Humanitext Reader

七十士译本 · 阿摩司书 §2.1-2.16

对摩押、犹大与以色列的审判宣告

第 2 段,共 9 段 · 希腊语

内容简介

主谴责摩押、犹大,特别是以色列的罪行与不义,宣告他们必将面临无法逃避的军事灭亡与神圣惩罚。

§2.1Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωὰβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθʼ ὅν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ἰδουμαίας εἰς κονίαν·
主这样说:“因为摩押三番四次地犯罪,我必不免除对他的惩罚;因为他们将以东王的骸骨焚烧成灰。
§2.2καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Μωάβ, καὶ καταφάγεται τὰ θεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος·
我要降火在摩押,烧灭其中城镇的宫殿;摩押必在喧嚷和角声中,在衰弱中死去。
§2.3καὶ ἐξολεθρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας αὐτῆς ἀποκτενῶ μετʼ αὐτοῦ, λέγει Κύριος.
我必从她中间剪除审判官,并将其中的一切首领与他一同杀戮,这是主说的。
§2.4Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἰούδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἕνεκα τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον τοῦ κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν·
” 主这样说:“因为犹大子民三番四次地犯罪,我必不免除对他的惩罚;因为他们弃绝了主的律法,没有遵守他的律例,他们自己所制造的虚无之物使他们走入了迷途,这些就是他们列祖所随从的。
§2.5καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἰερουσαλήμ.
我要降火在犹大,烧灭耶路撒冷的宫殿。
§2.6Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθʼ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένητα ἕνεκεν ὑποδημάτων,
” 主这样说:“因为以色列三番四次地犯罪,我必不免除对他的惩罚;因为他们因银子卖了义人,因一双鞋卖了穷人。
§2.7τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς, καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν, καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλῶσιν τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν·
那些鞋践踏在地上的尘土上。 他们又用拳头锤打贫穷人的头,偏离卑微之人的道路;父子二人走进同一个年轻女子那里,以致亵渎他们神的名。
§2.8καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν.
他们用绳索绑着衣服,在祭坛旁做成铺盖,并在他们神的殿中喝着靠诬告得来的酒。
§2.9ἐγὼ δὲ ἐξῆρα τὸν Ἀμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν·
然而,我曾从他们面前除灭亚摩利人,他的高度如同香柏树的高度,他强壮如橡树;但我枯乾了他上面的果子,除灭了他底下的根。
§2.10καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ μ΄ ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Ἀμοραίων·
也是我将你们从埃及地领上来,在荒野引导你们四十年,使你们承受亚摩利人的地为业。
§2.11καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν·
我从你们的子孙中兴起先知,从你们的青年中选立圣洁之人。
μὴ οὐκ ἔστιν ταῦτα, υἱοὶ Ἰσραήλ;
以色列子民啊,难道不是这样吗?
λέγει Κύριος.
这是主说的。
§2.12καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ μὴ προφητεύσητε.
你们却给那些圣洁之人酒喝,又命令先知说:‘你们不可说预言。
§2.13διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν ὃν τρόπον κυλίεται ἡ ἄμαξα ἡ γέμουσα καλάμης·
’ 因此,看哪,我要在你们下面压碎你们,如同装满禾捆的车辆压物一样。
§2.14καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσει τὴν ψυχὴν αὐτοῦ,
快跑的必无处可逃,强壮的也无法发挥他的力量,有勇力的也不能自救其命。
§2.15καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ, οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώσει τὴν ψυχὴν αὐτοῦ,
拿弓的也站立不住,腿快的也不能逃脱,骑马的也不能自救其命。
§2.16καὶ ὁ κραταιὸς οὐ μὴ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις, ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος.
勇士中最为强壮的,在那日也找不到他的胆量;赤身的人在那日必狼狈逃跑,这是主说的。 ”

词汇与语法注释

  1. §2.4τοῦ ἀπώσασθαι — 由介词 `ἕνεκα` 引导的带冠词不定式属格,表示原因(“因为他们弃绝了”)。对格 `αὐτούς` 作为该不定式的逻辑主语,而 `τὸν νόμον` 为其直接宾语。
  2. §2.7τὰ πατοῦντα — 中性复数现在分词,在性、数上与前一节(§2.6)末尾表示“鞋”的中性名词属格 `ὑποδημάτων`(单数形式为 `ὑπόδημα`)一致,起到类似关系从句的修饰作用(“践踏地上尘土的鞋”)。虽然希伯来语原意可能指向不同的并列结构,但希腊语语法中其最直接的修饰对象为该名词。
  3. §2.13ὃν τρόπον — 由关系代词 `ὅς` 和名词 `τρόπος` 组成的对格短语,起副词作用,意为“正如”、“以……的方式”。

引用这一段

七十士译本, 阿摩司书 §2.1-2.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg037.humanitext-grc1:2.1-2.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。