Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.28.1-9.28.4

赫利孔山的肥沃与毒蛇的特性

第 394 段,共 465 段 · 希腊语

内容简介

作者描述了赫利孔山肥沃的自然环境,指出其草药与蛇毒并无致命危险,并介绍了腓尼基与阿拉伯地区关于蝰蛇的轶事。

§9.28.1ὁ δὲ Ἑλικὼν ὀρῶν τῶν ἐν τῇ Ἑλλάδι ἐν τοῖς μάλιστά ἐστιν εὔγεως καὶ δένδρων ἡμέρων ἀνάπλεως· καὶ οἱ τῆς ἀνδράχνου θάμνοι παρέχονται τῶν πανταχοῦ καρπὸν αἰξὶν ἥδιστον.
赫利孔山是希腊诸山中最肥沃、且长满人工栽培树木的山之一;那里的草莓树灌木为山羊提供了比任何地方都更甜美的果实。
λέγουσι δὲ οἱ περὶ τὸν Ἑλικῶνα οἰκοῦντες καὶ ἁπάσας ἐν τῷ ὄρει τὰς πόας καὶ τὰς ῥίζας ἥκιστα ἐπὶ ἀνθρώπου θανάτῳ φύεσθαι.
居住在赫利孔山周围的人说,山上所有的草和根绝非为了人类的死亡而生长。
καὶ δὴ καὶ τοῖς ὄφεσι τὸν ἰὸν ποιοῦσιν ἐνταῦθα ἀσθενέστερον αἱ νομαί, ὥστε καὶ διαφεύγουσι τὰ πολλὰ οἱ δηχθέντες, ἢν ἀνδρὶ Λίβυι γένους τοῦ Ψύλλων ἢ καὶ ἄλλως προσφόροις ἐπιτύχωσι τοῖς φαρμάκοις.
事实上,那里的食物也使蛇的毒性变弱,因此被咬伤的人大多能够幸免,只要他们能遇到普希洛伊部落的利比亚男子,或者遇到其他合适的药物。
§9.28.2ἔστι μὲν δὴ ὁ ἰὸς τοῖς ἀγριωτάτοις τῶν ὄφεων καὶ ἄλλως ὀλέθριος ἔς τε ἀνθρώπους καὶ ζῷα ὁμοίως τὰ πάντα, συντελοῦσι δὲ οὐχ ἥκιστα ἐς ἰσχύν σφισι τοῦ ἰοῦ καὶ αἱ νομαί, ἐπεί τοι καὶ ἀνδρὸς ἀκούσας οἶδα Φοίνικος ὡς ἐν τῇ ὀρεινῇ τῇ Φοινίκης ἀγριωτέρους τοὺς ἔχεις ποιοῦσιν αἱ ῥίζαι.
固然,对于最凶猛的蛇来说,它们的毒液本身对人类和所有动物同样具有致命性,但食物对它们毒液的强度也起到了不小的作用。 事实上,我曾听一个腓尼基人说,在腓尼基的山区,植物的根使蝰蛇变得更加凶猛。
ἔφη δὲ ἄνθρωπον ἰδεῖν αὐτὸς ἀποφεύγοντα ὁρμὴν ἔχεως, καὶ τὸν μὲν ἐπί τι ἀναδραμεῖν δένδρον, τὸν δὲ ἔχιν, ὡς ἦλθεν ὕστερος, ἀποπνεῦσαι πρὸς τὸ δένδρον τοῦ ἰοῦ καὶ οὐ ζῆν ἔτι τὸν ἄνθρωπον.
他说他曾亲眼看见一个人躲避蝰蛇的袭击,那人爬上了一棵树,而蝰蛇随后赶到,向树木喷吐毒液,结果那人便死去了。
§9.28.3τούτου μὲν τοιαῦτα ἤκουσα·
我从那人那里听到了这样的事情。
ἐν δὲ τῇ χώρᾳ τῇ Ἀράβων ὅσοι τῶν ἔχεων περὶ τὰ δένδρα τὰ πάλσαμα οἰκοῦσι, τοιάδε ἄλλα ἐς αὐτοὺς συμβαίνοντα οἶδα.
但在阿拉伯人的土地上,对于那些生活在香脂树周围的蝰蛇,我知道发生在它们身上的另外一些事情。
μέγεθος μὲν κατὰ μυρσίνης θάμνον τὰ πάλσαμά ἐστι, φύλλα δὲ αὐτοῖς κατὰ τὴν πόαν τὸ σάμψουχον·
香脂树的大小如同香桃木灌木,其叶子类似于马郁兰草。
ἔχεων δὲ τῶν ἐν τῇ Ἀραβίᾳ κατὰ ποσοὺς καὶ πλείονες καὶ ἐλάσσονες ὑπὸ ἕκαστον αὐλίζονται δένδρον· τροφὴ γὰρ αὐτοῖς ὁ τῶν παλσάμων ἐστὶν ὀπὸς ἡδίστη, καὶ ἔτι καὶ ἄλλως τῇ σκιᾷ τῶν φυτῶν χαίρουσιν.
阿拉伯的蝰蛇或多或少地聚集在每棵树下,因为香脂的汁液是它们最甜美的食物,而且它们也喜欢这些植物的阴凉。
§9.28.4ἐπὰν οὖν συλλέγειν τοῦ παλσάμου τὸν ὀπὸν ἀφίκηται τοῖς Ἄραψιν ὥρα, ξύλων δύο ἕκαστος σκυτάλας ἐπὶ τοὺς ἔχεις ἐσφέρει, κροτοῦντες δὲ τὰ ξύλα ἀπελαύνουσι τοὺς ἔχεις·
因此,当阿拉伯人采集香脂汁液的季节到来时,每人拿着两根木棒走向蝰蛇,通过敲击木棒将蝰蛇赶走。
ἀποκτείνειν δὲ αὐτοὺς οὐκ ἐθέλουσιν ἱεροὺς τῶν παλσάμων νομίζοντες.
他们不愿杀死它们,因为他们认为蝰蛇是属于香脂树的圣物。
ἢν δὲ καὶ ὑπὸ ἔχεων δηχθῆναί τῳ συμβῇ, τὸ μὲν τραῦμά ἐστιν ὁποῖον καὶ ὑπὸ σιδήρου, δεῖμα δὲ ἄπεστι τὸ ἀπὸ τοῦ ἰοῦ·
即使有人被蝰蛇咬伤,伤口虽然像被铁器所伤一样,但没有对毒液的恐惧。
ἅτε γὰρ σιτουμένοις τοῖς ἔχεσι μύρων τὸ εὐοσμότατον, μετακεράννυταί σφισιν ἐκ τοῦ θανατώδους ἐς τὸ ἠπιώτερον ὁ ἰός.
因为既然蝰蛇以最芬芳的香料为食,它们的毒液也对它们自身发生了变化,从致命变得更加温和。

