Humanitext Reader

七十士译本 · 雅歌 §3.1-3.11

寻觅良人与所罗门的华轿

第 3 段,共 8 段 · 希腊语

内容简介

女主人公在夜间进城寻找她的良人,在遇见看守的人之后终于找到了他,并把他带回母亲家中。随后,诗歌描绘了被众勇士守卫、装饰华丽的所罗门王的婚礼华轿与冠冕。

§3.1ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέν μου.
夜间,我在床上寻找我心所爱的;我寻找他,却找不到他;我呼唤他,他却不回答我。
§3.2ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου·
“我现在要起来,在城中巡行,在街市上,在宽阔处,寻找我心所爱的。
ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν.
” 我寻找他,却找不到他。
§3.3εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε;
在城中巡逻的看守的人遇见我。 “你们看见我心所爱的没有?
§3.4ὡς μικρὸν ὅτε παρῆλθον ἀπʼ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με.
” 我刚离开他们,就遇见了我心所爱的;我拉住他,不放他走,直到我领他进了我母亲的家,到怀我者的内室。
§3.5Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ.
铺设在耶路撒冷的女儿们啊,我凭羚羊和野鹿向你们起誓:不要惊动,不要叫醒爱,等它自便。
§3.6Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου. ὡς στελέχη καπνοῦ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ;
那从旷野上来、形状如烟柱、用没药和乳香并商人各样香粉熏的是谁呢?
§3.7ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών, ἐξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ·
看哪,是所罗门的轿;四围有六十个勇士,都是以色列中的勇士。
§3.8πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι πόλεμον· ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξίν.
他们人人手中持刀,预备打仗;各人腰间佩刀,防备夜间的惊惶。
§3.9φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν¶ ἀπὸ ξύλων τοῦ Λιβάνου·
所罗门王用黎巴嫩的木头为自己制造一乘华轿。
§3.10στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον· ἐπίβασις αὐτοῦ πορφυρᾶ, ἐντὸς αὐτοῦ λιθόστρωτον, ἀγάπην ἀπὸ θυγατέρων Ἰερουσαλήμ.
他用银作柱子,用金作轿底,用紫色面料作坐垫,其内饰以马赛克,满铺着耶路撒冷女儿们的爱。
§3.11ἐξέλθατε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμών, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.
你们出去看所罗门王,看他戴着他母亲在他成亲之日、心中喜乐之时给他戴上的冠冕。

词汇与语法注释

  1. 3.4ὡς μικρὸν ὅτε παρῆλθον ἀπʼ αὐτῶν, ἕως οὗ εὗρον — 表示时间接近的表达方式。“在……之后不一会儿(ὡς μικρόν),直到(ἕως οὗ)……”,即“我刚离开他们,就遇见了……”。这里的 ἕως οὗ 不仅表示时间界限,还表示最终实现的结果。
  2. 3.10ἀγάπην — 意为“爱”的宾格名词。它与前文的 λιθόστρωτον(“铺石的/马赛克装饰的”,中性单数)构成同格,或作副词性修饰(“带着爱”)。这里描绘了华轿内部被耶路撒冷女儿们的“爱之装饰”所填满的场景。
  3. 3.11ἴδετε ἐν τῷ βασιλεῖ — 动词 ἴδετε(观看)后接前置词 ἐν + 与格的结构。这并非古典希腊语的常规用法,而是字面翻译了希伯来语中意为“(带着喜悦)注视某物”的 rā'āh bᵉ-,属于七十人译本中典型的希伯来语式用法。

引用这一段

七十士译本, 雅歌 §3.1-3.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg031.humanitext-grc1:3.1-3.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。