Humanitext Reader

七十士译本 · 马加比三书 §7.1-7.23

国王的保护诏书与背教者的处置及犹太人返乡

第 9 段,共 9 段 · 希腊语

内容简介

托勒密国王发布正式诏书以释放并保护犹太人,犹太人在惩罚了同胞中自愿违背神圣律法的人后,在极大的喜乐中安全返回家园,并确立了得救的庆祝活动。

§7.1Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατʼ Aἴγυπτον στρατηγοῖς καὶ πᾶσιν τοῖς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρῶσθαι.
国王托勒密·爱父者致埃及的将领及所有掌权者:安好与健康。
§7.2ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν, κατευθύνοντος ἡμῖν τοῦ μεγάλου θεοῦ τὰ προστάγματα, καθὼς προαιρούμεθα.
我们自身和我们的孩子都安好,伟大的神正按照我们的意愿,引导着我们的政令。
§7.3τῶν φίλων τινὲς κατὰ κακοήθειαν πυκνότερον ἡμῖν παρακείμενοι, συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ἰουδαίους συναθροίσαντας τὰ σνστήματα κολάζεσθαι ξενιζούσαις ἀποστάντων τιμωρίαις· §7.4προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν, δι᾿ ἣν ἔχουσιν οὗτοι πρὸς τὰ ἔθνη δυσμενίαν, μέχρι ἄν συντελεσθῇ τοῦτο.
我们的一些朋友出于恶意,频繁地在我们身边进言,说服我们把我们王国统治下的犹太人按群体聚集起来,用针对叛教者的奇异刑罚来惩罚他们;他们声称,由于这些人对万邦所抱有的敌意,在这一目标达成之前,我们的国政将永远无法安定。
§7.5οἴ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν, νόμου Σκυθῶν ἀγριοτέραν ἐνπεπηρμένοι ὠμότητα.
他们把犹太人像奴隶,更确切地说是像阴谋家一样折磨并捆绑着押送下来,企图在没有任何审讯和调查的情况下将他们除掉,其身上所带的残暴比斯基泰人的法律还要凶残。
§7.6ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι, καθʼ ἣν ἔχομεν πρὸς ἄπαντας ἀνθρώπους ἐπιεικίαν, μόγις τὸ ζῆν αὐτοῖς χαριζόμενοι, καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ἰουδαίων, ὡς πατέρα ὑπέρ υἱῶν διὰ παντὸς συμμαχοῦντα, §7.7τὴν τε τοῦ φίλου ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμᾶς καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι, δικαίως ἀπολελύκαμεν πάσης καθʼ ὁντινοῦν αἰτίας τρόπον.
但我们对此作出了更严厉的警告,并按照我们对所有人所持有的宽容,勉强赋予他们生命,并且我们确知天上的神正安稳地庇护着犹太人,始终如父亲为儿子战斗一般为他们而战,并且考虑到他们对我们和我们的祖先所持有的坚固友谊与善意,我们已公正地免除了他们任何名义下的罪责。
§7.8καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν, ἐν παντὶ τρόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος, μήτε ὀνειδίζοντος περὶ τῶν γεγενημένων παρὰ λόγον.
我们并已命令每个人都要回到自己的家园,任何人不得以任何方式伤害他们,也不得因那违背常理而发生的事去责备他们。
§7.9γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρόν, ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον, οὐκ ἄνθρωπον, ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάρεως θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπʼ ἐκδίκησιν τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως διὰ παντὸς ἕξομεν.
因为你们要知道,如果我们对他们策划任何恶意的坏事,或者在任何方面惊扰他们,我们所面对的将不是人,而是那统治一切力量的至高神,他必将在万事上成为不可逃避的报应者,永远与我们作对。
ἔρρωσθε.
祝安好。
§7.10Δαβόντες δὲ· τὴν ἐπιστολὴν ταύτην, οὐκ ἐσπούδασαν εὐθέως περὶ τὴν ἄφοδον, ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν Ἰουδαίων τὸν ἅγιον θεὸν αὐθαιρέτως παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον, τυχεῖν δι᾿ αὐτῶν τῆς ὀφειλομένης κολάσεως· §7.11προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θεῖα παραβεβηκότας προστάγματα μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως προστάγμασιν.
他们收到这封信后,并没有立刻急于启程,而是恳求国王,允许他们对那些在犹太族群中自愿违背圣洁之神并触犯神之律法的人,由他们亲手施以应得的惩罚;他们声称,那些为了肚腹而违背神圣诫命的人,也绝不会对国王的命令怀有善意。
§7.12ὁ δὲ τἀληθές αὐτοὺς λέγειν παραδεξάμενος καὶ παραινέσας, ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον ἐξολεθρεύσωσιν κατὰ πάντα τὸν ὑπὸ τῆς βασιλείας αὐτοῦ τόπον μετὰ παρρησίας, ἄνευ πάσης βασιλικῆς ἐξουσίας καὶ ἐπισκέψεως.
国王承认他们说的是实话,并予以赞许,便给予了他们全面的特权,使他们可以在其王国统治下的所有地方,公开且彻底地消灭那些违背神之律法的人,无需任何王室权威的干预和审查。
§7.13τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς καὶ πᾶν τὸ πλῆθος, ἐπιφωνήσαντες τὸ ἁλληλουιά, μετὰ χαρᾶς ἀνέλυσαν·
于是,他们的祭司和全体民众按理合宜地齐声称赞国王,高呼“哈利路亚”,满怀喜悦地启程了。
§7.14οὗτοί τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεθνῆ κατὰ τὴν ὀδὸν ἀπέκτεννον, καὶ μετὰ παραδιγματισμῶν ἀνήρουν.
他们在路上杀死了遇见的已被玷污的同胞,并将他们公开示众处死。
§7.15ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπέρ τοὺς τριακοσίους ἄνδρας, ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς βεβήλους χειρωσάμενοι.
那一天,他们杀死了三百多个男人,在制服了这些亵渎者之后,他们怀着喜悦将这一天守为欢乐的日子。
§7.16αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες, παντελῆ σωτηρίαν ἀπόλυσιν ἐσχηκότες, ἀνέζευξαν ἐκ τῆς πόλεως βοῆς, ἐν αἴνοις καὶ πανμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ θεῷ τῶν πατέρων αὐτῶν ἁγίῳ σωτῆρι τοῦ Ἰσραήλ.
至于那些坚守神直到死亡、获得完全救赎与释放的人,则在欢呼声中离开城市,以赞美和和谐的诗歌向他们列祖的神、圣洁的以色列救主表达感谢。
§7.17Παραγενηθέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοφόρον, ἐν ᾖ προσέμεινεν αὐτοὺς ὁ στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτά,
随后他们来到了因当地地势特征而被称为“带玫瑰的”普托利迈斯,根据他们的共同决定,船队在那里等候了他们七天。
§7.18ἐκεῖ ἐποίησαν πότον σωτηρίου, τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως ἐπὶ τὴν ἰδίαν οἰκίαν.
他们在那里举行了得救的宴会,国王慷慨地向每个人提供了直到各自家园的旅途所需的一切物资。
§7.19καταχθέντες δέ μετʼ εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν, ὡσαύτως κἀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐφροσύνους·
他们在和平中安抵目的地,并献上合宜的感谢,同样也在那里制定,在他们寄居的岁月中,将这些日子守为欢乐的日子。
§7.20ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ, κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καθιδρύσαντες, ἀνέλυσαν ἀσινεῖς, ἐλεύθεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασωζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν
他们将这些事刻在设宴之所建立的祷告之家的石柱上作为奉献,随后毫无损伤、自由且极其喜乐地启程。 在国王的命令下,他们通过陆路、海路和河道平安返回,每人各自回到以前的住处。
§7.21ἔμπροσθεν, ἐν τοῖς ἐχθροῖς ἐξουσίαν ἐσχηκότες μετὰ δόξης καὶ φόβου, τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τῶν ὑπαρχόντων.
在那里,他们以荣耀和敬畏战胜了仇敌,他们的任何财产也绝不被任何人所侵犯。
§7.22καὶ πάντα τὰ ἑαυτῶν πάντες ἐκομίσαντο ἐξ ἀπογραφῆς, ὥστε τοὺς ἔχοντάς τι μετὰ φόρου μεγίστου ἀποδοῦναι αὐτοῖς, τὰ μεγαλεῖα τοῦ μεγάλου θεοῦ ποιήσαντος τελέως ἐπὶ σωτηρίᾳ αὐτῶν.
所有人也都根据登记册收回了属于自己的所有财产,以至于那些持有其物品的人在极大的恐惧中将物品归还给他们。 伟大的神为了他们的救赎,彻底成就了伟大的作为。
§7.23Εὐλογητὸς ὁ ῥύστης Ἰσραὴλ εἰς τοὺς ἀεὶ χρόνους.
愿以色列的救主永受颂赞。
ἀμήν.
阿们。

