§9.38.1Ὀρχομενίοις δὲ πεποίηται καὶ Διονύσου, τὸ δὲ ἀρχαιότατον Χαρίτων ἐστὶν ἱερόν.
奥尔霍墨诺斯人还建有狄奥尼索斯的神殿,而最古老的是美惠三女神的神殿。
τὰς μὲν δὴ πέτρας σέβουσί τε μάλιστα καὶ τῷ Ἐτεοκλεῖ αὐτὰς πεσεῖν ἐκ τοῦ οὐρανοῦ φασιν·
他们最崇拜这些原石,并说它们是在埃特奥克勒斯的时候从天上掉下来的。
τὰ δὲ ἀγάλματα τὰ σὺν κόσμῳ πεποιημένα ἀνετέθη μὲν ἐπʼ ἐμοῦ, λίθου δέ ἐστι καὶ ταῦτα.
那些制作精美的雕像是在我的时代献纳的,它们也同样是石头做的。
§9.38.2ἔστι δέ σφισι καὶ κρήνη θέας ἀξία· καταβαίνουσι δὲ ἐς αὐτὴν ὕδωρ οἴσοντες.
他们还有一个值得一游的泉水;人们走下去汲水。
θησαυρὸς δὲ ὁ Μινύου, θαῦμα ὂν τῶν ἐν Ἑλλάδι αὐτῇ καὶ τῶν ἑτέρωθι οὐδενὸς ὕστερον, πεποίηται τρόπον τοιόνδε· λίθου μὲν εἴργασται, σχῆμα δὲ περιφερές ἐστιν αὐτῷ, κορυφὴ δὲ οὐκ ἐς ἄγαν ὀξὺ ἀνηγμένη· τὸν δὲ ἀνωτάτω τῶν λίθων φασὶν ἁρμονίαν παντὶ εἶναι τῷ οἰκοδομήματι.
弥纽亚斯的宝库,是希腊本土及其他任何地方都首屈一指的奇迹,它是以如下方式建造的:它是由石头制成的,形状呈圆形,顶部并没有升得太尖;据说,最顶端的那块迷之石头起到了维持整个建筑平衡(拱顶石)的作用。
§9.38.3τάφοι δὲ Μινύου τε καὶ Ἡσιόδου· καταδέξασθαι δέ φασιν οὕτω τοῦ Ἡσιόδου τὰ ὀστᾶ.
还有弥纽亚斯和赫西俄德的陵墓;据说,他们是通过以下方式迎回赫西俄德的遗骨的。
νόσου καταλαμβανούσης λοιμώδους καὶ ἀνθρώπους καὶ τὰ βοσκήματα ἀποστέλλουσι θεωροὺς παρὰ τὸν θεόν·
当瘟疫袭击了人类和牲畜时,他们派出了使节去觐见神明。
τούτοις δὲ ἀποκρίνασθαι λέγουσι τὴν Πυθίαν, Ἡσιόδου τὰ ὀστᾶ ἐκ τῆς Ναυπακτίας ἀγαγοῦσιν ἐς τὴν Ὀρχομενίαν, ἄλλο δὲ εἶναί σφισιν οὐδὲν ἴαμα.
据说皮提亚向他们回答道,如果他们把赫西俄德的骨骸从纳乌帕克提亚带回奥尔霍墨诺斯,便没有其他的解救之法。
τότε δὲ ἐπερέσθαι δεύτερα, ὅπου τῆς Ναυπακτίας αὐτὰ ἐξευρήσουσι· καὶ αὖθις τὴν Πυθίαν εἰπεῖν ὡς μηνύσοι κορώνη σφίσιν.
于是他们第二次询问,在纳乌帕克提亚的什么地方能找到这些骨骸;皮提亚再次回答说,乌鸦会指示给他们。
§9.38.4οὕτω τοῖς θεοπρόποις ἀποβᾶσιν ἐς τὴν γῆν πέτραν τε οὐ πόρρω τῆς ὁδοῦ καὶ τὴν ὄρνιθα ἐπὶ τῇ πέτρᾳ φασὶν ὀφθῆναι· καὶ τοῦ Ἡσιόδου δὲ τὰ ὀστᾶ εὗρον ἐν χηραμῷ τῆς πέτρας.