词汇与语法注释

  1. §9.28.1τῶν πανταχοῦ — 属格“任何地方的(同类植物)”用作比较属格,取决于最高级形容词 `ἥδιστον`(“最甜美的”)。
  2. §9.28.1ἥκιστα ἐπὶ ἀνθρώπου θανάτῳ φύεσθαι — 副词 `ἥκιστα` 起到强烈的否定作用(“绝非”),前置词 `ἐπί` 与与格(`ἀνθρώπου θανάτῳ`)的搭配则表示目的(“为了人类的死亡”)。
  3. §9.28.2ἔφη δὲ ἄνθρωπον ἰδεῖν αὐτὸς — 间接引语中的对格与不定式结构。主格代词 `αὐτός` 用于强调不定式 `ἰδεῖν` 的逻辑主语与主句动词 `ἔφη` 的主语为同一人(“他自己”)。`ἄνθρωπον` 是 `ἰδεῖν` 的宾语。
  4. §9.28.4ἅτε γὰρ σιτουμένοις τοῖς ἔχεσι — 原因连词 `ἅτε` 引入客观原因,现在分词 `σιτουμένοις` 与与格名词 `τοῖς ἔχεσι` 一致。这并非属格独立结构,而是修饰主句中与格代词(`σφισιν`)的分词结构。

引用这一段

保萨尼亚斯, 希腊志 §9.28.1-9.28.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.28.1-9.28.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。