§11.1ὄρθρου ἀπερίφησαν· ἀπερίφη βασιλεὺς Ἰσραήλ.
黎明时分,他们被抛弃了;以色列的王被抛弃了。
Ὅτι νήπιος Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ.
因为以色列还年幼,我便爱他,从埃及召出他的子民。
§11.2καθὼς μετεκάλεσα αὐτούς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου· αὐτοὶ τοῖς Βααλεὶμ ἔθυον καὶ τοῖς γλυπτοῖς ἐθυμίων.
我越发召他们,他们越发从我面前离开;他们向巴力献祭,给雕刻的偶像烧香。
§11.3καὶ ἐγὼ συνεπόδισα τὸν Ἐφράιμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου· οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς.
然而我引导了以法莲的脚步,用我的臂膀抱着他;他们却不知道是我医治了他们。
§11.4ἐν διαφθορᾷ ἀνθρώπων, ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου, καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ· καὶ ἐπιβλέψομαι πρὸς αὐτόν, δυνήσομαι αὐτῷ.
在人类的毁灭中,我用慈爱的绳索牵引他们;我待他们如同打他们腮颊的人,我又向他瞩目,给予他力量。
§11.5κατῴκησεν Ἐφράιμ ἐν Αἰγύπτῳ, καὶ Ἀσσοὺρ αὐτὸς βασιλεὺς αὐτοῦ, ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι·
以法莲必住在埃及,亚述必作他的王,因为他们不肯归回。
§11.6καὶ ἠσθένησεν ῥομφαίᾳ ἐν ταῖς πόλεσιν αὐτοῦ, καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ φάγονται ἐκ τῶν διαβουλίων αὐτῶν.
刀剑必在他的城邑中横行,在他的手中毁灭殆尽;他们必因自己的计谋而被吞吃。
§11.7καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ· καὶ ὁ θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται, καὶ οὐ μὴ ὑψώσῃ αὐτόν.
我的民悬挂在他们的居所之外,心神不定;神必对他的宝物发怒,决不提拔他。
§11.8τί σε διαθῶμαι, Ἐφράιμ;
以法莲啊,我怎能舍弃你?
ὑπερασπιῶ σου, Ἰσραήλ;
以色列啊,我怎能保护你?
τί σε διαθῶ;
我怎能待你?
ὡς Ἀδαμὰ θήσομαί σε καὶ ὡς Σεβωείμ.
我怎能使你如阿达玛,待你如洗扁?
μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμελία μου·
我的心在我里面转变,我的怜悯大大发动。
§11.9οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφράιμ· διότι θεὸς ἐγὼ εἰμι καὶ οὐκ ἄνθρωπος· ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν.
我必不按我的猛烈怒气行事,也不再放弃以法莲以致其被消灭;因为我是神,并非世人,是你们中间的圣者,我必不带着怒气进入城中。
§11.10ὀπίσω Κυρίου πορεύσομαι· ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων.
他们必随从耶和华;他必如狮子吼叫,因他一吼叫,水中的子民就必战兢而来。
§11.11ἐκπτήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου, καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει Κύριος.
他们必如鸟雀从埃及急飞而来,又如鸽子从亚述地飞来;我必使他们回归自己的房屋,这是耶和华说的。
§11.12Ἐκύκλωσέν με ἐν ψεύδει Ἐφράιμ, καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα. νῦν ἔγνω αὐτοὺς ὁ θεός, καὶ λαὸς ἅγιος κεκλήσεται θεοῦ.
以法莲用谎言包围我,以色列和犹大家用不虔敬围绕我;如今神认识他们,他们必被称为神的圣洁子民。