Humanitext Reader

七十士译本 · 马加比三书 §6.22-6.41

国王的悔悟与犹太人的获释及盛宴

第 8 段,共 9 段 · 希腊语

内容简介

随着天使的介入局势逆转,国王悔悟并严厉斥责其亲信。犹太人获得释放,并在原本要被毁灭的地方举行盛大宴会庆祝得救。

§6.22Καὶ μετεστράφη τοῦ βασιλέως ἡ ὀργὴ εἰς οἶκτον καὶ δάκρυα ὑπὲρ τῶν ἔμπροσθεν αὐτῷ μεμηχανευμένων.
国王的愤怒随即转为对先前他针对他们所策划之事的怜悯和眼泪。
§6.23ἀκούσας γὰρ τῆς κραυγῆς, καὶ συνιδὼν πρηνεῖς ἅπαντας εἰς τὴν ἀπώλειαν, δακρύσας μετ᾿ ὀργῆς τοῖς φίλοις διηπειλεῖτο, λέγων §6.24Παραβασιλεύετε, καὶ τυράννους ὑπερβεβηκότες ὠμότητι· καὶ ἐμέ αὐτὸν τὸν ὑμῶν εὐεργέτην ἐπιχειρεῖτε τῆς ἀρχῆς ἤδη καὶ τοῦ πνεύματος μεθιστᾷν, λάθρα μηχανώμενοι τὰ μὴ συμφέροντα τῇ βασιλείᾳ.
因为他听到了呼喊声,又看到他们全都俯伏在地等待毁灭,便流着泪,愤怒地威胁他的朋友们说: “你们是在篡夺王权,在残暴上超过了僭主;你们竟然企图将我这你们的恩人,从我的权位和生命中拉下,暗中策划对王国不利的事。
§6.25τίς τοὺς κρατήσαντας ἡμῶν ἐν πίστει τὰ τῆς χώρας ὀχυρώματα τῆς οἰκίας ἀποστήσας, ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε;
是谁将那些以忠诚为我们把守国家要塞的人,从他们的家园中赶走,无理地把每一个人都聚集在这里?
§6.26τίς τοὺς ἐξ ἀρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν, καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδιγμένους κινδύνους, οὕτως ἀθέσμως περιέβαλεν αἰκίαις;
是谁将那些自始至终在万事上对我们的善意都超过万邦、并屡次为人类承担最严重危险的人,如此不法地置于凌辱之中?
§6.27λύσατε, ἐκλύσατε ἄδικα δεσμά·
解开,释放这不公义的锁链!
εἰς τὰ ἴδια μετ᾿ εἰρήνης ἐξαποστείλατε, τὰ προστεταγμένα παραιτησάμενοι.
取消先前所命令的事,让他们在和平中回到自己的家园。
§6.28ἀπολύσατε τοὺς υἱοὺς τοῦ παντοκράτορος ἐπουρανίου θεοῦ ζῶντος, ὃς ἀφʼ ἡμετέρων μέχρι τοῦ νῦν προγόνων ἀπαραπόδιστον εὐστάθειαν μετὰ δόξης προφέρει τοῖς ἡμετέροις πράγμασιν.
释放全能、天上的活神的儿子们,正是这位神,从我们祖先直到如今,为我们的国政带来了荣耀且无阻碍的安定。
§6.29ὁ μἐν οὖν ταῦτα ἐξέλεξεν· οἱ δὲ ἐν ἀμερεῖ χρόνῳ λυθέντες, τὸν ἅγιον σωτῆρα θεὸν αὐτῶν ηὐλόγουν, ἄρτι τὸν θάνατον ἐκπεφυγότες.
” 于是他说了这些话;而他们在转瞬之间被释放,赞美他们圣洁的救主神,因为他们刚刚逃脱了死亡。
§6.30Εἶτα ὁ βασιλεὺς εἰς τὴν πόλιν τὸν ἐπὶ τῶν προσόδων προσκαλεσάμενος, ἐκέλευσεν οἴνους τε καὶ τὰ λοιπὰ πρὸς εὐωχίαν ἐπιτήδεια τοῖς Ἰουδαίοις χορηγεῖν ἐπὶ ἡμέρας ἑπτά, κρίνας αὐτούς, ἐν ᾧ τόπῳ ἔδοξαν τὸν ὄλεθρον ἀναλαμβάνειν, ἐν τούτῳ ἐν εὐφροσύνῃ πάσῃ σωτήρια ἀγαγεῖν.
随后,国王在城中召见负责岁入的官员,命令他向犹太人提供七天的酒和宴会所需的其他物品,判定在他们原被认为要遭受毁灭的那个地方,就在那个地方,他们应当在极大的喜乐中举行得救的庆祝。
§6.31τότε οἱ τὸ πρὶν ἐπονείδιστοι καὶ πλησίον τοῦ ἄδου, μᾶλλον δὲ ἐπʼ αὐτῷ βεβηκότες, ἀντὶ πικροῦ καὶ δυσατάκτου μόρου κώθωνα σωτήριον συστησάμενοι, τὸν εἰς πτῶσιν αὐτοῖς καὶ τάφον ἡτοιμασμένον τόπον κλισίας κατεμερίσαντο πλήρεις χαρμονῆς.
