Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.30.1-9.30.6

赫利孔山的诸神雕像与奥非乌斯传说

第 396 段,共 465 段 · 希腊语

内容简介

介绍赫利孔山上的缪斯及其他神明雕像,并详述奥非乌斯的非凡音乐才能、其悲惨之死的诸般传说及他的神圣影响力。

§9.30.1ταῖς Μούσαις δὲ ἀγάλματα τὰ μὲν πρῶτά ἐστι Κηφισοδότου τέχνη πάσαις, προελθόντι δὲ οὐ πολὺ τρεῖς μέν εἰσιν αὖθις Κηφισοδότου, Στρογγυλίωνος δὲ ἕτερα τοσαῦτα, ἀνδρὸς βοῦς καὶ ἵππους ἄριστα εἰργασμένου· τὰς δὲ ὑπολοίπους τρεῖς ἐποίησεν Ὀλυμπιοσθένης.
关于缪斯们的雕像,第一批代表她们全部的雕像是凯菲索多托斯的手艺。 向前走不远,又有三尊是凯菲索多托斯的作品,另外同等数量(三尊)是斯特隆吉利翁的作品,此人最擅长制作牛和马;而剩下的三尊则是由奥林匹奥斯塞涅斯制作的。
καὶ Ἀπόλλων χαλκοῦς ἐστιν ἐν Ἑλικῶνι καὶ Ἑρμῆς μαχόμενοι περὶ τῆς λύρας, καὶ Διόνυσος ὁ μὲν Λυσίππου, τὸ δὲ ἄγαλμα ἀνέθηκε Σύλλας τοῦ Διονύσου τὸ ὀρθόν, ἔργον τῶν Μύρωνος θέας μάλιστα ἄξιον μετά γε τὸν Ἀθήνῃσιν Ἐρεχθέα· ἀνέθηκε δὲ οὐκ οἴκοθεν, Ὀρχομενίους δὲ ἀφελόμενος τοὺς Μινύας.
在赫利孔山上还有一尊青铜的阿波罗像和一尊为了里拉琴而争斗的赫尔墨斯像,以及狄奥尼索斯像,其中一尊是留西波斯的作品,而另一尊狄奥尼索斯的立像则是苏拉奉献的。 这尊像是米隆的作品,极其值得一瞻,至少仅次于雅典的埃雷赫修斯像;他奉献此像并非出于自家,而是从奥尔霍梅诺斯的闽亚人那里夺来的。
τοῦτό ἐστι τὸ ὑπὸ Ἑλλήνων λεγόμενον θυμιάμασιν ἀλλοτρίοις τὸ θεῖον σέβεσθαι.
这就是希腊人所说的“用他人的香祭祀神明”。
§9.30.2ποιητὰς δὲ ἤ καὶ ἄλλως ἐπιφανεῖς ἐπὶ μουσικῇ, τοσῶνδε εἰκόνας ἀνέθεσαν· Θάμυριν μὲν αὐτόν τε ἤδη τυφλὸν καὶ λύρας κατεαγυίας ἐφαπτόμενον, Ἀρίων δὲ ὁ Μηθυμναῖός ἐστιν ἐπὶ δελφῖνος.
对于诗人或在音乐方面以其他方式著名的人,他们奉献了如此多的肖像:塔米里斯本人,此时已经双目失明,抚摸着折断的里拉琴;美西姆纳的阿里翁则骑在海豚上。
ὁ δὲ Σακάδα τοῦ Ἀργείου τὸν ἀνδριάντα πλάσας, οὐ συνεὶς Πινδάρου τὸ ἐς αὐτὸν προοίμιον, ἐποίησεν οὐδὲν ἐς τὸ μῆκος τοῦ σώματος εἶναι τῶν αὐλῶν μείζονα τὸν αὐλητήν.
而塑造阿戈斯人萨卡达斯雕像的人,因没有理解宾达写给他的序歌,使得这个笛手在身体长度上一点也不比笛子更大。
§9.30.3κάθηται δὲ καὶ Ἡσίοδος κιθάραν ἐπὶ τοῖς γόνασιν ἔχων, οὐδέν τι οἰκεῖον Ἡσιόδῳ φόρημα·
赫西俄德也坐着,膝上放着一把吉他,这对于赫西俄德来说是完全不相称的携带物。
δῆλα γὰρ δὴ καὶ ἐξ αὐτῶν τῶν ἐπῶν ὅτι ἐπὶ ῥάβδου δάφνης ᾖδε.
因为从他自己的诗句中就非常清楚,他是拿着月桂树的木杖歌唱的。
περὶ δὲ Ἡσιόδου τε ἡλικίας καὶ Ὁμήρου πολυπραγμονήσαντι ἐς τὸ ἀκριβέστατον οὔ μοι γράφειν ἡδὺ ἦν, ἐπισταμένῳ τὸ φιλαίτιον ἄλλων τε καὶ οὐχ ἥκιστα ὅσοι κατʼ ἐμὲ ἐπὶ ποιήσει τῶν ἐπῶν καθεστήκεσαν.
