§2.1ἐγὼ ἄνθος τοῦ πεδίου,
κρίνον τῶν κοιλάδων.
我是平原的花,谷中的百合花。
§2.2Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν,
οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων.
百合花在荆棘中怎样,我的佳偶在众女儿中也是怎样。
§2.3Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ,
οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα,
καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
苹果树在树林中怎样,我的良人在众男子中也是怎样;我欢喜坐在他的荫下,尝他果子的滋味,觉得甘甜。
§2.4εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου,
τάξατε ἐπʼ ἐμέ ἀγάπην.
求你带我进入酒屋,在我身上安设爱为旗帜。
§2.5στηρίσατέ με ἐν μύροις,
στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.
求你用香膏扶持我,用苹果护卫我,因为我因爱成病。
§2.6εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου,
καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
他的左手在我的头下,他的右手将我紧抱。
§2.7Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,
ἐν δυνάμεσιν καὶ ἐν ἰσχύσεσιν τοῦ ἀγροῦ,
ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ.
耶路撒冷的女儿们啊,我凭羚羊和野鹿向你们起誓:不要惊动,不要叫醒爱,等它自便。
§2.8Φωνὴ ἀδελφιδοῦ μου· ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη,
διαλλόμενος ἐπὶ τοὺς βουνούς.
听啊,是我良人的声音;看哪,他穿山越岭而来。
§2.9ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι
ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ.
我的良人好像羚羊,或像小鹿在伯特利山上。
ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν,
παρακύπτων διὰ τῶν θυρίδων
ἐκκύπτων διὰ τῶν δικτύων.
看哪,他站在我们墙后,从窗户往里观看,从窗棂往里窥探。
§2.10ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι
Ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.
我的良人向我说话,对我说:“我的佳偶,我的美人,我的鸽子,起来,与我同去!
§2.11ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν,
ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ·
因为看哪,冬天已往,雨水止住,已经过去了。
§2.12τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ,
καιρὸς τῆς τομῆς ἔφθακεν,
φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν·
地上百花开放,百鸟鸣叫的时候已经来到,我们境内也听见了斑鸠的声音。
§2.13ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς,
αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν.
无花果树的果子渐渐成熟,葡萄树开花放香。
ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.
我的佳偶,我的美人,我的鸽子,起来,与我同去!
καὶ ἐλθέ, §2.14σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας,
ἐχόμενα τοῦ προτειχίσματος
δεῖξόν μοι τὴν ὄψιν σου,
καὶ ἀκούτισόν με τὴν φωνήν σου,
ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.
我的鸽子啊,你在岩石穴中,在陡岩的隐密处,求你容我得见你的面貌,得听你的声音;因为你的声音柔和,你的面貌秀美。
§2.15πιάσατε ἡμῖν ἀλώπεκας
μικροὺς ἀφανίζοντας ἀμπελῶνας· καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσαι.
” 要为我们捉拿狐狸,就是毁坏葡萄园的小狐狸,因为我们的葡萄园正在开花。
§2.16βελφιδός μου ἐμοὶ κἀγὼ αὐτῷ· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, §2.17ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί.
我的良人属我,我也属他;他在百合花中牧放群羊,直到天起凉风,日影飞去的时候。
ἀπόστρεψον, ὁμοιώθητι σύ, ἀδελφιδέ,
τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων
ἐπὶ ὄρη κοιλωμάτων.
我的良人啊,求你转回,好像羚羊或小鹿在崎岖的山上。