此时,那些先前遭受侮辱、临近阴间,甚至可以说已经踏入阴间的人,没有遭遇痛苦而无序的死亡,反而组织了得救的宴会,满怀喜悦地将那原为他们预备作为毁灭和坟墓的地方,分作设宴宴席之所。
§6.32καταλήξαντες δέ θρήνων πανόδυρτον μέλος, ἀνέλαβον ᾠδὴν πάτριον, τὸν Ἰσραὴλ σωτῆρα καὶ τερατοποιὸν αἰνοῦντες θεόν· οἰμωγὴν δὲ πᾶσαν καὶ κωκυτὸν ἀπωσάμενοι, χοροὺς συνίσταντο εὐφροσύνης εἰρηνικῆς σημεῖον.
他们停止了悲哀恸哭的曲调,唱起了祖传的歌谣,赞美那拯救以色列并施行奇事的神;他们摒弃了一切哀号与哭泣,跳起舞来,作为和平喜乐的标记。
§6.33ὡσαύτως δὲ καὶ ὁ βασιλεὺς περὶ τούτων συμπόσιον βαρὺ συνάγων, ἀδιαλείπτως εἰς οὐρανὸν ἀνθωμολογεῖτο μεγαλομερῶς ἐπὶ τῇ παραδόξῳ γενηθείσῃ αὐτῶν σωτηρίᾳ.
同样,国王也为此召集了盛大的宴会,不断地向天大声表达感谢,因着他们所获得的奇迹般的拯救。
§6.34οἵ τε πρὶν εἰς ὄλεθρον καὶ οἰωνοβρώτους αὐτοὺς ἔσεσθαι τιθέμενοι καὶ μετὰ χαρᾶς ἀπογραψάμενοι, κατεστέναξαν αἰσχύνην ἐφʼ ἑαυτοῖς περιβαλόμενοι, καὶ πυρόπνουν τόλμαν ἀκμαίως ἐσβεσμένοι.
至于那些先前认为他们必遭毁灭、必成为飞鸟之食,并怀着喜悦登记他们名字的人,如今则深沉地叹息,自己蒙受了羞辱,其吐火般的嚣张气焰也被彻底浇灭。
§6.35οἴ τε Ἰουδαῖοι, καθὼς προειρήκαμεν, συστησάμενοι τὸν προειρημένον χορόν, μετ᾿ εὐωχίας ἐν ἐξομολογήσεσιν ἱλαραῖς καὶ ψαλμοῖς διῆγον.
犹太人也正如我们先前所说,组织了前述的舞蹈,伴随着宴会,在欢快的感谢和诗篇中度过时光。
§6.36καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν, ἐπὶ πᾶσαν τὴν παροικίαν αὐτῶν εἰς γενεάς, τὰς προειρημένας ἡμέρας ἅγειν ἔστησαν εὐφροσύνους, οὐ πότου χάριν καὶ λιχνείας, σωτηρίας δὲ τῆς διὰ θεὸν γενομένης αὐτοῖς.
他们为此立下了共同的律例,传给他们所有寄居之地的世世代代,规定要将前述的日子守为欢乐的日子,并非为了饮酒和贪食,而是为了因神而临到他们的得救。
§6.37ἐνέτυχον δὲ τῷ βασιλεῖ, τὴν ἀπόλυσιν αὐτῶν εἰς τὰ ἴδια αἰτούμενοι.
他们向国王呈递请愿书,请求释放他们回到自己的家园。
§6.38Ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Παχὼν ἕως τῆς τετάρτης τοῦ Ἐπιφί, ἐπὶ ἡμέρας τεσσαράκοντα· συνίστανται δὲ αὐτῶν τὴν ἀπώλειαν ἀπὸ πέμπτης τοῦ Ἐπιφὶ ἕως ἑβδόμης, ἡμέραις τρισίν.
登记他们的时间是从帕孔月二十五日到埃皮菲月四日,共计四十天;而谋划毁灭他们是在埃皮菲月五日到七日,共计三天。
§6.39ἐν αἷς καὶ μεγαλοδόξως ἐπιφάνας τὸ ἔλεος αὐτοῦ ὁ τῶν πάντων δυνάστης ἀπταίστους αὐτοὺς ἐρρύσατο ὁμοθυμαδόν.
在这三天中,万有的主宰大显荣耀,显明他的怜悯,齐心协力地将他们无伤地救了出来。
§6.40Εὐωχοῦντο δὲ πάνθʼ ὑπὸ τοῦ βασιλέως χορηγούμενοι μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἐν ἧ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τῆς ἀπολύσεως αὐτῶν.
他们由国王供给一切,尽情宴乐直到十四日,就在那一天,他们也提出了关于释放的请求。
§6.41συναινέσας δὲ αὐτοῖς ὁ βασιλεὺς ἔγραψεν αὐτοῖς τὴν ὑπογεγραμμένην ἐπιστολὴν πρὸς τοὺς κατὰ πόλιν στρατηγοὺς μεγαλοψύχως τὴν ἐκτενίαν ἔχουσαν
国王同意了他们的请求,慷慨大度地给各城的司令官写了以下这封信,信中充满了热切的诚意。

