§12.1ὁ δὲ Ἐφράιμ πονηρὸν πνεῦμα, ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, καὶ ἔλαιον εἰς Αἵγυπτον ἐνεπορεύετο.
但以法莲是恶灵,终日追赶东风;他增多虚空与虚无的事,与亚述人立约,把油运往埃及。
§12.2καὶ κρίσις τῷ κυρίῳ πρὸς Ἰούδαν τοῦ ἐκδικῆσαι τὸν Ἰακὼβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀποδώσει αὐτῷ.
耶和华与犹大争辩,要按雅各的所作所为惩罚他,照他的行径报应他。
§12.3ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς θεόν,
他在腹中抓住哥哥的脚跟,在劳碌中与神较力。
§12.4καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσθη·
他与天使较力,并且得胜;他们哭泣,向我哀求。
ἔκλαυσαν καὶ ἐδεήθησάν μου, ἐν τῷ οἴκῳ Ὢν εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς.
在昂的家里他们遇见了我,在那里话语向他们发出。
§12.5ὁ δὲ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ.
耶和华万军之神,必作他的纪念。
§12.6καὶ σὺ ἐν θεῷ σου ἐπιστρέψεις· ἔλεον καὶ κρίμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός.
所以你当靠你的神归回,谨守慈爱和公平,常常亲近你的神。
§12.7Χανάαν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε.
迦南人手里有不公道的天平,他爱行欺压。
§12.8καὶ εἶπεν Ἐφράιμ Πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ.
以法莲说:“我果然成了富足人,为自己找到了安息。
πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι᾿ ἀδικίας ἃς ἥμαρτεν.
”他的一切劳碌,必不因他所犯的罪恶而被算为他的不义。
§12.9ἐγὼ δὲ Κύριος ὁ θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέραι ἑορτῆς.
但我是耶和华你的神,曾领你出埃及地;我必使你再住帐篷,如在节期的日子一样。
§12.10καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην.
我曾对先知说话,并且增多异象,借先知的口(手)设比喻。
§12.11εἰ μὴ Γαλαάδ ἐστιν, ἄρα ψευδεῖς ἤσαν ἐν Γαλαὰδ ἄρχοντες θυσιάζοντες, καὶ τά θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ.
如果基列(在不义中)存在,那么在基列献祭的首领真是虚空的;他们的祭壇好像田间犁沟上的堆石。
§12.12καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικί, καὶ ἐν γυναικὶ ἐφυλάξατο.
雅各逃往叙利亚的田野,以色列为得妻而服事,为得妻而看守羊群。
§12.13καὶ ἐν προφήτῃ ἀνήγαγεν Κύριος τὸν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη.
耶和华借先知将以色列从埃及地领上来,以色列也借先知得蒙保守。
§12.14ἐθύμωσεν Ἐφράιμ καὶ παρώργισεν· καὶ τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ Κύριος.
以法莲大大惹动愤怒;所以他的血债必归到他身上,主必将他所受的羞辱报应他。