Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.10.1-9.10.6

底比斯的合葬墓与伊斯墨尼俄斯阿波罗神殿

第 375 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯记述了底比斯普罗伊提得斯门附近的马其顿战争合葬墓以及卡德摩斯的传说之地,接着介绍了伊斯墨尼俄斯·阿波罗神殿、少年祭司的惯例,以及阿瑞斯之泉与卡安托斯的神话。

§9.10.1πολυάνδριον δὲ οὐ μακρὰν ἀπὸ τῶν πυλῶν ἐστι· κεῖνται δὲ ὁπόσους κατέλαβεν ἀποθανεῖν Ἀλεξάνδρῳ καὶ Μακεδόσιν ἀντιτεταγμένους.
在距离城门不远处有一座合葬墓;那里安葬着那些在对抗亚历山大和马其顿人时战死的人。
οὐ πόρρω δὲ ἀποφαίνουσι χωρίον ἔνθα Κάδμον λέγουσιν— ὅτῳ πιστά—τοῦ δράκοντος, ὃν ἀπέκτεινεν ἐπὶ τῇ κρήνῃ, τοὺς ὀδόντας σπείραντα, ἄνδρας δὲ ἀπὸ τῶν ὀδόντων ἀνεῖναι τὴν γῆν.
在不远处,他们指出了一个地方,据他们说——对信其有的人而言——卡德摩斯在那里播撒了他在泉水旁杀死的龙的牙齿,而大地从牙齿中孕育出了男子。
§9.10.2ἔστι δὲ λόφος ἐν δεξιᾷ τῶν πυλῶν ἱερὸς Ἀπόλλωνος· καλεῖται δὲ ὅ τε λόφος καὶ ὁ θεὸς Ἰσμήνιος, παραρρέοντος τοῦ ποταμοῦ ταύτῃ τοῦ Ἰσμηνοῦ.
在城门右侧有一座阿波罗的神圣山丘;山丘和神明都被称为伊斯墨尼俄斯,因为伊斯墨诺斯河从这里流过。
πρῶτα μὲν δὴ λίθου κατὰ τὴν ἔσοδόν ἐστιν Ἀθηνᾶ καὶ Ἑρμῆς, ὀνομαζόμενοι Πρόναοι· ποιῆσαι δὲ αὐτὸν Φειδίας, τὴν δὲ Ἀθηνᾶν λέγεται Σκόπας·
首先,在入口处,有石造的雅典娜和赫耳墨斯,被称为“神殿前之神”;据说赫耳墨斯是斐迪亚斯制作的,而雅典娜则是斯柯帕斯制作的。
μετὰ δὲ ὁ ναὸς ᾠκοδόμηται.
在这些之后建造了神殿。
τὸ δὲ ἄγαλμα μεγέθει τε ἴσον τῷ ἐν Βραγχίδαις ἐστὶ καὶ τὸ εἶδος οὐδὲν διαφόρως ἔχον· ὅστις δὲ τῶν ἀγαλμάτων τούτων τὸ ἕτερον εἶδε καὶ τὸν εἰργασμένον ἐπύθετο, οὐ μεγάλη οἱ σοφία καὶ τὸ ἕτερον θεασαμένῳ Κανάχου ποίημα ὂν ἐπίστασθαι.
其神像在大小上与布兰基代的那座相等,在外貌上也毫无二致;任何人只要看过了这两座神像中的一座,并打听到了制作者是谁,那么在看到另一座时,不需要多大智慧就能明白它也是卡纳科斯的作品。
διαφέρουσι δὲ τοσόνδε· ὁ μὲν γὰρ ἐν Βραγχίδαις χαλκοῦ, ὁ δὲ Ἰσμήνιός ἐστι κέδρου.
它们的不同之处仅在于:布兰基代的那座是青铜制的,而伊斯墨尼俄斯的那座是雪松木制的。
§9.10.3ἔστι δʼ ἐνταῦθα λίθος ἐφʼ ᾧ Μαντώ φασι τὴν Τειρεσίου καθέζεσθαι.
这里有一块石头,据说提瑞西阿斯的女儿曼托曾坐在这上面。
οὗτος μὲν πρὸ τῆς ἐσόδου κεῖται, καί οἱ τὸ ὄνομά ἐστι καὶ ἐς ἡμᾶς ἔτι Μαντοῦς δίφρος·
它位于入口之前,直到我们的时代,它的名字依然是“曼托之椅”。
ἐν δεξιᾷ δὲ τοῦ ναοῦ λίθου πεποιημένας εἰκόνας Ἡνιόχης εἶναι, τὴν δὲ Πύρρας λέγουσι, θυγατέρας δὲ αὐτὰς εἶναι Κρέοντος, ὃς ἐδυνάστευεν ἐπιτροπεύων Λαοδάμαντα τὸν Ἐτεοκλέους.
在神殿的右侧有石制的画像,据说一幅是赫尼俄刻的,另一幅是皮拉的,她们是克瑞翁的女儿,克瑞翁曾作为埃忒奥克勒斯之子拉奥达马斯的监护人执掌政权。
