§13.1Κατὰ τὸν λόγον Ἐφράιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ἰσραήλ, καὶ ἔθετο αὐτά τῇ Βάαλ καὶ ἀπέθανεν.
按以法莲的话,他自己在以色列中获得了公义的条例,但他把这些安置给巴力,因而死了。
§13.2καὶ προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατʼ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς·
他们又加重犯罪,用自己的银子照着偶像的样式为自己制造熔铸的像,这都是匠人手下为他们做成的作品。
αὐτοὶ λέγουσιν Θύσατε ἀνθρώπους. μόσχοι γὰρ ἐκλελοίπασιν.
他们说:“献祭人吧,因为牛犊已经没有了。
§13.3διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, ὡς χνοῦς ἀποφυσώμενος ἀφʼ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ δακρύων.
” 因此,他们必如早晨的云雾,又如易逝的晨露,如从打谷场上被吹走的糠秕,又如从泪水升起的烟气。
§13.4ἐγὼ δὲ Κύριος ὁ θεός σου, στερεῶν τὸν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατείαν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν·
但我是耶和华你的神,是铺设诸天、创造大地的,我的手创造了天上的万象,我并未将它们展示给你,叫你去随从它们。
καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστιν παρέξ ἐμοῦ.
我曾领你出埃及地;在我以外,你不可认识别的神;除我以外,并没有救赎者。
§13.5ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ
我曾在旷野,在无人居住之地牧养你。
§13.6κατὰ τὰς νομὰς αὐτῶν· καὶ ἐνεπλήσθησαν εἰς πλησμομήν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν, ἕνεκα τούτου ἐπελάθοντό μου.
照着他们的牧场,他们吃饱满足,心就高傲;因此他们忘记了我。
§13.7καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν Ἀσσυρίων·
因此,我必向他们如黑豹,又如在亚述人路旁埋伏的豹。
§13.8ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη, καὶ διαρρήξω συνκλεισμὸν καρδίας αὐτῶν, καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς.
我必遇见他们,如失去牛犊的母熊,撕裂他们的胸膛;在那里,林中的幼狮必吞吃他们,野地的走兽必撕碎他们。
§13.9τῇ διαφθορᾷ σου, Ἰσραήλ, τίς βοηθήσει;
以色列啊,在你灭亡的事上,谁能帮助你呢?
§13.10ποῦ ὁ βασιλεὺς σου οὕτος;
你的这位王在哪里?
καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου· κρινάτω σε ὃν εἶπας Δός μοι βασιλέα καὶ ἄρχοντα.
让他要在你的一切城邑中拯救你;让你曾说“给我君王和首领”的那位来审判你。
§13.11καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου.
我在怒气中赐给你君王,又在烈怒中将他收回。
§13.12συστροφὴν ἀδικίας Ἐφράιμ, ἐνκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ·
以法莲的虚妄裹包,他的罪恶被隐藏。
§13.13ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ. οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων.
产妇生产的疼痛必临到他身上;他是你不聪明的儿子,因为在子嗣生产之时,他无法坚持住。
§13.14ἐκ χειρὸς ᾅδου ῥύσομαι καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς·
我要救赎他们脱离阴间的手,救赎他们脱离死亡。
ποῦ ἡ δίκη σου, θάνατε;
死亡啊,你的判决在哪里?
ποῦ τὸ κέντρον σου, ᾅδη;
阴间啊,你的毒刺在哪里?
παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μοῦ, §13.15διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπʼ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.
怜悯在我眼前隐藏了,因为他在弟兄中虽然茂盛,耶和华必使东风从旷野刮来临到他身上,吹干他的水脉,荒废他的泉源;它必干涸他的地,夺尽他一切可喜爱的器皿。