列的上帝说,“摩押必像所多玛,亚门子孙必像蛾摩拉,大马士革必被废弃,如同打谷场的麦秸堆,永远荒凉。
καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.
我百姓中余剩的人必掠夺他们,我极少数的国民必承受他们为业。
§2.10αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα.
” 这就是他们因着自己的狂妄所受的报应,因为他们羞辱并攻击万军的主宰。
§2.11ἐπιφανήσεται Κύριος ἐπʼ αὐτούς, καὶ ἐξολεθρεύσει πάντας τοὺς §θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.
主必向他们显现,并除灭地上万国所有的§神明;万国的众海岛,各人都要在自己的地方敬拜祂。
§2.12Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε·
你们埃塞俄比亚人啊,也必是被我刀剑所杀的人。
§2.13καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον, καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον·
主必伸手攻击北方,并且毁灭亚述,使尼尼微成为无水的荒废之地,如同旷野。
§2.14καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς, κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς.
群羊和地上的百兽必卧在其中,卡梅雷翁和刺猬必宿在柱顶上,野兽必在水道里啼叫,乌鸦必在门槛上啼叫,因为它的香柏木已被剥露。

词汇与语法注释

  1. 2.1συνδέθητε — 动词 συνδέω(连接,结合)的不定过去时被动命令式。基于源语言中表示聚集的语义,希腊语被动语态在此作自返意义使用,意为“使你们自己连结在一起”。
  2. 2.3καὶ ἀποκρίνεσθε αὐτά — 意为“并对它们作出回应”或“履行它们”。中性复数代词 αὐτά 指代前文的 κρίμα(审判/公义,中性)和 δικαιοσύνην(义,女性),它们被合起来视作一个中性复数的直接宾语,承受动词 ἀποκρίνομαι(在此指遵循、响应)的作用。
  3. 2.7ἀπὸ προσώπου υἱῶν Ἰούδα — 直译为“从犹大子孙的脸前”,反映了闪米特语法的介词短语用法(对应希伯来语的“在……面前”或“因为”)。在此表示安歇与复兴的应许将在犹大子孙面前(或为了他们)实现。
  4. 2.11τοὺς §θεοὺς — 原文中的 θεοὺς(神明)直前错误地嵌入了分节符号“§”。为了保持严格的标记对照,各语言译文亦在对应的名词前保留了该符号,以再现原文的面貌。
  5. 2.14διότι κέδρος τὸ ἀνάστημα αὐτῆς — 由表示原因的连词 διότι 引导的名词性从句。阴性名词 κέδρος(香柏木)与中性名词 ἀνάστημα(高度/建筑结构)并置作为主谓结构,意为“因为它的高度(或建构)是香柏木做的”,这反映了七十士译本对希伯来语中关于裸露的香柏木板壁之表述的翻译转换。

引用这一段

七十士译本, 西番雅书 §2.1-2.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg044.humanitext-grc1:2.1-2.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。