§9.10.4τόδε γε καὶ ἐς ἐμὲ ἔτι γινόμενον οἶδα ἐν Θήβαις· τῷ Ἀπόλλωνι τῷ Ἰσμηνίῳ παῖδα οἴκου τε δοκίμου καὶ αὐτὸν εὖ μὲν εἴδους, εὖ δὲ ἔχοντα καὶ ῥώμης, ἱερέα ἐνιαύσιον ποιοῦσιν· ἐπίκλησις δέ ἐστίν οἱ δαφναφόρος, στεφάνους γὰρ φύλλων δάφνης φοροῦσιν οἱ παῖδες.
我深知,至少直到我这个时代,在底比斯依然有这样的惯例:他们让一位出身名门、且自身容貌俊美又强壮的少年,担任伊斯墨尼俄斯·阿波罗的一年期祭司;他的称号是“捧月桂树者”(Daphnaphorus),因为这些少年戴着月桂叶编成的花冠。
εἰ μὲν οὖν πᾶσιν ὁμοίως καθέστηκεν ἀναθεῖναι δαφνηφορήσαντας χαλκοῦν τῷ θεῷ τρίποδα, οὐκ ἔχω δηλῶσαι, δοκῶ δὲ οὐ πᾶσιν εἶναι νόμον· οὐ γὰρ δὴ πολλοὺς ἑώρων αὐτόθι ἀνακειμένους· οἱ δʼ οὖν εὐδαιμονέστεροι τῶν παίδων ἀνατιθέασιν.
因此,是否所有担任过捧月桂树者的人都同样必须向神明奉纳一个青铜三脚祭器,我无法说明,但我认为这并不是所有人的法规;因为事实上我并没有在那里看到许多奉纳品;无论如何,那些较富裕的少年会进行奉纳。
ἐπιφανὴς δὲ μάλιστα ἐπί τε ἀρχαιότητι καὶ τοῦ ἀναθέντος τῇ δόξῃ τρίπους ἐστὶν Ἀμφιτρύωνος ἀνάθημα ἐπὶ Ἡρακλεῖ δαφνηφορήσαντι.
最著名的三脚祭器,无论是因为其古老,还是因为奉纳者的名望,都是安菲特律翁在赫拉克勒斯担任捧月桂树者时奉献的。
§9.10.5ἀνωτέρω δὲ τοῦ Ἰσμηνίου τὴν κρήνην ἴδοις ἄν, ἥντινα Ἄρεώς φασιν ἱερὰν εἶναι καὶ δράκοντα ὑπὸ τοῦ Ἄρεως ἐπιτετάχθαι φύλακα τῇ πηγῇ.
在比伊斯墨尼俄斯更高的地方,你会看到一口据说是属于阿瑞斯的圣泉,且阿瑞斯曾派一条龙作为该泉水的守护者。
πρὸς ταύτῃ τῇ κρήνῃ τάφος ἐστὶ Καάνθου· Μελίας δὲ ἀδελφὸν καὶ Ὠκεανοῦ παῖδα εἶναι Κάανθον λέγουσι, σταλῆναι δὲ ὑπὸ τοῦ πατρὸς ζητήσοντα ἡρπασμένην τὴν ἀδελφήν.
在这口泉水旁是卡安托斯的墓;他们说卡安托斯是美利亚的兄弟,是俄刻阿诺斯之子,他被父亲派去寻找被拐走的姐妹。
ὡς δὲ Ἀπόλλωνα εὑρὼν ἔχοντα τὴν Μελίαν οὐκ ἐδύνατο ἀφελέσθαι, πῦρ ἐτόλμησεν ἐς τὸ τέμενος ἐνεῖναι τοῦ Ἀπόλλωνος τοῦτο ὃ νῦν καλοῦσιν Ἰσμήνιον· καὶ αὐτὸν ὁ θεός, καθά φασιν οἱ Θηβαῖοι, τοξεύει.
但当他发现阿波罗占有着美利亚而无法将她夺回时,他竟敢向阿波罗的圣所放火,即现在被称为伊斯墨尼俄斯的地方;而神明,正如底比斯人所说,用箭射死了他。
§9.10.6Καάνθου μὲν ἐνταῦθά ἐστι μνῆμα, Ἀπόλλωνι δὲ παῖδας ἐκ Μελίας γενέσθαι λέγουσι Τήνερον καὶ Ἰσμηνόν· Τηνέρῳ μὲν Ἀπόλλων μαντικὴν δίδωσι, τοῦ δὲ Ἰσμηνίου τὸ ὄνομα ἔσχεν ὁ ποταμός.
卡安托斯的纪念碑就在这里,而据说阿波罗与美利亚生了孩子,即特涅罗斯和伊斯墨诺斯;阿波罗将预言术赐予了特涅罗斯,而河流则因伊斯墨诺斯而得名。
οὐ μὴν οὐδὲ τὰ πρότερα ἦν ἀνώνυμος, εἰ δὴ καὶ Λάδων ἐκαλεῖτο πρὶν Ἰσμηνὸν γενέσθαι τὸν Ἀπόλλωνος.
然而,在此之前它也并非没有名字,如果在阿波罗之子伊斯墨诺斯诞生之前,它实际上被称为拉冬的话。