于是,当神谕使节登上陆地时,据说在离道路不远的地方看见了一块岩石,以及那块岩石上的一只鸟;并且他们在岩石的缝隙中找到了赫西俄德的遗骨。
καὶ ἐλεγεῖα ἐπὶ τῷ μνήματι ἐπεγέγραπτο· "
Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος
ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει
Ἡσιόδου, τοῦ πλεῖστον ἐν Ἑλλάδι κῦδος ὀρεῖται
ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.
在墓碑上刻着如下的哀歌: “阿斯克拉虽是其麦田肥沃的故土,但死后驱策骏马的弥纽亚斯人的土地守护着赫西俄德的骨骸。 当人们在智慧的试金石中接受检验时,他在希腊赢得了最伟大的荣耀。
" §9.38.5περὶ δὲ Ἀκταίωνος λεγόμενα ἦν Ὀρχομενίοις λυμαίνεσθαι τὴν γῆν πέτρας ἔχον εἴδωλον·
” 关于阿克泰翁,奥尔霍墨诺斯人中流传着一个传说,说一个石制幻影正在蹂躏他们的土地。
ὡς δὲ ἐχρῶντο ἐν Δελφοῖς, κελεύει σφίσιν ὁ θεὸς ἀνευρόντας εἴ τι ἦν Ἀκταίωνος λοιπὸν κρύψαι γῇ, κελεύει δὲ καὶ τοῦ εἰδώλου χαλκῆν ποιησαμένους εἰκόνα πρὸς πέτρᾳ σιδήρῳ δῆσαι.
当他们在德尔斐求问神谕时,神命令他们寻获阿克泰翁残留的任何骨骸并将其埋入土中,并命令他们制作一尊该幻影的青铜像,用铁链将其缚在岩石上。
τοῦτο καὶ αὐτὸς δεδεμένον τὸ ἄγαλμα εἶδον· καὶ τῷ Ἀκταίωνι ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος.
我自己也见过这尊被缚的雕像;他们每年都会向阿克泰翁献祭。
§9.38.6σταδίους δὲ ἀφέστηκεν ἑπτὰ Ὀρχομενοῦ ναός τε Ἡρακλέους καὶ ἄγαλμα οὐ μέγα.
距离奥尔霍墨诺斯七斯塔德的地方有一座赫拉克勒斯神殿,里面有一尊不大的雕像。
ἐνταῦθα τοῦ ποταμοῦ τοῦ Μέλανός εἰσιν αἱ πηγαί, καὶ ὁ Μέλας ἐς λίμνην καὶ οὗτος τὴν Κηφισίδα ἐκδίδωσιν.
这里是梅拉斯河的源头,这条梅拉斯河也同样注入凯菲西斯湖。
ἐπέχει μὲν δὴ καὶ ἄλλως τῆς Ὀρχομενίας τὸ πολὺ ἡ λίμνη, χειμῶνος δὲ ὥρᾳ νότου τὰ πλείω πνεύσαντος ἔπεισιν ἐπὶ πλέον τῆς χώρας τὸ ὕδωρ.
事实上,即使在平时,该湖也占据了奥尔霍墨诺斯地区的大部分,而在冬季,当南风大作时,水流会蔓延到该地区更广泛的范围内。
§9.38.7Θηβαῖοι δὲ τὸν ποταμὸν τὸν Κηφισόν φασιν ὑπὸ Ἡρακλέους ἐς τὸ πεδίον ἀποστραφῆναι τὸ Ὀρχομένιον· τέως δὲ αὐτὸν ὑπὸ τὸ ὄρος ἐς θάλασσαν ἐξιέναι, πρὶν ἢ τὸν Ἡρακλέα τὸ χάσμα ἐμφράξαι τὸ διὰ τοῦ ὄρους.