词汇与语法注释

  1. 6.22τῶν ἔμπροσθεν αὐτῷ μεμηχανευμένων — 此处的完成时被动分词带有一个与格 αὐτῷ,作为施动者与格,指的是国王自己。因此意为“先前由他(国王)所策划的事”(即他对犹太人的迫害计划)。虽然在语法上也可以理解为针对国王本人的阴谋,但根据上下文中国王悔悟流泪的语境,理解为国王自己的策划最为自然。
  2. 6.24Παραβασιλεύετε — 动词 παραβασιλεύω 可以表示“在国王身旁治理”或“不法地侵犯/篡夺王权”。由于国王在此谴责其亲信无视其权威、擅自下达残暴命令,因此应取后者之意,即“篡夺/滥用王权”。
  3. 6.28προφέρει — 动词 προφέρω 在此处配有与格 τοῖς ἡμετέροις πράγμασιν(我们的国政/事务),表示“带来”或“对……有所贡献”的意思。
  4. 6.31ἐπʼ αὐτῷ βεβηκότες — 此处 αὐτῷ 是指代前文 ᾅδου(阴间)的代词。不仅在阴间的“临近(πλησίον)”,更是已经“踏在其上(ἐπʼ αὐτῷ βεβηκότες)”,这一表达强调了他们当时处于死亡边缘的极度危险状态。

引用这一段

七十士译本, 马加比三书 §6.22-6.41. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg025.humanitext-grc1:6.22-6.41

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。