词汇与语法注释

  1. 9.10.1ὁπόσους κατέλαβεν ἀποθανεῖν — 意为“所有遭遇死亡的人”。此处 `κατέλαβεν`(源自 καταλαμβάνω,“不幸、命运等降临于某人”)以非人称方式与不定式 `ἀποθανεῖν`(死亡)连用,其逻辑主语为关系代词宾格 `ὁπόσους`。整个关系从句省略了先行词,作主句动词 `κεῖναι` 的主语。
  2. 9.10.2οὐ μεγάλη οἱ σοφία καὶ τὸ ἕτερον θεασαμένῳ Κανάχου ποίημα ὂν ἐπίστασθαι — 复杂句式分析。其骨架为省略系动词的 `οὐ μεγάλη [ἐστὶ] οἱ σοφία`(“对他而言并非难事”,即“很容易”),后接说明性不定式 `ἐπίστασθαι`(“去了解”)。与格分词 `θεασαμένῳ` 与与格代词 `οἱ`(指代看过其中一座像的人)一致。不定式 `ἐπίστασθαι` 带有补充性分词结构 `Κανάχου ποίημα ὄν`(“【另一座像】是卡纳科斯的作品”)。
  3. 9.10.4εὖ μὲν εἴδους, εὖ δὲ ἔχοντα καὶ ῥώμης — 此处使用了副词 `εὖ` + 属格 + 动词 `ἔχω` 的句式(意为“在……方面处于良好状态”)。这里并列了两个短语:`εὖ εἴδους [ἔχοντα]`(“在容貌方面出众”)与 `εὖ ῥώμης ἔχοντα`(“在力量方面健壮”),在前一个短语中省略了现在分词 `ἔχοντα`。

引用这一段

保萨尼亚斯, 希腊志 §9.10.1-9.10.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.10.1-9.10.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。