§3.1Ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησεν Κύριος ἐφʼ ὑμᾶς, οἶκος Ἰσραήλ, καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων §3.2Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφʼ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν.
以色列家啊,要听主针对你们,以及针对我从埃及地领上来的每一个部族所说的话,说: ‘在地上万族中,我只认识你们;因此,我必因你们的一切罪孽惩罚你们。
§3.3εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;
’ 二人若未曾相约,岂能同路而行呢?
§3.4εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων;
狮子若无猎物,岂会在林中咆哮?
εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου ἐὰν μὴ ἁρπάσῃ τί;
少壮狮子若未曾抓到什么,岂会从洞穴中发声?
§3.5εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ;
若无捕鸟者,雀鸟岂会落在地上?
εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι;
若无所获,陷阱岂会从地上弹起?
§3.6εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ μὴ πτοηθήσεται;
城中若吹角,百姓岂不惊恐?
εἰ ἔσται κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν;
城中若有灾祸,岂非主所降下的?
§3.7διότι οὐ μὴ ποιήσει Κύριος ὁ θεὸς πρᾶγμα ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
因为主神若不将他的教诲启示给他的仆人众先知,就一无所行。
§3.8λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται Κύριος ὁ θεὸς ἐλάλησεν, καὶ τίς οὐ προφητεύσε;
狮子咆哮,谁不惧怕? 主神说话,谁能不说预言?
§3.9Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου, καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας. καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ καταδυναστείαν τὴν ἐν αὐτῇ·
要在亚述的境地中,并在埃及的境地上宣告说:“你们当聚集在撒玛利亚的山上,看其中有何等多的奇事,以及其中的欺压。
§3.10καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν.
” “她不知道在她面前将要发生的事,”主说,“就是那些在他们的境地中积蓄不义与灾难的人。
§3.11διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεός Τύρος κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου.
” 所以主神这样说:“推罗啊,你的地四周必荒凉,他必使你的势力衰微,你的境地必被掠夺。
§3.12τάδε λέγει Κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι τῆς φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς.
” 主这样说:“如同牧人从狮子口中夺回两条腿或一片耳朵,那些住在撒玛利亚、面对着部族的以色列子民,以及在大马士革的祭司们,也将这样被夺回。
§3.13ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακώβ, λέγει Κύριος ὁ θεὸς ὁ παντοκράτωρ, §3.14διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ἰσραὴλ ἐπʼ αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν·
” “你们当听,并向雅各家作证,”全能的主神说, “因为在我惩罚以色列、向他追讨不义之日,我必惩罚伯特利的祭坛,祭坛的角必被砍下,坠落于地。
§3.15συνχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινὸν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται ἕτεροι οἶκοι πολλοί, λέγει Κύριος.
我要拆毁冬天的房屋和夏天的房屋,象牙的房屋也必毁灭,许多其他的房屋都必归于无有,”这是主说的。