Humanitext Reader

七十士译本 · 西番雅书 §1.1-1.18

对拜偶像者的审判与主的大日子

第 1 段,共 3 段 · 希腊语

内容简介

先知西番雅宣告了主对偶像崇拜者和不虔敬之人的严厉审判,并预言了全地都将被其烈火消灭的“主的大日子”的恐怖临近。

§1.1ΑΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσεὶ υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἑζεκίου ἐν ἡμέραις Ἰωσείου υἱοῦ Ἀμὼν βασιλέως Ἰούδα.
耶和华的话语临到希西家的玄孙、阿摩利雅的曾孙、基大利的孙子、古示的儿子西番雅,正当亚门的儿子、犹大王约西亚在位的日子。
§1.2Ἐκλείψει ἐκλιπέτω ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος·
“愿地上的一切都彻底消灭,”主说。
§1.3ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης· καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.
“愿人类和牲畜都消灭,愿空中的飞鸟和海里的鱼都消灭;不虔敬的人必将衰微,我必从地上除灭不法的人,”主说。
§1.4καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδαν καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ἰερουσαλήμ· καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βάαλ καὶ τὰ ὀνόματα τῶν ἱερέων, §1.5καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοὺς προσκυνοῦντας καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ κυρίου, καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν, §1.6καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ κυρίου, καὶ τοὺς μὴ ζητοῦντας τὸν κύριον, καὶ τοὺς μὴ ἀντεχομένους τοῦ κυρίου.
“我必伸出手攻击犹大和耶路撒冷的一切居民;我必从这地方除灭巴力的名字,也除灭祭司的名字,以及那些在房顶上敬拜天上万象的人,和那些既敬拜又指着主起誓、却又指着他们的王起誓的人,还有那些转去不跟从主、不寻求主、也不依附主的人。
§1.7Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ θεοῦ, διότι ἐγγὺς ἡμέρα τοῦ κυρίου, ὅτι ἡτοίμακεν Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίακεν τοὺς κλητοὺς αὐτοῦ.
” 在主上帝面前静默吧! 因为主的日子临近了,因为主已经预备了祂的祭物,圣化了祂所邀请的人。
§1.8καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια·
“在主献祭的日子,我必惩罚众首领和王室之家,以及所有穿戴异国衣服的人。
§1.9καὶ ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου.
在那日,我必公然惩罚那些跨过门槛、使他们主上帝的殿充满不虔敬与诡诈的人。
§1.10καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.
“在那日,”主说,“必有从‘击杀者之门’传来的哭喊声,从第二城区传来的哀号声,以及从山冈传来的巨大崩溃声。
§1.11θρηνήσατε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χανάαν, ἐξωλεθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.
哀号吧,那被切断之地的居民哪! 因为迦南的众民都灭亡了,所有积蓄银子的人都被剪除了。
§1.12καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξερευνήσω τὴν Ἰερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν· οἱ δὲ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος οὐδὲ μὴ κακώσῃ,
在那日,我必用灯火搜寻耶路撒冷,并惩罚那些轻视自己守望的人;他们心里说:‘主既不降福,也不降祸。
§1.13καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγήν, καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν· καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσιν τὸν οἶνον αὐτῶν.
’ 他们的财宝必成为掠物,他们的房屋必变为荒场;他们虽建造房屋,却不得居住,栽植葡萄园,却喝不到其中的酒。
§1.14Ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται, δυνατή.
” 因为主的大日子临近了,临近而且极其迅速;主日的声音已被定为痛苦而严酷的,它是勇猛的。
§1.15ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, §1.16ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.
那日是愤怒的日子,是苦难与艰难的日子,是荒凉与毁灭的日子,是黑暗与幽暗的日子,是密云与浓雾的日子,是吹角和呐喊的日子,针对坚固的城邑和高大的城角。
§1.17καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα·
“我必使人遭遇困境,使他们像瞎子一样行走,因为他们得罪了主;他们的血必倒出如灰尘,他们的肉必像粪土。
§1.18καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
在主发怒的日子,他们的银子和金子都不能救他们;全地必被祂忌邪的火烧灭,因为祂必向地上所有的居民施行毁灭,且是迅速的终结。 ”

词汇与语法注释

  1. 1.2Ἐκλείψει ἐκλιπέτω — 同源名词夺格/与格 ἐκλείψει 与单数第三人称命令式 ἐκλιπέτω 的结合,表示强烈的强调。这是典型的希伯来语体(Hebraism),直接模仿了希伯来语中用绝对不定式表示强调的句法。
  2. 1.5καὶ τοὺς προσκυνοῦντας καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ κυρίου — 带冠词的分词 τοὺς προσκυνοῦντας 与 τοὺς ὀμνύοντας 通过连词 καί 连接,形成并列结构,旨在批判既敬拜主又指着外邦君王(或偶像)起誓的双重且混合的宗教态度。
  3. 1.9ἐπὶ τὰ πρόπυλα — 表示“前门”或“门廊”的 τὰ πρόπυλα 带有支配宾格的介词 ἐπί。这对应希伯来语中的“门槛”,暗示了非法闯入神殿大门或某种特定的仪式行为。
  4. 1.11τὴν κατακεκομμένην — 动词 κατακόπτω(切碎、打碎)的完美式被动分词阴性单数宾格,带冠词用作地名。这是对希伯来语地名“麦革提什”(意为“研钵”或“洼地”,指耶路撒冷的一个区域)词源含义的字面意译。
  5. 1.12τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν — 分词 καταφρονοῦντας(轻视者)支配介词短语 ἐπὶ τὰ φυλάγματα αὐτῶν(针对他们的守望)。这表明七十士译本的翻译者将希伯来语中“在酒渣上凝结(安于现状)”的隐喻,解释并翻译为“轻视自己守望/职责的人”。

引用这一段

七十士译本, 西番雅书 §1.1-1.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg044.humanitext-grc1:1.1-1.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。