底比斯人说,凯菲索斯河是被赫拉克勒斯改道引入奥尔霍墨诺斯平原的;而在那之前,直到赫拉克勒斯堵死穿过山体的深谷之前,它一直是从山下流出并汇入大海的。
ἐπίσταται μὲν οὖν καὶ Ὅμηρος λίμνην ἄλλως τὴν Κηφισίδα οὖσαν καὶ οὐχ ὑπὸ Ἡρακλέους πεποιημένην, καὶ ἐπὶ τῷδε εἴρηκε
"
λίμνῃ κεκλιμένος Κηφισίδι· " §9.38.8ἔχει δὲ οὐδὲ εἰκότα λόγον τοὺς Ὀρχομενίους μὴ καὶ τὸ χάσμα ἐξευρεῖν καὶ τοῦ Ἡρακλέους ἀναρρήξαντας τὸ ἔργον ἀποδοῦναι τὴν διέξοδον τῷ Κηφισῷ τὴν ἀρχαίαν, ἐπεὶ μηδὲ ἄχρι τῶν Τρωικῶν χρήμασιν ἀδυνάτως εἶχον.
然而,荷马也深知凯菲西斯湖在其他情况下早已存在,并非由赫拉克勒斯所造,并为此说道: “依傍着凯菲西斯湖……” 此外,若说奥尔霍墨诺斯人没有找到那个深谷,也没有拆毁赫拉克勒斯的工程以恢复凯菲索斯河古老的通道,这在情理上是说不通的,因为直到特洛伊战争时代,他们在财富上都绝非无能为力。
μαρτυρεῖ δέ μοι καὶ Ὄμηρος ἐν Ἀχιλλέως ἀποκρίσει πρὸς τοὺς παρὰ Ἀγαμέμνονος πρέσβεις· "
οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσσεται,
"
δῆλα δήπουθεν ὡς καὶ τότε προσιόντων τοῖς Ὀρχομενίοις χρημάτων πολλῶν.
荷马在阿基琉斯对阿伽门农使节的答复中也为我作证: “哪怕是运往奥尔霍墨诺斯的一切财富……” 这无疑表明,当时也有大量的财富源源不断地流入奥尔霍墨诺斯。
§9.38.9Ἀσπληδόνα δὲ ἐκλιπεῖν τοὺς οἰκήτοράς φασιν ὕδατος σπανίζοντος· γενέσθαι δὲ τὸ ὄνομα ἀπὸ Ἀσπληδόνος τῇ πόλει, τοῦτον δὲ εἶναι νύμφης τε Μιδείας καὶ Ποσειδῶνος.
据说,居民们因水源匮乏而遗弃了阿斯普莱东;而该城镇得名于阿斯普莱东,他是仙女米德亚和波塞冬之子。
ὁμολογεῖ δὲ καὶ ἔπη σφίσιν ἃ ἐποίησε Χερσίας, ἀνὴρ Ὀρχομένιος· "
ἐκ δὲ Ποσειδάωνος ἀγακλειτῆς τε Μιδείης
Ἀσπληδὼν γένεθʼ υἱὸς ἀνʼ εὐρύχορον πτολίεθρον.
奥尔霍墨诺斯人赫尔西亚斯所作的诗句也与他们一致: “自波塞冬与闻名遐迩的米德亚,阿斯普莱东作为儿子诞生于这广阔的城池。
" §9.38.10τοῦδε τοῦ Χερσίου τῶν ἐπῶν οὐδεμία ἦν ἔτι κατʼ ἐμὲ μνήμη, ἀλλὰ καὶ τάδε ἐπηγάγετο ὁ Κάλλιππος ἐς τὸν αὐτὸν λόγον τὸν ἔχοντα ἐς Ὀρχομενίους· τούτου δὲ τοῦ Χερσίου καὶ ἐπίγραμμα οἱ Ὀρχομένιοι τὸ ἐπὶ τῷ Ἡσιόδου τάφῳ μνημονεύουσιν.
” 在我的时代,这位赫尔西亚斯的诗作已无任何记忆留存,但卡利普斯也在他关于奥尔霍墨诺斯人的论述中引用了这些诗句;奥尔霍墨诺斯人还记得,赫西俄德墓碑上的墓志铭也是这位赫尔西亚斯所作。