关于赫西俄德和荷马的时代,对于极其精确地考证过的人来说,写下这些并不是件令人愉快的事,因为我知道他人的挑剔本性,尤其是那些在我的时代从事叙事诗创作的人。
§9.30.4Ὀρφεῖ δὲ τῷ Θρᾳκὶ πεποίηται μὲν παρεστῶσα αὐτῷ Τελετή, πεποίηται δὲ περὶ αὐτὸν λίθου τε καὶ χαλκοῦ θηρία ἀκούοντα ᾄδοντος.
对于色雷斯人奥非乌斯,造有一尊特勒忒立于其身旁的像,并且在他周围造有石头和青铜的野兽,听着他歌唱。
πολλὰ μὲν δὴ καὶ ἄλλα πιστεύουσιν οὐκ ὄντα Ἕλληνες καὶ δὴ καὶ Ὀρφέα Καλλιόπης τε εἶναι Μούσης καὶ οὐ τῆς Πιέρου καί οἱ τὰ θηρία ἰέναι πρὸς τὸ μέλος ψυχαγωγούμενα, ἐλθεῖν δὲ καὶ ἐς τὸν Ἅιδην ζῶντα αὐτὸν παρὰ τῶν κάτω θεῶν τὴν γυναῖκα αἰτοῦντα.
希腊人确实还相信许多其他不真实的事情,尤其是奥非乌斯是缪斯卡利俄佩的儿子,而不是皮埃罗斯女儿的儿子;以及野兽们受到他歌声的吸引而走来;还有他自己活着走入哈得斯,向地下的神明要回他的妻子。
ὁ δὲ Ὀρφεὺς ἐμοὶ δοκεῖν ὑπερεβάλετο ἐπῶν κόσμῳ τοὺς πρὸ αὐτοῦ καὶ ἐπὶ μέγα ἦλθεν ἰσχύος οἷα πιστευόμενος εὑρηκέναι τελετὰς θεῶν καὶ ἔργων ἀνοσίων καθαρμοὺς νόσων τε ἰάματα καὶ τροπὰς μηνιμάτων θείων.
但是奥非乌斯,依我之见,在诗句的装饰上超越了在他之前的人,并且由于被相信发现了神明的仪式、不洁行为的净化、疾病的治疗以及消除神明愤怒的方法,从而获得了巨大的影响力。
§9.30.5τὰς δὲ γυναῖκάς φασι τῶν Θρᾳκῶν ἐπιβουλεύειν μὲν αὐτῷ θάνατον, ὅτι σφῶν τοὺς ἄνδρας ἀκολουθεῖν ἔπεισεν αὐτῷ πλανωμένῳ, φόβῳ δὲ τῶν ἀνδρῶν οὐ τολμᾶν·
据说色雷斯的妇女们图谋杀死他,因为他劝说她们的丈夫跟随他到处漂泊,但由于害怕丈夫们,她们不敢动手。
ὡς δὲ ἐνεφορήσαντο οἴνου, ἐξεργάζονται τὸ τόλμημα, καὶ τοῖς ἀνδράσιν ἀπὸ τούτου κατέστη μεθυσκομένους ἐς τὰς μάχας χωρεῖν.
然而当她们灌饱了酒,便实施了这一大胆的图谋。 从此,对于丈夫们来说,便形成了喝醉酒后上战场的习惯。
εἰσὶ δὲ οἵ φασι κεραυνωθέντι ὑπὸ τοῦ θεοῦ συμβῆναι τὴν τελευτὴν Ὀρφεῖ· κεραυνωθῆναι δὲ αὐτὸν τῶν λόγων ἕνεκα ὧν ἐδίδασκεν ἐν τοῖς μυστηρίοις οὐ πρότερον ἀκηκοότας ἀνθρώπους.
也有人说奥非乌斯是因为被神雷击而死的;而他被雷击是因为他在神秘仪式中传授了人们以前从未听过的教义。
§9.30.6ἄλλοις δὲ εἰρημένον ἐστὶν ὡς προαποθανούσης οἱ τῆς γυναικὸς ἐπὶ τὸ Ἄορνον διʼ αὐτὴν τὸ ἐν τῇ Θεσπρωτίδι ἀφίκετο·
而其他人则说,在他的妻子先他而去之后,他为了她来到了塞斯普罗蒂亚的阿奥尔诺斯。
εἶναι γὰρ πάλαι νεκυομαντεῖον αὐτόθι·
因为那里自古就有亡灵神托所。
νομίζοντα δέ οἱ ἕπεσθαι τῆς Εὐρυδίκης τὴν ψυχὴν καὶ ἁμαρτόντα ὡς ἐπεστράφη, αὐτόχειρα αὐτὸν ὑπὸ λύπης αὑτοῦ γενέσθαι.
由于他以为欧律狄刻的灵魂跟着他,而当他回头时犯了错,因悲伤他亲手结束了自己的生命。
λέγουσι δὲ οἱ Θρᾷκες, ὅσαι τῶν ἀηδόνων ἔχουσι νεοσσιὰς ἐπὶ τῷ τάφῳ τοῦ Ὀρφέως, ταύτας ἥδιον καὶ μεῖζόν τι ᾄδειν.
色雷斯人说,凡是在奥非乌斯墓上筑巢的夜莺,其歌声都比其他的更甜美、更响亮。

