Humanitext Reader

七十士译本 · 何西阿书 §14.1-14.10

悔改的呼吁与以色列复兴的应许

第 14 段,共 14 段 · 希腊语

内容简介

先知预言了撒玛利亚的毁灭,并呼吁以色列人放弃偶像崇拜、归向耶和华。主应许医治并丰盛地祝福悔改的以色列,最后劝勉智慧人在耶和华正直的道路上行走。

§14.1ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν θεὸν αὐτῆς· ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοί, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται.
撒玛利亚必被毁灭,因为她背叛了自己的神;他们必倒在刀下,他们的婴儿必被摔在地上,他们的孕妇必被剖开。
§14.2Ἐπιστράφηθι, Ἰσραήλ, πρὸς Κύριον τὸν θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου.
以色列啊,归向耶和华你的神吧,因为你因自己的不义而跌倒了。
§14.3λάβετε μεθʼ ἑαυτῶν λόγους καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν θεὸν ὑμῶν· εἴπατε αὐτῷ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν.
你们要带着言语,归向耶和华你们的神;对他说,使你们不致承受不义,而得享美善;我们好把嘴唇的果子献还。
§14.4Ἀσσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐφʼ ἵππον οὐκ ἀναβησόμεθα· οὐκέτι μὴ εἴπωμεν Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν.
亚述决不能拯救我们,我们也不骑马;我们不再对我们手所造的称‘我们的神’;因为孤儿在你那里得蒙怜悯。
§14.5ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀπέστρεψεν τὴν ὀργὴν μου ἀπʼ αὐτοῦ.
我必医治他们的居所,甘心爱他们,因为我的怒气已从他身上转消。
§14.6ἔσομαι ὡς δρόσος τῷ Ἰσραήλ, ἀνθήσει ὡς κρίνον, καὶ βαλεῖ τὰς ῥίζας αὐτοῦ ὡς ὁ Λίβανος·
我必向以色列如甘露,他必如百合花开放,如黎巴嫩的树木扎根。
§14.7πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβάνου·
他的枝条必延长,他必如结果累累的橄榄树,他的香气如黎巴嫩的香气。
§14.8ἐπιστρέψουσιν καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεθυσθήσονται σίτῳ· καὶ ἐξανθήσει ἄμπελος μνημόσυνον αὐτοῦ, ὡς οἶνος Λιβάνου.
他们必归回,坐在他的荫下;他们必存活,因五谷而饱足;他必如葡萄树开花,他的名声如黎巴嫩的美酒。
§14.9τῷ Ἐφράιμ, τί αὐτῷ ἔτι καὶ εἰδώλοις;
以法莲啊,他与偶像还有什么关系呢?
ἐγὼ ἐταπείνωσα αὐτόν, καὶ κατισχύσω αὐτόν· ἐγὼ ὡς ἄρκευθος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται.
我曾降卑他,我也必使他坚强;我如青翠的松树,你的果子从我而得。
§14.10τίς σοφὸς καὶ συνήσει ταῦτα;
谁是智慧人,能明白这些事?
ἡ συνετὸς καὶ ἐπιγνώσεται αὐτά;
谁是聪明人,能晓得这一切?
διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.
因为耶和华的道路是正直的,义人必在其中行走,不敬虔的人却必在其中跌倒。

词汇与语法注释

  1. 14.3ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά — 虚拟语气动词 `λάβητε` 为第二人称复数,引导前述命令句后的从句。希伯来语原文是向神祈求“求你除净罪孽”(第二人称单数),而七十人译本(LXX)则将其转换成了以以色列人自身为主语(第二人称复数)的表达,意为“使你们不致承受不义”。
  2. 14.4ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν — 定冠词 `ὁ` 在此起到了名词化关系代词的作用,介词短语 `ἐν σοὶ`(在你里面)修饰动词 `ἐλεήσει` 的动作。这对应于希伯来语的被动表达“孤儿在你那里得蒙怜悯”,七十人译本在此采用主动形式译为“在你里面的那一位必怜悯孤儿”。
  3. 14.9τί αὐτῷ ἔτι καὶ εἰδώλοις; — 此处使用了双重与格(`αὐτῷ` 与 `εἰδώλοις` 并列)表示关系的反问、否定惯用表达,省略了系动词。它强烈暗示了以法莲与偶像崇拜之间的彻底断绝(“他与偶像还有什么关系呢?”)。

引用这一段

七十士译本, 何西阿书 §14.1-14.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg036.humanitext-grc1:14.1-14.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。