Humanitext Reader

七十士译本 · 阿摩司书 §7.1-7.17

阿摩司的三个异象与祭司亚玛谢的冲突

第 7 段,共 9 段 · 希腊语

内容简介

阿摩司见到了蝗虫、火与金刚石三个异象。他在前两个灾难中求情使主回心转意,但在第三个中宣告了以色列无法逃避的审判。随后,伯特利的祭司亚玛谢试图以叛国罪驱逐阿摩司,阿摩司则申明了自己的神圣召命,并预言了亚玛谢家族的灭亡。

§7.1Οὕτως ἔδειξέν μοι Κύριος ὁ θεός, καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή, καὶ ἰδοὺ βροῦχος εἷς Γὼγ ὁ βασιλεύς.
主神向我这样显示:看哪,早晨到来的蝗虫群;看哪,有一只幼虫,就是君王歌革。
§7.2καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα Κύριε Κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακώβ;
当它吃尽地上的草时,我说:“主啊,主啊,求你宽恕;谁能使雅各站立得住呢?
ὅτι ὀλιγοστός ἐστιν·
因为他微弱。
§7.3μετανόησον, Κύριε, ἐπὶ τούτῳ.
” “主啊,求你对此事回心转意。
Καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος.
”主说:“这事也不会发生。
§7.4Οὕτως ἔδειξέν μοι Κύριος, καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ Κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλήν, καὶ κατέφαγεν τὴν μερίδα Κυρίου.
” 主向我这样显示:看哪,主宣告以火审判,火吞灭了大深渊,又吞灭了主的产业。
§7.5καὶ εἶπα Κύριε, κόπασον δή· τίς ἀναστήσει τὸν Ἰακώβ;
我说:“主啊,求你止息;谁能使雅各站立得住呢?
ὅτι ὀλιγοστός ἐστιν·
因为他微弱。
§7.6μετανόησον, Κύριε, ἐπὶ τούτῳ.
” “主啊,求你对此事回心转意。
Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος.
”主说:“这事绝不会发生。
§7.7Οὕτως ἔδειξέν μοι Κύριος, καὶ ἰδοὺ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας.
” 主向我这样显示:看哪,他站在金刚石的墙上,手中拿着金刚石。
§7.8καὶ εἶπεν Κύριος πρὸς μέ Τί σὺ ὁρᾷς.
主对我说:“阿摩司,你看见什么?
Ἀμώς καὶ εἶπα Ἀδάμαντα.
”我说:“金刚石。
καὶ εἶπεν Κύριος πρὸς μέ Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν·
”主对我说:“看哪,我要在我的民以色列中安放金刚石,我必不再放过他。
§7.9καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἰεροβοὰμ ἐν όομφαίᾳ.
” 喜笑的祭坛必被荒废,以色列的圣所必被荒凉,我必持刀兴起攻击耶罗波安的家。
§7.10Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἰεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἵκου Ἰσραήλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτοῦ.
伯特利的祭司亚玛谢派人去见以色列王耶罗波安说:“阿摩司在以色列家中间图谋背叛你;这地无法担当他的一切话。
§7.11διότι τάδε λέγει Ἀμώς Ἐν όομφαίᾳ τελευτήσει Ἰεροβοάμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
因为阿摩司这样说:‘耶罗波安必被刀杀,以色列人必被掳去,离开本地。
§7.12καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμώς Ὁ ὁρῶν, βάδιζε, ἐκχώρησον σὺ εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβίου, καὶ ἐκεῖ προφητεύσεις·
’” 亚玛谢对阿摩司说:“先见啊,你去吧!
§7.13εἰς δὲ Βαιθὴλ οὐκέτι προσθήσεις τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστίν, καὶ οἶκος βασιλείας ἐστίν.
逃往犹大地去,在那里生活,在那里说预言;但不可在伯特利再行预言,因为这是王的圣所,是王国的殿宇。
§7.14καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπεν πρὸς Ἀμασίαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλʼ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα.
” 阿摩司回答亚玛谢说:“我原不是预言者,也不是预言者的门徒;我只是个牧人,也是个修理桑树的人。
§7.15καὶ ἀνέλαβέν με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπεν Κύριος πρὸς μέ Βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου Ἰσραήλ.
但主将我从羊群中拉出来,主对我说:‘你去,对我的民以色列说预言。
§7.16καὶ νῦν ἄκουε λόγον Κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐπὶ τὸν Ἰσραήλ, καὶ οὐ μὴ ὀχλαγωγήσεις ἐπὶ τὸν οἶκον Ἰακώβ·
’ 现在,你要听主的话。 你说明:“不要向以色列说预言,也不要攻击雅各家起骚动。
§7.17διὰ τοῦτο τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
” 所以主这样说:‘你的妻子必在城中作娼妓,你的儿女必倒在刀下,你的地土必用绳子量度分配,你必死在污秽之地,以色列人也必被掳去,离开本地。 ’”

词汇与语法注释

  1. 7.2καὶ ἔσται ... καὶ εἶπα — 条件从句(ἐὰν...)之后引入主句的 καί 是“归结的 καί”(apodotic καί),直接对应希伯来语协调连词 w- 的直译。尽管这在古典希腊语语法中是多余的,但它强烈地保留了原文的塞姆语风格。
  2. 7.8οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν — 动词 προστίθημι 后接属格不定词(τοῦ παρελθεῖν)是希伯来语助动词句法(yāsap + 不定词,意为“再次做某事”)的直译。结合强意否定 οὐ μή 和否定副词 οὐκέτι,表示“我必不再放过他”。
  3. 7.14ἀλλʼ ἢ — 否定句后的短语 ἀλλʼ ἤ 表达限定或例外,意为“除了……之外没有”、“仅仅是”(不同于普通的转折词 ἀλλά)。此处用以强调阿摩司的身份自白:他并非先知,而仅仅是个牧人。
  4. 7.16οὐ μὴ ὀχλαγωγήσεις — οὐ μή 连用将来直说语气表示强烈的禁止。动词 ὀχλαγωγέω(聚集群众、煽动骚乱)在此处被七十士译本的译者用来翻译希伯来语的“滴下/说预言”(nāṭap),将其解释为引起公众骚动。

引用这一段

七十士译本, 阿摩司书 §7.1-7.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg037.humanitext-grc1:7.1-7.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。