词汇与语法注释

  1. §9.30.1προελθόντι δὲ οὐ πολὺ — 关系与格,或行程中的主体与格,字面意思是“对于向前走不远的人”。
  2. §9.30.2οὐδέν τι ἐς τὸ μῆκος τοῦ σώματος εἶναι τῶν αὐλῶν μείζονα τὸν αὐλητήν — 作为动词 ἐποίησεν 宾语的带不定式的对格结构:“使这位笛手(τὸν αὐλητήν)在身体长度上,绝不比笛子(τῶν αὐλῶν,比较属格)更大(οὐδέν τι ... μείζονα εἶναι)”。暗示雕塑家把笛子做得很长,与演奏者的身长相当。
  3. §9.30.3πολυπραγμονήσαντι ... οὔ μοι γράφειν ἡδὺ ἦν — 与格分词 πολυπραγμονήσαντι 与与格代词 μοι 在性、数、格上一致,意为“对于(细致探究过的)我来说”。
  4. §9.30.4ἐμοὶ δοκεῖν — 不定式的绝对用法,作为插入语,意为“依我之见”或“在我看来”。
  5. §9.30.5οὐ πρότερον ἀκηκοότας ἀνθρώπους — 作为双宾格结构中动词 ἐδίδασκεν 的人称宾语(“向那些以前从未听过[这些教义]的人们[ἀνθρώπους]传授了[教义]”)。
  6. §9.30.6ὡς προαποθανούσης οἱ τῆς γυναικὸς — 由 ὡς 引导的属格绝对独立结构(προαποθανούσης ... τῆς γυναικὸς),嵌入了人称代词与格 οἱ,表示“因为他的妻子先他而去”。

引用这一段

保萨尼亚斯, 希腊志 §9.30.1-9.30.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.30.1-9.30.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。