词汇与语法注释

  1. §7.3εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ἰουδαίους συναθροίσαντας τὰ σνστήματα κολάζεσθαι — 不定式 `κολάζεσθαι` 与介词短语 `εἰς τὸ` 连用,在整体上起名词性作用以表示目的(或结果)。其逻辑主语(宾格主语)是 `τοὺς ὑπὸ τὴν βασιλείαν Ἰουδαίους`(受分词 `συναθροίσαντας` 修饰),构成“说服我们将犹太人聚集起来并使他们受惩罚”的结构。
  2. §7.5ἐνπεπηρμένοι ὠμότητα — `ἐνπεπηρμένοι` 是动词 `ἐμπείρω`(刺穿、充满)的完成时被动分词(异体字为 `ἐμπεπαρμένοι`)。与之连用的宾格 `ὠμότητα`(残暴)属于“关系宾格”(或被动语态中的保留宾格),字面意为“残暴被刺入其身”,即“满怀残暴”或“身上带着残暴”。
  3. §7.9τὸν πάσης δεσπόζοντα δυνάρεως θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ... ἕξομεν — 动词 `ἕξομεν`(`ἔχω` 的将来时)带有直接宾语名词短语 `τὸν ... θεὸν ὕψιστον` 以及充当宾语补足语(谓语性用法)的分词 `ἀντικείμενον`(敌对)。该句型强调了不可避免的后果:“我们将使至高之神成为我们的敌对者”。
  4. §7.20ἕκαστος εἰς τὴν — 阴性单数宾格冠词 `τὴν` 后的名词(语境上为 `οἰκίαν` “家” 或 `χώραν` “土地”)被省略,并由 §7.21 开头的副词性表达 `ἔμπροσθεν`(以前的)进行修饰。全句理解为“每人各自回到以前的[住处]”,修饰前文的动词 `ἀνέλυσαν`(启程)。

引用这一段

七十士译本, 马加比三书 §7.1-7.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg025.humanitext-grc1:7.1-7.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。